Οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται, μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν, οἷον ὁ τὶς ἄνθρωπος καὶ ὁ τὶς βοῦς. τριττῆς γὰρ οὔσης τῆς οὐσίας, τῆς μὲν νοητῆς καὶ ἀύλου καὶ ἀσωμάτου, τῆς δὲ διανοητῆς τῆς ἐν κοινότητι θεωρουμένης, τῆς γενικῆς δηλαδὴ καὶ εἰδητικῆς, καὶ ἔτι τῆς αἰσθητῆς, περὶ τῆς αἰσθητῆς ὁ λόγος ἡμῖν. τριχῶς δὲ καὶ ταύτης νενεμημένης, κατά τε τὸ εἶδος καὶ τὴν ὕλην καὶ τὸ σύνθετον, τὴν κατὰ τὸ σύνθετον οὐσίαν πρώτην ἐνταῦθα καὶ μάλιστα λέγομεν. τῇ τε γὰρ αἰσθήσει ἐναργεστάτη πασῶν καὶ εἴδους καὶ ὕλης συλληπτικὴ καὶ τοῖς πολλοῖς γνώριμος, καὶ τῷ ὑποκεῖσθαι πρώτως ταῖς τε κοιναῖς οὐσίαις τὸ κατηγορεῖσθαι δίδωσι καὶ τοῖς συμβεβηκόσι τὸ εἶναι. σεμνύνοντες δὲ αὐτὴν ἐξ ἀποφάσεως τὴν ὑπογραφὴν ἀπεδώκαμεν, τῇ ἀναιρέσει 1 στρεφομένων Β 6 post μήποτε add. χρὴ LM 13 τὸ μὲν γὰρ M εἰ καὶ δηλοῖ M 15 τὴν om. M 19 τῶ δυνάμει L ἐν—ἐνεργείᾳ (22) om. M 28 οὐσία δὲ] περὶ οὐσίας superscribit L: in margine adscribit Β ἡ κυριωτάτη καὶ M πρῶτος L: πρώτη M 33 τριχῶς] τριττῆς M 35 καὶ ἤδη καὶ M 36 τῷ] τὸ M πρῶτα M 37 τε 0111. M 38 ἀπογραφὴν ἀποδεδώκαμεν M τῶν ὧν οὐκ ἔστι τὴν φύσιν αὐτῇ καὶ τὸ ὅ ἐστι θέμενοι. οὐ πανταχοῦ δὲ τοῦτο ποιεῖν εὐχερές, ἀλλ’ ἐν οἷς ἀντιδιῄρηται τὰ ἀποφασκόμενα καὶ τὸ πλῆθος τῶν προσληφθέντων συνῄρηται. δεύτεραι δὲ οὐσίαι λέγονται τὰ εἴδη, ἐν οἷς εἴδεσιν αἱ πρώτως οὐσίαι λεγόμεναι ὑπάρχουσι, ταῦτά τε καὶ τὰ τῶν εἰδῶν τούτων γένη, οἷον. ὁ τὶς ἄνθρωπος, Σωκράτης τυχὸν ἢ Πλατῶν, ἐν εἴδει μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, γένος δὲ τοῦ εἴδους ἐστὶ τὸ ζῶον. δεύτεραι οὖν αὗται οὐσίαι λέγονται. φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι τῶν καθ’ ὑποκειμένου λεγομένων, ἀναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι τοῦ ὑποκει- μένου, οἷον ὁ ἄνθρωπος καθ’ ὑποκειμένου λέγεται τοῦ τινὸς ἀνθρώπου καὶ κατηγορεῖταί γε τοὔνομα· τὸν γὰρ ἄνθρωπον κατὰ τοῦ τινὸς ἀνθρώπου κατη- γορήσεις. καὶ ὁ λόγος δὲ ὁ τοῦ ἀνθρώπου κατὰ τοῦ τινὸς ἀνθρώπου κατη- γορηθήσεται· ὁ γὰρ τὶς ἄνθρωπος καὶ ἄνθρωπός ἐστι καὶ ζῶον. ὥστε καὶ τοὔνομα καὶ ὁ λόγος κατὰ τοῦ ὑποκειμένου κατηγορηθήσεται. τῶν δὲ ἐν ὑπο- κειμένῳ ὄντων ταῦτα δέ εἰσι τὰ τῇ οὐσίᾳ ἀντιδιῃρημένα ἐννέα γένη) ἐπὶ μὲν τῶν πλείστων οὔτε τοὔνομα οὔθ’ ὁ λόγος κατηγορεῖται τοῦ ὑποκειμένου οὔτε γὰρ ἡ ψυχὴ ἐπιστήμη λέγεται, εἰ μήπου κατὰ παρωνυμίαν εἴποιμεν αὐτὴν ἐπιστήμονα, οὔτε ὁ τῆς ἐπιστήμης λόγος κατὰ τῆς ψυχῆς λέγεται· οὐ γάρ ἐστιν ἕξις θεωρητικὴ ἡ ψυχή· ἀλλ’ οὐδὲ τὸ χρῶμα κατὰ τοὐ σώματος οὐδὲ ὁ λόγος αὑτοῦ), ἐπ’ ἐνίων δὲ τοὔνομα μὲν οὐδὲν κωλύει ποτὲ κατηγορεῖσθαι τοῦ ὑποκειμένου, τὸν δὲ λόγον ἀδύνατον· οἷον τὸ λευκὸν ἐν ὑποκειμένῳ ὂν τῷ σώματι, κατηγορεῖται τοῦ ὑποκειμένου λευκὸν γὰρ τὸ σῶμα λέγεται), ὁ δὲ λόγος τοῦ λευκοῦ οὐδέποτε κατὰ τοῦ σώματος κατηγορηθήσεται. ὥστε τἄλλα πάντα ἤτοι καθ’ ὑποκειμένων λέγεται τῶν πρώτων οὐσιῶν, ἢ ἐν ὑπο- κειμέναις αὐταῖς ἐστι. τοῦτο δὲ φανερὸν ἐκ τῶν καθ’ ἕκαστα προχειριζομένων, οἷον κατὰ τοῦ ἀνθρώπου τὸ ζῶον κατηγορεῖται· οὐκοῦν καὶ κατὰ τοῦ τινὸς ἀνθρώπου τὸ ζῶον κατηγορηθήσεται· εἰ γὰρ κατὰ μηδενὸς τῶν τινῶν ἀνθρώπων, οὐδὲ κατὰ τοῦ ἀνθρώπου ὅλως. πάλιν τὸ χρῶμα ἐν σώματι· οὐκοῦν καὶ ἐν τινὶ σώματι. εἰ γὰρ μὴ ἐν τινὶ τῶν καθ’ ἕκαστα, οὐδὲ ἐν σώματι ὅλως. ὥστε τὰ ἄλλα πάντα ἤτοι καθ’ ὑποκειμένων τῶν πρώτων οὐσιῶν λέγεται ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστι. μὴ οὐσῶν οὖν τῶν πρώτων οὐσιῶν ἀδύνατον τῶν ἄλλων τι εἶναι. Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον οὐσία τὸ εἶδος τοῦ γένους· ἔγγιον γὰρ τῆς πρώτης οὐσίας ἐστίν. ἐὰν γὰρ ἀποδιδῷ τις τὴν πρώτην οὐσίαν τί ἐστιν, οἰκειότερον καὶ γνωριμώτερον ἀποδώσει τὸ εἶδος ἀποδιδοὺς ἢ τὸ γένος, οἷον τὸν τινὰ ἄνθρωπον γνωριμώτερον ἀποδοίη τις ἄνθρωπον ἀποδιδοὺς ἢ ζῶον· τὸ μὲν γὰρ ἴδιον μᾶλλον τοῦ τινὸς ἀνθρώπου, τὸ δὲ κοινότερον. καὶ τὸ τὶ δένδρον ἀποδιδοὺς γνωριμώτερον ἀποδοίη δένδρον ἀποδιδοὺς ἢ φυτόν. ἔτι αἱ πρῶται οὐσίαι διὰ τὸ τοῖς ἄλλοις ἅπασιν ὑποκεῖσθαι καὶ πάντα τὰ ἄλλα κατὰ τούτων κατηγορεῖσθαι ἢ ἐν ταύταις εἶναι διὰ τοῦτο μάλιστα οὐσίαι πρῶται 5 τυχὼν libri 9 ὁ om. M 14 δὲ om. M 19 δὲ] μὲν M 21 τὸ om. M 23 ἤτοι] εἴτε M 24 αὐταῖς] αὐτή M εἰσι Β 25 κατηγορεῖ- σθαι LM 26 τὸ ζῶον om. M 30 ὑποκειμένω L 37 ἄν ἀποδοίη BM 38 τὸ om. L λέγονται. ὡς δέ γε αἱ πρῶται οὐσίαι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν, οὕτω καὶ τὸ εἶδος πρὸς τὸ γένος ἔχει. ὑπόκειται γάρ πως τὸ εἶδος τῷ γένει· τὰ μὲν γὰρ γένη κατὰ τῶν εἰδῶν κατηγορεῖται, τὰ δὲ εἴδη κτὰ τῶν γενῶν οὐκ ἀντιστρέφει. ὥστε καὶ ἐκ τούτων τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία. αὐτῶν δὲ τῶν εἰδῶν ὅσα μή ἐστι γένη, οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστίν· οὐδὲ γὰρ οἰκειότερον ἀποδώσεις κατὰ τοῦ τινὸς ἀνθρώπου τὸν ἄνθρωπον ἀπο- διδοὺς ἢ κατὰ τοῦ τινὸς ἵππου τὸν ἵππον. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πρώτων οὐσιῶν οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστίν· οὐδὲ γὰρ μᾶλλον ὁ τὶς ἄν. θρωπος οὐσία ἐστὶν ἢ ὁ τὶς βοῦς. διττῆς γὰρ οὔσης τῆς κτὰ τὴν οὐσίαν ὁδοῦ, τῆς μὲν καθ’ ἣν ἀπὸ τῶν μερικωτέρων πρὸς τὰ καθολικώτερα καὶ γενικώτερα ἀναγόμεθα, τῆς δὲ καθ’ ἣν τὸ ἓν καὶ κοινὸν εἰς τὰ προσεχῆ καὶ ὁμόστοιχα τέμνομεν, τὸ μὲν μᾶλλον καὶ τὸ ἧττον ἐν οὐσίαις καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον κτὰ τὴν εἰς βάθος θεωρεῖται ἀντεξέτασιν καὶ διαίρεσιν, τὸ δὲ μήτε μᾶλλον μήτε ἧττον καὶ τὸ ἐπ’ ἴσης καὶ τὸ ταὐτὸν ἐν τῇ κατὰ πλάτος παραβολῇ καὶ παραθέσει γινώσκεται. Εἰκότως οὖν μετὰ τὰς πρώτας οὐσίας μόνα τῶν ἄλλων τὰ τούτων εἴδη καὶ γένη δεύτεραι οὐσίαι λέγονται· μόνα γὰρ δηλοῖ τὴν πρώτην οὐσίαν τῶν κατηγορουμένων. τὸν γὰρ τινὰ ἄνθρωπον ἐὰν ἀποδιδῷ τις τί ἐστι, τὸ μὲν εἶδος ἢ τὸ γένος ἀποδιδοὺς οἰκείως ἀποδώσει· καὶ γὰρ γνωριμώτερον ποιήσει ἄνθρωπον ἡ ζῶον ἀποδιδούς· τῶν δὲ ἄλλων εἴ τι ἄν ἀποδιδῷ τις, ἀλλοτρίως ἔσται ἀποδεδωκώς, οἷον ἢ λευκὸν ἢ τρέχει ἢ ὁτιοῦν τῶν τοιούτων ἀποδιδούς. ὥστε εἰκότως ταῦτα μόνα τῶν ἄλλων οὐσίαι λέγονται. εντι αἱ πρῶται οὐσίαι διὰ τὸ τοῖς ἄλλοις ἅπασιν ὑποκεῖσθαι καὶ τὰ ἄλλα πάντα κατὰ τούτων κατη- γορεῖσθαι κυριώτατα οὐσίαι λέγονται. ὡς δέ γε αἱ πρῶται οὐσίαι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν, οὕτω καὶ τὰ εἴδη καὶ τὰ γένη τῶν πρώτων οὐσιῶν πρὸς τὰ λοιπὰ πάντα ἔχει· κατὰ τούτων γὰρ πάντα τὰ λοιπὰ κατηγορεῖται · τὸν γὰρ τινὰ ἄνθρωπον ἐρεῖς γραμματικόν· οὐκοῦν ἄνθρωπον καὶ ζῶον γραμματικὸν ἐρεῖς Ἐπεὶ δὲ διείλομεν κατὰ τὴν τῶν πολλῶν δόξαν, πόσαι καὶ τίνες εἰσὶν οὐσίαι, ὑπόλοιπον ἂν εἴη ζητεῖν τά τε κοινῶς προσόντα καὶ τὰ ἰδίως αὐτῇ. εἰ μὲν γὰρ ἦν ὅρον ἑκάστου τῶν γενῶν ἀποδιδόναι, ἧττον ἔδει φροντίζειν τῆς τῶν ὑπαρχόντων αὐτοῖς παραδόσεως· τῷ γὰρ ὁρισμῷ ἥ τε φύσις ὅλη καὶ τὰ ὑπάρχοντα αὐτῇ κατεφαίνετο· νυνὶ δὲ τῷ μὴ εὐπορεῖν τούτου, ἀλλὰ τὸ τῆς κατανοήσεως ἐν ὑπογραφῇ ποιεῖσθαι καὶ παραδείγμασιν, εἰκότως ἐδέησε τῆς τῶν ὑπαρχόντων κατανοήσεως, τῶν τε κοινῶν καὶ μάλιστα τῶν ἰδίων. καὶ πρὸς τούτοις τὸ κυρίως ἀποδιδόμενον ἴδιον κατὰ μὲν ἀκρίβειαν καὶ κυριότητα ὑφεῖται τοῦ ὁρισμοῦ, πρὸς δὲ τὴν τοῦ ὑποκειμένου σαφήνειαν καὶ φανέρωσιν ἧττον ἢ οὐδαμῶς. ἐπεὶ δὲ πανταχοῦ διὰ ζητήσεως τὸ ἀληθὲς ἐξευρίσκομεν, πρῶτον περιπεσούμεθα τοῖς ὁλοσχερῶς λεγομένοις ἰδίοις, καὶ διελέγξαντες αὐτὰ οὕτως ἐπὶ τέλει τὸ ἀληθὲς παραδώσομεν. 3 κατὰ (post εὔη) om. LM 4 γένος τοῦ εἴδους M 7. 8 δευτέρων οὐσιῶν Β 12 τὸ (ante ἧττον) om. M 18 ἄνων M1 21 ὁτοιοῦν L 24 κυριώταται M 25 ἔχει Μ 29 τῶν om. BL 32 τῶν om. M 37 σαφήνειαν καὶ repetit M Καὶ δὴ πρῶτον τῶν ἄλλων ἐκεῖνο λέγομεν, ὅτι κοινὸν κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. ἡ μὲν γὰρ πρώτη οὐσία οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται οὔτε ἐν ὑποκειμένῳ ἐστί τῶν δὲ δευτέρων οὐσιῶν φανερὸν μὲν καὶ οὕτως ὅτι οὔκ εἰσιν ἐν ὑποκειμένῳ. ὁ γὰρ ἄνθρωπος καθ’ ὑποκειμένου μὲν τοῦ τινὸς λέγεται ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστιν· οὐ γὰρ ἐν τῷ τινὶ ἀνθρώπῳ ὁ ἄνθρωπός ἐστιν. ὡσαύτως δὲ καὶ τὸ ζῶον καθ’ ὑποκειμένου μὲν λέγεται τοῦ τινὸς ἀνθρώπου, οὐκ ἔστι δὲ τὸ ζῶον ἐν τῷ τινὶ ἀνθρώπῳ. ἔτι τῶν ἐν ὑποκειμένῳ ὄντων τὸ μὲν ὄνομα οὐδὲν κωλύει κατηγορεῖσθαί ποτε τοῦ ὑποκειμένου, τὸν δὲ λ·όγον ἀδύνατον. τῶν δέ γε δευτέρων οὐσιῶν κατηγορεῖται καὶ ὁ λόγος κατὰ τοῦ ὑποκειμένου καὶ τοὔνομα · τὸν γὰρ τοῦ ἀν- θρώπου λόγον κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορήσεις καὶ τὸν τοῦ ζώου. ἔτι τὰ μὲν ἐν ὑποκειμένῳ ὄνια φθαρῆναι δύναται σωζομένων τῶν ὑποκειμένων, ὥσπερ τὸ λευκὸν ἢ τὸ μουσικόν· τὰ δὲ εἴδη καὶ τὰ γένη οὐ δύναται φθείρεσθαι μενόντων τῶν ἀτόμων καθ’ ὧν λέγονται · μᾶλλον μὲν οὖν ἐκείνων οἰχομένων τὰ καθόλου μένει. ὥστε οὐκ ἂν εἴη οὐσία τῶν ἐν ὑποκειμένῳ. οὐκ ἴδιον δὲ οὐσίας τοῦτο, ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ ἐν ὑποκειμένῳ ἐστί. τὸ γὰρ πεζὸν καὶ τὸ δίπουν καθ’ ὑποκειμένου μὲν λέγεται τοῦ ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστιν· οὔτε γὰρ ἐν τῷ ἀνθρώπῳ τὸ δίπουν ἐστὶν οὔτε τὸ πεζόν. καὶ ὁ λόγος δὲ ὁ τῆς διαφορᾶς κατηγορεῖται, καθ’ οὗ ἄν λέγοιτο ἡ διαφορά, οἷον εἰ τὸ πεζὸν κατὰ τοῦ ἀνθρώπου λέγεται, καὶ ὁ λόγος ὁ τοῦ πεζοῦ κατηγορηθήσεται τοῦ ἀνθρώπου · πεζὸν γάρ ἐστιν ὁ ἄνθρωπος. ἡ γὰρ διαφορά, ποιότης οὖσα οὐσίας, τῶν τε συμβεβηκότων καὶ τῆς οὐσίας ἐστὶ σύνδεσμος, καὶ διὰ μέσης αὐτῆς τά τε συμβεβηκότα καὶ ἡ οὐσία συνάπτονται, καὶ οὕτω τῶν πάντη διαφερόντων κατὰ τάξιν φυσικὴν ἡ ἕνωσις γίνεται. ἡ γὰρ φύσις οὐκ ἄμεσον τὴν εἰς τἀναντία ποιεῖται μετάβασιν· οὐ γὰρ ἀπὸ τῶν φυτῶν ἀθρόως ἐπὶ. τὰ ἐντελῆ τῶν ζώων ἐβάδισεν· ἀλλὰ τὴν μεταξὺ τῶν ζωο- φύτων οὐσίαν ὑπέστησεν, οὐδ’ ἀπὸ τοῦ λευκοῦ πρὸς τὸ μέλαν ἦλθεν, μὴ τοῦ φαιοῦ μεσιτεύοντος. οὕτω κἀνταῦθα συναγωγὸν ἀμφοτέρων τὴν διαφορὰν συνεστήσατο, μέρος οὖσαν οὐσίας καὶ συμπληροῦσαν αὐτήν. μὴ ταραττέτω οὖν ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις, μήποτε ἀναγκασθῶμεν οὐκ οὐσίας αὐτὰ φάσκειν εἶναι· οὐ γὰρ οὕτω τὰ ἐν ὑποκει- μένω ἐλέγετο, τὰ ὡς μέρη ὑπάρχοντα ἔν τινι, ἀλλὰ τὰ μὴ ὡς μέρη. εἰ δὴ κοινὸν κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, τί ἄν περὶ τοῦ νοῦ ἢ τῆς ψυχῆς φήσαιμεν καὶ πρὸ τούτων περὶ τῶν ἰδεῶν αὐτῶν; αἱ μὲν γὰρ ἐκ νῷ ὑφεστήκασιν, ὁ δὲ ἐν ψυχῇ, ἡ δὲ ἐν σώματι. ἢ μὴ ὡς ἐν ὑποκει- μένω μηδὲ κατὰ συμβεβηκότα τὴν ἐν τούτοις εἶναι δεῖ λέγειν μέθεξιν, ἀλλ’ ὡς οὐσίαν ἐν ἑτέρᾳ οὐσίᾳ, τὴν κατ’ ἐνέργειαν ἐν τῇ κτὰ δύναμιν καὶ τὴν 5 ἀνθρώπου λέγεται M post ἔστιν iterat τῶν δὲ δευτέρων—ἐν ὑποκειμένῳ (3.4) M 11 κατηγορήσῃς BL1 13 δύνανται M φθαρῆναι M 14 λέγεται M 18 οὔτε—οὔτε scripsi: οὐδὲ—οὐδὲ libri 24 τῶν om. LM 26 ἀθρόως] εὐθέως M τὴν] τὰ L1 29 οὖσαν οὐσίαν L 30 ὡς om. M τοῖς λόγοις M 32 εἰ δὲ M 35 ἐν τῇ ψυχῇ L 36 τὴν] τοῖς M εἶναι om. M χωριστὴν καὶ ἀσώματον ἐν τῇ ἀτελεῖ καὶ σωματικῇ, καὶ τὴν συνέχουσαν καὶ κρατοῦσαν ἐν τῇ ἐχομένῃ καὶ ἀρχομένῃ, ὥσπερ ἄν εἰ καὶ ἐν νηὶ κυβερνήτην ἐνεῖναι λέγοιμεν ἢ ἐν ἅρματι ἡνίοχον. Υπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ πάντα συνωνύμως τὰ ἀπ’ αὐτῶν λέγεσθαι. πᾶσαι γὰρ αἱ ἀπὸ τούτων κατηγορίαι ἤτοι κατὰ τῶν ἀτόμων κατηγοροῦνται ἢ κατὰ τῶν εἰδῶν. ἀπὸ μὲν γὰρ τῆς πρώτης οὐσίας οὐδεμία ἐστὶ κατηγορία· κατ’ οὐδενὸς γὰρ ὑποκειμένου λέγεται· τῶν δὲ δευτέρων οὐσιῶν τὸ μὲν εἶδος κατὰ τοῦ ἀτόμου κατηγορεῖται, τὸ δὲ γένος καὶ κατὰ τοῦ εἴδους καὶ κατὰ τοῦ ἀτόμου. ὡσαύτως δὲ καὶ αἱ διαφοραὶ καὶ κατὰ τῶν εἰδῶν καὶ κατὰ τῶν ἀτόμων κατηγοροῦνται. καὶ τὸν λόγον δὲ αἱ πρῶται οὐσίαι ἐπιδέχονται καὶ τὸν τῶν εἰδῶν καὶ τὸν τῶν γενῶν, καὶ τὸ εἶδος δὲ τὸν τοῦ γένους· ὅσα γὰρ κατὰ τοῦ κατηγορουμένου φυσικῶς λέγεται καὶ οὐσιωδῶς, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. ὡσαύτως δὲ καὶ τὸν τῶν διαφορῶν λόγον ἐπιδέχονται τὰ εἴδη τε καὶ τὰ ἄτομα. συνώνυμα δέ γε ἦν, ὧν καὶ τοὔνομα κοινὸν καὶ λόγος ὁ αὐτός· ὥστε πάντα τὰ ἀπὸ τῶν οὐσιῶν καὶ διαφορῶν συνωνύμως λέγονται. ἀλλὰ πῶς οὐσίας μόνης καὶ διαφορᾶς τὴν συνώνυμον κατηγορίαν ἐθέμεθα. ὁρῶντες ἐνοῦσαν κἀν ταῖς ἄλλαις τῶν κατηγοριῶν αὐτήν; πάντα γὰρ τὰ ἐν ἐκείναις γένη καὶ εἴδη συνωνύμως κατὰ τῶν ὑπ’ αὐτὰ λέγεται. καὶ γὰρ ἡ ἐπιστήμη κατὰ τῆς γραμματικῆς, ἡ δὲ κατὰ τῆς ἐν τῷδε τῷ γραμματικῷ συνωνύμως ῥηθήσεται. ἢ πρώτως μὲν τῇ οὐσίᾳ καὶ κυριώτατα τοῦτό ἐστι, μεταφέρεται δ’ ἐκεῖθεν καὶ μεταδίδοται καὶ τοῖς ἄλλοις γένεσιν. ὥσπερ καὶ τὸ χρῶμα οὐσιωδῶς κατηγορεῖσθαι τοῦ ευκοῦ λέγομεν, κατὰ τὴν ἕξιν τῆς ἐπιστήμης ἐκ τῆς οὐσίας τὸ οὐσιῶδες μετάγοντες καὶ ἔτι κατὰ τὸ κοινῶς σημαινόμενον· πᾶσα γὰρ ἁπλῶς ὕπαρξις, εἴτε καθ’ ἑαυτὴν ἕσταται εἴτε πρὸς ἕτερον ἥδρασται, οὐσία λέγεται, ὥσπερ καὶ ὄν. Τρίτον δὲ οὐσίας παρακολούθημα τὸ δείξει ὑποκεῖσθαι καὶ οἷον τῇ χειρὶ παραδηλοῦσθαι καὶ ἀθρόως τῇ αἰσθήσει καταλαμβάνεσθαι· πᾶσα γὰρ οὐσία δοκεῖ τόδε τι σημαίνειν. ὡς γὰρ ἐν ποιῷ τὸ τοιόνδε καὶ ἐν ποσῷ τὸ τοσόνδε οἰκείως καὶ προσφυῶς λαμβάνεται, οὕτω τὸ τόδε δεικτικὸν ἐπὶ τῆς οὐσίας καὶ καταλλήλως ἀποδοθήσεται. ἐπὶ μὲν γὰρ τῶν πρώτων οὐσιῶν ἀναμφισβήτητον καὶ ἀληθές ἐστιν , ὅτι τόδε τι σημαίνει· ἄτομον γὰρ καὶ ἓν ἀριθμῷ τὸ δηλούμενον· ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν φαίνεται μὲν ὁμοίως τῷ σχήματι τῆς προσηγορίας τόδε τι σημαίνειν, ὅταν εἴπῃ ἄνθρωπον ἢ ζῶον, οὐ μὴν ἀληθές γε, ἀλλὰ μᾶλλον ποιόν τι σημαίνειν · οὐ γὰρ ἕν ἐστι τὸ ὑποκείμενον ὥσπερ ἡ πρώτη οὐσία, ἀλλὰ κατὰ πολλῶν ὁ ἄνθρωπος λέγεται καὶ τὸ ζῶον. οὐχ ἀπλῶς δὲ ποιόν τι σημαίνει, ὥσπερ τὸ λευκόν οὐδὲν γὰρ ἄλλο σημαίνει 1 χωριστικὴν M ἀτελῆ L1 3 ἐκεῖναι L: εἶναι Μ 7 τῶν δὴ Μ 8 γένους L 9 τῶν ἀτόμων M 11 καὶ (post ἐπιδέχονται) om. BM 12 τῶν τοῦ L 14 τε om. M 15 καὶ ὁ λόγος M 16 λέγεται M 17 κἄν L 19 ἡ ἐπι- στήμη L 21 κυριώτατον M 23 κατὰ scripsi: καὶ libri 28 ἀθρόον M 29 τῶ ποιῶ M ἐν τῶ ποσῷ M 30 δεικτικῶς Μ 31 καὶ ταλλήλως M 32 ἓν] ἐν Μ 34 ἄνθρωπος BL 35 οὐ γὰρ ἔνεστι L τὸ λευκὸν ἀλλ’ ἢ ποιόν), τὸ δὲ εἶδος τῆς οὐσίας καὶ τὸ γένος περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει· ποιὰν γάρ τινα οὐσίαν σημαίνει. ἐπὶ πλεῖον δὲ τῷ γένει ἢ τῷ εἴδει τὸν ἀφορισμὸν ποιεῖται · ὁ γὰρ ζῶον εἰπὼν , ἐπὶ πλεῖον περιλαμ- βάνει ἢ ὁ τὸν ἄνθρωπον. ἀλλὰ πῶς τὸν τινὰ ἄνθρωπον ἄνθρωπον καὶ ζῶον, εντι δὲ καὶ λογικὸν καὶ θνητὸν λέγομεν, εἰ μὴ πάντα ταῦτα τάδε ἐστίν; ἢ ὅτι τὰ εἴδη τὰ καταταχθέντα τάδε λέγειν οὐκ ἄτοπον, ὁ λόγος δὲ ἦν περὶ τῶν καθ’ ἑαυτὰ ἐπινοουμένων. οἱ μέντοι τοῖς εἴδεσι καὶ τοῖς γένεσι διδόντες ὑπό- στασιν καὶ ὅλως οἱ τὰς ἰδέας εἰσάγοντες καὶ τὸ τάδε ταῦτα εἶναι ἑπόμενον ταῖς ὑποθέσεσιν ἔχουσιν. ἐπεὶ δὲ καὶ ἡ ἄτομος οὐσία, ᾗ καὶ κυρίως τὸ τόδε πρόσεστι, τριττὴ κατά τε ὕλην καὶ τὸ εἶδος καὶ τὸ συνάμφω, τὸ τόδε κατὰ πάντα ῥηθήσεται. <ὥστε> οὐκ ἄν εἴη οὐδὲ τοῦτο οὐσίας ἴδιον· ἐλλείπει ὥσπερ τὸ πλεονάζειν τὰ πρὸ αὐτοῦ. Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν ἐναντίον αὐταῖς εἶναι. τῇ γὰρ πρώτῃ οὐσία τί ἂν εἴη ἐναντίον, οἷον τῷ τινὶ ἀνθρώπῳ ἢ τῷ τινὶ ζῴῳ; οὐδὲν γάρ ἐστιν ἐναντίον. οὐδέ γε τῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ οὐδέν ἐστιν ἐναντίον. οὐ μόνης δὲ τοῦτο τῆς οὐσίας ἐστίν, ἀλλὰ γὰρ καὶ ἐπ’ ἄλλων πολλῶν, οἷον ἐπὶ τοὐ ποσοῦ· τῷ γὰρ διπήχει ἢ τριπήχει οὐδέν ἐστιν ἐναντίον, οὐδέ γε τοῖς δέκα οὐδὲ τῶν τοιούτων οὐδενί, εἰ μή τις τὸ πολὺ τῷ ὀλίγῳ φαίη ἐναντίον εἶναι ἢ τὸ μέγα τῷ μικρῷ· τῶν δὲ ἀφωρισμένων ποσῶν οὐδὲν οὐδενί ἐστιν ἐναντίον. πρὸς δὲ τοὺς ἐνισταμένους ἐπὶ τὰς ἀντιδιῃρημένας τῶν οὐσιῶν, ἐναντιοῦσθαι λέγοντας τὸ σῶμα τῷ ἀσωμάτῳ ἢ τὸ λογικὸν τῷ ἀλόγῳ, οὕτω δεῖ ἀπαντᾶν ὡς εἰ μὲν ἀπόφασις τοῦ σώματος τὸ ἀσώματον ἢ τοῦ λογικοῦ τὸ ἄλογον, οὐκ ἔστιν ἡ ἀπόφασις ἐναντίον· εἴτε δὲ καταφατικὴν ἔχει δύναμιν εἶδός τι δηλοῦσαν ἕτερον τοῦ σώματος καὶ τοῦ λογικοῦ, οὐκ ἄν οὐδὲ οὕτως εἴη ἐναντίον. πῶς γὰρ τὸ παράγον καὶ τάττον ἐναντίως ἔχει πρὸς τὸ παρα- γόμενον ὑπ’ αὐτοῦ καὶ ταττόμενον ; νοῦς γὰρ καὶ λόγος ὑφίστησι τά τε σώματα καὶ τὰ ἄλογα. ἀλλ’ οὐδὲ εἶδος εἴδει ἐναντίον, ὡς ἄν εἴποι τις περὶ πυρός τε καὶ ὕδατος, ἀλλὰ κατὰ τὰς διαφορὰς καὶ ποιότητας τοῖς στοιχείοις ἡ ἀντίθεσις γίνεται. ἀλλ’ οὐδὲ οἱ ἐν ταῖς ἀρχαῖς τὴν ἐναντίωσιν θέμενοι ἧττον ἄτοπα λέγουσι, καὶ τῇ οὐσίᾳ τὴν μὴ οὐσίαν ἀντιτιθέντες ἢ τῇ τοῦ ἀγαθοῦ φύσει τὴν τοῦ κακοῦ καὶ τὴν τῶν χειρόνων ἀρχὴν τῇ τῶν βελτιόνων. εἰ μὲν γὰρ μὴ ὂν λέγουσι τὸ μηδαμῶς ὄν, οὐδεμίαν ἕξει τὴν σχέσιν ἢ τὴν παράθεσιν πρὸς τὸ ὄν· εἰ δὲ μετέσχε πη τοῦ ὄντος, πῶς πάντη κεχώρισται ἢ τῷ ὄντι ἀντίκειται, ὅ γε αὐτοῦ μετείληφεν; εἰ δὲ ὡς οὐσίαι δύο κεχωρισμέναι, αὐτὸ τὸ εἶναι ἓν ἕξουσιν. εἰ δὲ κατ’ ἐκβεβηκυῖαν ἑτερότητα ἐξῄρηνται καὶ ἀλλήλων ἀφίστανται, ὡς καθάπαξ ἠλλοτριωμέναι καὶ μηδὲν κοινὸν ἔχουσαι, οὐδὲ τῆς τῶν ἐναντίων μεθέξουσι σχέσεως. καὶ εἰ μέν, ὥσπερ εἴωθε λέγεσθαι, ἀπὸ τοῦ ὄντος τὸ μὴ ὄν, οἷον ἀπὸ τοῦ θείου καὶ ἀύλου καὶ νοητοῦ τὸ αἰσθητὸν 1 ἢ τὸ ποιόν M 1. 2 τὸ ποιὸν om. L1 3 παραλαμβάνει M 6 καταχθέντα M 7 γένεσι καὶ τοῖς εἴδεσι M 11 ὥστε addidi 13 μηδὲν] μὴ M 14 οἴον— ἐναντίον (16) om. M 16 γὰρ om. Μ 17 δηπήχει B1 L 22 δεῖ] δὴ M 20 αὐτῆς M 27 εἴπῃ M 30 ἀντιθέντες M ταῖς φύσεσι M 33 πάντως M 34 αὐτοῦ] αὐταῖς Μ ὡς om. M 36 ἔχουσιν M παράγεται καὶ ὁρώμενον, ὡς ἄν ἀπὸ τοῦ πρώτου ἔσχατον καὶ ἀπὸ ποιητοῦ ποίημα, πῶς ἄν ἔχοι πρὸς αὐτὸ τὴν ἐναντίωσιν κατὰ τὸ πάντη ἀπ’ αὐτοῦ κεχωρίσθαι, εἴπερ ἀπ’ αὐτοῦ τὴν ὅλην ἔσχεν ὑπόστασιν; εἰ δέ γε ἐξ ἀρχῆς καθ’ ἑαυτὰ ὑφέστηκεν, διὰ τί τὸ μὲν ἔσται ὃν τὸ δὲ μὴ ὄν, ἢ τὸ μὲν ἀγαθὸν τὸ δὲ κακόν, εἴπερ ἀρχαὶ ἄμφω καὶ αἴτια; πῶς δὲ καὶ συνῆλθε τὰ δύο, ἄπορον εὑρεῖν. εἰ δὲ τρίτου δέοι τοῦ συνάξοντος, πῶς ἔσται ταῦτα πρῶτα καὶ ἀνώτατα ἐναντία, ὥσπερ ἐλέγετο ; εἰ δὲ ἀσύνακτα μεμενήκασι , πῶς γένεσις ἐπετελέσθη καὶ τόδε τὸ πάν; τοσαῦτα οὖν καὶ ἔτι πλείω ἄτοπα ἕψεται τοῖς ἐν τάξει ἀρχῆς μετὰ τοῦ ὄντος καὶ τοῦ ἀγαθοῦ τὸ μὴ ὂν καὶ τὸ κακὸν ἀπολείπουσιν. Ἐπεὶ δὲ πρὸς τοῖς ἄλλοις οὐδὲ τὸ μὴ ἐπιδέχεσθαι ἐναντίωσιν ἴδιον τῆς οὐσίας ἐφάνη, μεταβῶμεν ἐφ’ ἕτερον· δοκεῖ γὰρ ἡ οὐσία οὐκ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. λέγω δὲ οὐχ ὅτι οὐσία οὐσίας οὐκ ἔστι μᾶλλον οὐσία καὶ ἧττον οὐσία τοῦτο μὲν γὰρ εἴρηται ὅτι ἔστιν· ἐν οἷς γὰρ διαιροῦντες τὰς μὲν οὐσίας πρώτας καὶ μάλιστα, τὰς δὲ δευτέρας καὶ ἥττονας ὠνομάζομεν, τί ἄλλο ἢ τοῦτο παρεδηλοῦμεν; καὶ μετὰ μικρὸν δέ, ὁπηνίκα τὰς μὲν ὡς νοητὰς καὶ ἀύλους θεωρῶμεν, τὰς δὲ ὡς αἰσθητὰς καὶ ὑλικάς, ἢ τὰς μὲν λογικὰς τὰς δὲ ἀλόγους, τὸ κἀν τῇ οὐσίᾳ παρεῖναι τὸ ἀτιμότερον καὶ τὸ τιμιώτερον παρι- στάνομεν), ἀλλ’ ὅτι ἐπὶ τῶν ὁμοταγῶν καὶ ὁμοστοίχων ἑκάστη οὐσία τοῦτο, ὅπερ ἐστίν, οὐ λέγεται μᾶλλον καὶ ἧττον. οἷον εἰ ἔστιν αὕτη ἡ οὐσία ἄνθρωπος, οὐκ ἔστι μᾶλλον καὶ ἧττον ἄνθρωπος οὔτε αὐτὸς ἑαυτοῦ οὔθ’ ἕτερος ἑτέρου· οὐ γάρ ἐστιν ἕτερος ἑτέρου μᾶλλον ἄνθρωπος, ὥσπερ τὸ λευκόν ἐστιν ἕτερον ἑτέρου μᾶλλον λευκόν, καὶ καλὸν ἕτερον ἑτέρου μᾶλλον καὶ ἧττον καλὸν λέγεται, καὶ ἑαυτοῦ μᾶλλον καὶ ἧττον λέγεται, οἷον τὸ σῶμα λευκὸν ὂν μᾶλλον λευκὸν λέγεται εἶναι νῦν ἢ πρότερον, καὶ θερμὸν ὂν μᾶλλον θερμὸν καὶ ἧττον λέγεται. ἡ δέ γε οὐσία οὐδὲν μᾶλλον οὐσία καὶ ἧττον λέγεται· οὐδὲ γὰρ ὁ ἄνθρωπος μᾶλλον νῦν ἄνθρωπος ἢ πρότερον λέγεται, οὐδέ γε τῶν ἄλλων οὐθέν, ὅσα ἐστὶν οὐσία. ἀλλ’ οὐδὲ τῷ λογικώτερον ἄνθρωπον ἀνθρώπου λέγεσθαι κατὰ τὴν οὐσιώδη λογικότητα διαφέρειν αὐτοὺς εἴποιμεν ἐκείνη γὰρ ἐπ’ ἴσης) ἀλλὰ κατὰ τὴν ἕξιν ἢ τὴν ἐνέργειαν. ὁ μέντοι περὶ τῆς ὕλης λόγος ἐν τούτοις προσίσταται· οὐσία γάρ πως οὖσα μᾶλλον καὶ ἧττον λέγεται καὶ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον, καὶ ὅλως τὰ ἐναντία ἐν αὐτῇ φανταζόμεθα. ἢ καθὸ μὲν δυνάμει πάντα, αὐτὴ καθ’ ἑαυτὴν οὐδὲν διαφέρει ἴσην γὰρ καὶ ὡσαύτως τὴν πρὸς ὅλα τὰ ὄντα ἔμφασιν καὶ ὑποδοχὴν ἔχει), ἀπὸ μέντοι τῆς πρὸς τὸ εἶδος σχέσεως ἡ τοιαύτη παράλλαξις αὐτῇ παραγίνεται. ὥστε οὐκ ἄν ὅλως ἐπιδέχεται ἡ οὐσία τὸ μᾶλλον καὶ τὸ ἧττον. οὐκ ἔστι δὲ οὐδὲ τοῦτο ἴδιον τῆς οὐσίας τὸ μὴ ἐπιδέχεσθαι αὐτὴν τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ γὰρ τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον· ἀριθμὸς γὰρ ὁ γ΄ τοῦ ὅ 1 παράγεται Diels: παράγεσθαι libri τοῦ om. Β 2 ἔχοι scripsi: ἔχοιεν libri αὐτὰ M τῶ L αὐτῆς κεχώρισται M 3 αὐτῶν M 4 διὰ τί ὁ μὲν M 7 ἀνωτάτω Β 8 τοῖς] τῆς M 9 κακὸν om. M 14 γὰρ (post μὲν) 0111. L 15 ὀνομάζομεν Μ 16 παραδηλοῦμεν M 18 ἀτιμώτερον L 21 αὐτὸς scripsi: ἑαυτὸς libri 24 post ἑαυτοῦ add. δὲ M 28 τὸ M 36 οὐκ ἔστι—ἧττον (37) om. M οὐκ ἔστι μᾶλλον καὶ ἧττον , οὐδὲ τόπος τόπου οὐδ’ ἄλλο τῶν τοιούτων οὐδέν. Μάλιστα δὲ ἴδιον οὐσίας δοκεῖ τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν κατὰ τὴν ἑαυτοῦ μεταβολὴν τῶν ἐναντίων εἶναι δεκτικόν, οἷον ἐπὶ μὲν τῶν ἄλλων οὐδὲν ἄν ἔχοι τις τὸ τοιοῦτον προσενεγκεῖν, ὅσα μή ἐστιν οὐσία, ὃ ἓν ἀριθμῷ ὃν δεκτικὸν τῶν ἐναντίων ἐστίν, οἷον τὸ χρῶμα, ὅ ἐστιν ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ, οὐκ ἔσται λευκὸν καὶ μέλαν, οὐδὲ ἡ αὐτὴ πρᾶξις καὶ μία τῷ ἀριθμῷ οὐκ ἔσται φαύλη καὶ σπουδαία· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὅσα μὴ ἔστιν οὐσί. ἡ δέ γε οὐσία, ἓν καὶ ταὐτὸ ἀριθμῷ ὄν, δεκτικὴ τῶν ἐναντίων ἐστίν, οἷον ὁ τὶς ἄνθρωπος, εἷς καὶ ὁ αὐτὸς ὤν, ὁτὲ μὲν λευκὸς ὁτὲ δὲ μέλας γί- νεται, καὶ θερμός γε καὶ ψυχρός, καὶ φαῦλός γε καὶ σπουδαῖος. ἐπὶ δὲ τῶν ἄλλων οὐδενὸς φαίνεται τὸ τοιοῦτον, εἰ μή τις ἐνίσταιτο τὸν λόγον καὶ τὴν δόξαν φάσκων τῶν ἐναντίων εἶναι δεκτικά. ὁ γὰρ αὐτὸς λόγος ἀληθής τε καὶ ψευδὴς δοκεῖ εἶναι, οἷον εἰ ἀληθὴς εἴη λόγος τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ὁ αὐτὸς οὗτος λόγος ψευδὴς ἔσται. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δόξης· δόξαν δὲ ἐνταῦθα τὸν ἐνδιάθετον λόγον ἐν ψυχῇ καὶ ἄνευ φωνῆς λέγομεν. εἰ γάρ τις ἀληθῶς δοξάζοι τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ψευδῶς ὁ αὐτὸς οὗτος δοξάζει, τὴν αὐτὴν ἔχων περὶ αὐτοῦ δόξαν. εἰ δέ τις καὶ τοῦτο παραδέχοιτο , ἀλλὰ τῷ γε τρόπῳ διαφέρει. τὰ μὲν γὰρ τῶν οὐσιῶν αὐτὰ μεταβάλλοντα δεκτικὰ τῶν ἐναντίων ἐστί· ψυχρὸν γὰρ ἐκ θερμοῦ γενόμενον μειέβαλεν ἠλλοίωται γάρ) καὶ φαῦλον ἐκ σπουδαίου. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἕκαστον αὐτὸ μεταβολὴν δεχόμενον τοῦ ἐναντίου δεκτικόν ἐστιν. ὁ δὲ λόγος καὶ ἡ δόξα αὐτὰ μὲν ἀκίνητα πάντη πάντως διαμ·ένει, τοῦ δὲ πράγματος κινουμένου τὸ ἐναντίον περὶ αὐτὰ γίνεται· ὁ μ.ὲν γὰρ λόγος διαμένει τοῦ καθῆσθαί τινα, τοῦ δὲ πράγματος κινηθέντος ὁτὲ μὲν ἀληθὴς ὁτὲ δὲ ψευδὴς λέγεται. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δόξης. ὥστε τῷ τρόπῳ γε ἴδιονἂν εἴη τῆς οὐσίας τὸ κατὰ τὴν ἑαυτῆς μεταβολὴν δεκτικὴν τῶν ἐναντίων εἶναι. εἰ δέ τις καὶ ταῦτα παραδέχοιτο , τὴν δόξαν καὶ τὸν λόγον φάσκων δεκτικὰ τῶν ἐναντίων εἶναι, οὐκ ἔστιν ἀληθὲς τοῦτο. ὁ γὰρ λόγος καὶ ἡ δόξα οὐ τῷ αὐτὰ δεδέχθαι τι τῶν ἐναντίων εἶναι δεκτικὰ λέγεται, ἀλλὰ τῷ περὶ ἕτερον τὸ πάθος γεγενῆσθαι. τῷ γὰρ εἶναι τὸ πρᾶγμα καὶ μεταβάλλεσθαι, τούτῳ καὶ ὁ λόγος ἀληθὴς ἢ ψευδὴς εἶναι λέγεται, οὐ τῷ αὐτὰ δεκτικὰ εἶναι τοῦ ἐναντίου. ἁπλῶς γὰρ ὑπ’ οὐδενὸς οὔτε ὁ λόγος κινεῖται οὔτε ἡ δόξα· ἅμα γὰρ τῷ ῥηθῆναι ὁ λόγος ἔφθαρται καὶ τῷ δοξασθῆναι ἡ δόξα· ὃ δὲ μὴ μένει μηδὲ ἔστιν ὅλως, πῶς ἂν κινηθείη ἢ δέξεταί τι ἢ ἀποβαλεῖ; ὥστε οὐκ ἄν 2 post οὐδέν add. τὸ ἴδιον L 4 δεκτικήν M 5 ἔχη M ἐν ἀρι- θμῶ M 12 ἐνίσταται M ante τὸν add. λέγων M 13 φάσκων om. M 16 post φωνῆς add. γινόμενον M 17 δοξάζει L1 M 22 post ἕκαστον add. γὰρ M 24 κινουμένου—πράγματος (25) om. M 28 εἰ δέ τις— ἐναντίων εἶναι (29) om. L 30 δεδέχθαι τι] δέχεσθαι τῶν M τὸ M 31 τοῦτο BL 32 lacunam nou sensit, quam Categ. exempla omnia habent; ante καὶ addendum est ἡ δόξα εἶναι ἢ ψευδὴς M αὐτὸς δεκτικὸς εἶναι Categ. 4b 10 ex uno libro eoque correcto recepit Bekkerus 34 τὸ δοξασθῆναι BL ὁ δὲ μὴ—ὥστε (35) om. L μένη M εἴη δεκτικὰ τῶν ἐναντίων, μηδενὸς ἐν αὐτοῖς γινομένου πάθους. ἡ δέ γε οὐσία τῷ αὐτὴ τἀναντία δέχεσθαι, τούτῳ δεκτικὴ τῶν ἐναντίων λέγεται · νόσον γὰρ καὶ ὑγείαν ὁ αὐτὸς καὶ εἷς ἄνθρωπος ὁ Σωκράτης δέχεται, καὶ λευκότητα καὶ μελανίαν, καὶ ἕκαστον τῶν τοιούτων ἡ αὐτὴ οὐσία δεχομένη τῶν ἐναντίων εἶναι δεκτικὴ λέγεται. ἀλλ’ εἰ τοῦτο μάλιστα οὐσίας ἴδιον, τί ἄν περὶ τῆς νοητῆς οὐσίας καὶ ἀμεταβλήτου λέγοιμεν , ἢ τίνα τὰ ἐναντία περὶ αὐτήν, ἀναιρουμένων τῶν αἰσθητῶν ποιοτήτων; καὶ περὶ τῶν σωματικῶν μὲν ἀιδίων δὲ τὸ αὐτὸ ἀπορεῖν εὔλογον. τίνος γὰρ ὁ ἥλιος ἐπιδεκτικὸς ἐναντιότητος ἔσται ἢ αὐτὸς ὁ οὐρανός, ἀεί τε τὸ εἶδος συμπαραμένον ἔχοντες καὶ ἀεὶ κινούμενοι; καὶ ἐπὶ τῶν φθαρτῶν δὲ τὸ πῦρ θερμότητος μέν ἐστιν ἐπιδεκτικόν καὶ ἡ χιὼν ψυχρότητος, τῶν ἐναντίων δ’ οὔ. ἢ πρὸς ταῦτα ἐκεῖνο συντόμως εἰπεῖν, ὡς περὶ αἰσθητῆς οὐσίας καὶ μεταβαλλομένης μᾶλλον ὄντος τοῦ λόγου οὔτ’ ἄν ἡ νοητὴ οὐσία τῷ λόγῳ περιλαμβάνοιτο οὔτε ἡ αἰσθητὴ μὲν ἀμετάβλητος δέ. τό τε πῦρ καὶ ἡ χιὼν οὐκ ἐπιδεκτικὰ θερμότητος ἢ ψυχρότητος, ἀλλ’ ἐν τούτοις οὐσίωνται· δεῖ δὲ ἐπίκτητον εἶναι τὴν τῶν ἐναντίων μέθεξιν. οὐ πάντα δὲ τὰ ἐναντία παρεῖναι τῷ δεκτικῷ ζητεῖν δεῖ, ἀλλ’ ἤρκεσεν ἔστιν οἷς καὶ τρόπος εἷς, τὴν φύσιν ὅτι δεκτικὴ παραστῆσαι, ὡς ἐπὶ τοῦ πυρὸς ἡ κατὰ τὴν κίνησιν καὶ τὸν τόπον ἀντίθεσις · τῷ γὰρ ἄνω φέρεσθαι τὸ κάτω ἐναντίον, πάσχει δὲ ἄμφω τὸ πῦρ, τὸ μὲν ὑπὸ φύσεως, τὸ δὲ βίᾳ. ὅλως δὲ ἡ αἰσθητὴ οὐσία, συμφόρησίς ἐστι ποιοτήτων καὶ ὕλης, καὶ ὁμοῦ μὲν πάντα συμπαγέντα μίαν ποιεῖ χωρὶς δὲ λαμβανόμενον ἕκαστον τὸ μὲν ποιὸν τὸ δὲ ποσόν ἐστιν ἤ τι ἄλλο. καὶ ὃ μὲν ἄν ἐκλεῖπον μήπω ἀπηρτισμένην παρέχηται, μέρος ἔσται αὐτῆς· ὃ δ’ ἄν γενομένῃ ἐπισυμβῇ, ἐπίκτητον ἔσται καὶ συμβεβηκός. καὶ ἕκαστον μὲν τῶν συνιόντων οὐκ ἔστιν οὐσία, τὸ δὲ ὅλον τὸ ἐκ πάντων οὐσία ἐστίν. οὐ γὰρ τὸ ὅλον ἀληθὴς ἦν οὐσία ἡ αἰσθητὴ οὐσία, ἀλλὰ μιμου- μένη τὴν ἀληθῆ. διὰ ταῦτα καὶ συμβαίνει ἐξ ἀνάγκης μήτε πάντα τοῦ εἶναι μετέχειν κυρίως τὰ ἐπ’ αὐτῆς μήτε ἡμᾶς τὰ ὑπάρχοντα λαμβάνοντας δύνασθαι τὰ κατ’ οὐσίαν προσόντα αὐτῇ περιλαβεῖν. ὁ γὰρ αὐτὸ τὸ εἶναι ζητῶν ἀόρα- τόν τι ζητεῖ καὶ κρεῖττον ἢ κατὰ τὴν αἰσθητὴν οὐσίαν. καὶ ταῦτα μὲν ἐν τούτοις. Ἐπὶ δὲ τοῖς ἀποδεδομένοις οὐσίας ἰδίοις ἐκεῖνο παρατηρήσεις· ἐπεὶ γὰρ ἕκαστον τῶν ὄντων γινώσκομεν ταῖς τε οἰκείαις διαφοραῖς καὶ ταῖς ἀντιδιαιρου- μέναις πρὸς αὐτάς αἱ μὲν γὰρ τί ἐστι τὸ πρᾶγμα, αἱ δὲ τί οὐκ ἔστι σημαί- νουσιν), ἐξ ἀμφοτέρων δὲ ἡ ἐντελεστάτη κατάληψις γίνεται, τὸ μὲν συνωνύμως λέγεσθαι καὶ τὸ τόδε τι σημαίνειν καὶ τὸ τῶν ἐναντίων εἶναι δεκτικήν, καὶ ὅσα τοιαῦτα περὶ οὐσίας λεγόμενα τὴν τῶν ὑπαρχόντων αὐτῇ ἐνέφαινον ἰδιότητα· τὸ δὲ μηδὲν ἔχειν ἐναντίον καὶ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἃ 1 γενομένου M 2 αὐτὴ scripsi: αὐτὴν libri δεκτικὰ Β 3 κὑγείαν L 4 μελάνωσιν M 10 ἡ repetit L 11 συντόμως] litteras συντ delevit L post συντόμως addendum est δεῖ vel ἔστιν 12 τῶ λόγω M 13 ἡ om. Β 16 τῶ δεκτικῷ παρεῖναι M 17 δεκτικὴ] δεκτικὸν τὸ M 18 τὰ γὰρ Β 22 παρέχεται Μ 24 τὸ δὲ—αἰσθμτὴ οὐσία (25) om. M 31 ἀποδιδομένοις M τῆς οὐσίας Β ἰδίως L 35 τὸ (ante τόδε) om. L 36 αὐτὴν M 37 ante μὴ add. τὸ M οὐκ ἔστιν ἀπέφασκον. ἀγαπητὸν δὲ περὶ τῶν μεγίστων καὶ χαλεπῶν τὸ καὶ μικρῶν εὐπορεῖν. κἀν τοῖς ἀνωτάτοις δὲ καὶ πρώτοις γένεσιν , ἐπεὶ μὴ ὅρῳ τὴν φύσιν εἰπεῖν εἴχομεν δεήσει γὰρ τῶν ἀνωτάτω ἀρχῶν ἑτέρας ἀνωτέρας εἶναι), δι’ ὑπογραφῆς καὶ λόγων ἐξωτερικῶν ἁμωσγέπως αὐτὰ δηλοῦν ἐπιβάλλομεν. οὔσης δὲ τῆς πραγματείας περὶ τῶν ὄντων κατὰ τὰς φερομένας δόξας περὶ αὐτῶν τοῖς πολλοῖς, δεῖ τοὺς ἐντελέστερον πραγματευομένους μετὰ τὸ διαρθρῶσαι τὰς πεπλανημένας ὑπολήψεις καὶ ἀορίστους καὶ τὴν οἰκείαν ἐκτιθέναι καὶ ἀληθῆ · ταῖς μὲν γὰρ ἄν ὁ πολὺς ἡσθείη, τῇ δὲ ὁ σοφὸς ἀρεσθείη. ὃ δὴ καὶ αὐτοὶ ποιεῖν προεθέμεθα, προηγουμένως μὲν καθ’ ἑκάστην τῶν κατηγοριῶν κατὰ τὴν περὶ αὐτῶν κρατοῦσαν δόξαν ἐν τοῖς πολλοῖς θεωρεῖν, εἶτα καὶ τὴν ἐπιβάλλουσαν ἐπιστημονικὴν ἐπάγειν ἐπίσκεψιν. καὶ δὴ αὐτίκα οὔτε τὴν αἰσθητὴν οὐσίαν καὶ μερικὴν τῆς διανοητῆς καὶ καθόλου κυριωτέραν <κυριωτέραν καὶ> πρώτην καὶ μάλιστα φήσομεν, οὔτε πολλῷ μᾶλλον τῆς νοητῆς καὶ ἀύλου καὶ καθ’ ἑαυτὴν ἑστώσης, ἀλλὰ τοὐναντίον ἅπαν κυριώτερον μὲν ἡγεῖσθαι <δεῖ> τοῦ μερικοῦ τὸ καθόλου τὸ μὲν γὰρ μένει, τὸ δὲ φθείρεται) καὶ πρῶτον καὶ μάλιστα· συναναιρεῖ γὰρ ἀναιρούμενον καὶ συνεισφέρεται μὴ συνεισφέρον. κατα- λυομένης οὖν ἐντεῦθεν καὶ τῆς ἐκείνως λεγομένης εἰς πρώτας καὶ δευτέρας τῶν οὐσιῶν διαιρέσεως, ἥδ’ ἄν κατὰ φύσιν καὶ ἐπιστήμην ἀντεισαχθείη. τῆς οὐσίας τὸ μὲν νοητὸν καὶ ἀσώματον, οἷον ἄγγελος νοῦς καὶ ψυχή (ἡ γὰρ δημιουργικὴ τῶν ὄντων αἰτία καὶ οὐσίας καὶ ὅλως ὄντος ὑπερεξῄρηται), τὸ δὲ αἰσθητὸν καὶ σωματικόν · καὶ τούτου τὸ μὲν ἔμψυχον, τὸ δὲ ἄψυχον. καὶ τοῦ ἀψύχου τὸ μὲν κύκλῳ φέρεται, ὡς ἅπας ὁ οὐρανὸς καὶ τὰ περὶ αὐτὸν σώματα, τὸ δὲ κατ’ εὐθεῖαν. καὶ τούτου τὸ μὲν ἄνω καὶ πέριξ, οἷον τὸ πῦρ καὶ ἀήρ, τὸ δὲ κάτω καὶ περὶ τὸ μέσον, ὡς ὕδωρ καὶ γῆ. τοῦ δ’ ἐμψύχου τὸ μὲν ἀναίσθητόν ἐστιν ὡς τὸ φυτόν, τὸ δὲ αἰσθητικόν. καὶ τούτου τὸ μὲν ἀμετά- βατον, ὃ δὴ καὶ ζωόφυτον λέγομεν, τὸ δὲ μεταβατικόν, οἷόν ἐστι τὸ ζῶον. τούτου δὲ τὸ μὲν λογικόν, τὸ δ’ ἄλογον· καὶ τοῦ λογικοῦ τὸ μὲν θνητόν , τὸ δὲ ἀθάνατον. διαιρεθείη δ’ ἄν καὶ ἕκαστον τούτων εἰς ἕτερα πλείονα, ἀλλ’ οὖν ἡμῖν εἰς ἔνδειξιν ἀρκέσει καὶ ταῦτα. καὶ περὶ μὲν οὐσίας τοσαῦτα εἰρήσθω.