Τῶν δὴ κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν ση- μαίνει ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι ἢ ποῦ ἢ ποιὲ ἢ κεῖσθαι ἢ ἔχειν ἢ ποιεῖν ἢ πάσχειν. καὶ οὐσία μέν, ὡς ἐν τύπῳ εἰπεῖν, οἷον ἄνθρωπος, ἵππος· ποσὸν δὲ οἷον δίπηχυ, τρίπηχυ· ποιὸν δὲ οἷον λευκόν, γραμματικόν· πρός τι δὲ οἷον διπλάσιον, ἥμισυ, μεῖζον· ποῦ δὲ οἷον ἐν Λυκείῳ, ἐν ἀγορᾷ· ποτὲ οἷον χθές, πέρυσι· κεῖσθαι οἷον ἀνάκειται, κάθηται· ἔχειν οἷον ὑποδεδέσθαι, ὡπλί- σθαι· ποιεῖν οἷον τέμνειν, καίειν· πάσχειν δὲ οἷον τέμνεσθαι, καίεσθαι. ἕκαστον δὲ τῶν εἰρημένων ἐν οὐδεμιᾷ καταφάσει ἢ ἀποφάσει λέγεται, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις ἢ ἀπόφασις γίνεται. ἅπασα γὰρ δοκεῖ κατάφασις ἢ ἀπόφασις ἤτοι ἀληθὴς ἢ ψευδὴς εἶναι· τῶν δὲ κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδός ἐστιν, οἷον ἄνθρωπος, λευκόν, τρέχει, νικᾷ. ὡς ἄν δὲ καὶ κατ’ ἐπιστημονικὴν ἔφοδον 1 μόνον M 7 ἐστιν om. M 8 ὁμοίως om. M 9 ἀλλὰ] ἀλλ’ ἡ corr. L κατὰ om. Β 10 ὠνομάσθη M 11 τὸ μὲν L 13 τῶ—δεκτικῶ M 14 post διὰ add. μὲν M 15 ἀδίων L 18 γίνεσθαι BL 23 χρησιμεύοντα M 24 χωροῦμεν M 25 διελόμεθα BM 30 δὲ (post πρός τι) om. M 31 λυκίου BL 32 πέρισυ L 35 ἅπασι Β γειαι, τὰ δὲ πάθη · τὰς γὰρ δυνάμεις, ὡς μέσας ὑπάρξεων οὔσας καὶ ἐνερ- γειῶν, ταῖς ὑπάρξεσι συντετάχαμεν. τὰς μὲν οὖν ἐνεργείας καὶ τὰ πάθη αἵ τε τοῦ ποιεῖν καὶ πάσχειν κατηγορίαι προσειλήφασι. τῶν δὲ ὑπάρξεων αἱ μέν εἰσι καθ’ ἑαυτάς, ἃς οὐσίας κατονομάζομεν, αἱ δὲ ὑφεστήκασιν ἐν ἑτέροις· καὶ τούτων αἱ μὲν κατὰ σχέσιν θεωροῦντι, αἱ δὲ ἄσχετοί εἰσι. καὶ τῶν ἀσχέτων αἱ μὲν ἀμέριστοι καὶ ἀδιάστατοι, αἷς τὸ ποιὸν ἀφορίζεται, αἱ δὲ κατὰ διάστασιν καὶ τὸν πληθυσμόν, ἃς τὸ ποσὸν περιείληφεν. τῶν δὲ κατὰ σχέσιν αἱ μὲν πρὸς ἀντιστρέφοντα λέγονται, ἃς πάσας ἡ τοῦ πρός τι κατηγορία συνέσχεν, αἱ δὲ οὐ πρὸς ἀντιστρέφοντα. καὶ τούτων αἱ μὲν κατὰ τὴν πρὸς τὰ σώματα σχέσιν θεωροῦνται, αἱ δὲ κατὰ τὴν πρὸς τὰ ἀσώματα· καὶ τούτων τὴν μὲν κατὰ τὴν πρὸς τόπον ἡ τοῦ ποῦ ἔχει κατηγορία, τὴν δὲ κατὰ τὴν πρὸς χρόνον ἡ τοὐ ποτέ. τῶν δὲ κατὰ τὴν πρὸς τὰ σώματα σχέσιν ἡ μὲν κατὰ τὴν πρὸς ἐκεῖνα, ἐφ’ ὧν ἱδρύμεθα ἡ ἑστῶτες ἢ καθήμενοι ἢ ἀνακείμενοι, ἅπερ ὑπὸ τὸ κεῖσθαι ἀνάγομεν, ἡ δὲ κατὰ τὴν πρὸς τὰ περικείμενα, ὅσα ὑπὸ τὸ ἔχειν τιθέμεθα· τὰ γὰρ σώματα, πρὸς ἃ ἡ σχέσις αὕτη, οὕτως ἔχει, ὡς ἢ ἡμᾶς ἐν ἐκείνοις ἡ ἐκεῖνα ἐν ἡμῖν ἱδρῦσθαι. καὶ ἀποχρῶσα μὲν καὶ αὕτη τῶν γενῶν ἡ εἰς δέκα διαίρεσις· διαιρεθείη δ’ ἄν τὰ αὐτὰ καὶ οὕτω. τὸ ὂν ἢ ἐν αὑτῷ ὑφέστηκε καὶ ἔστιν οὐσία, ἢ ἐν ἑτέρῳ · καὶ τούτου τὸ μὲν ἐν σχέσει ἐστὶ καὶ ποιεῖ τὰ πρός τι, τὸ δὲ ἄσχετόν ἐστι. τοῦ δὲ ἀσχέτου τὸ μὲν κατὰ διάστασιν θεωρεῖται καὶ ποιεῖ τὸ ποσόν, τὸ δὲ ἀδιά- στατόν ἐστι καὶ ποιεῖ τὸ ποιόν. καὶ οὕτω μὲν τὰς τέσσαρας καὶ κυριωτέρας τῶν κατηγοριῶν ἀπὸ διαιρέσεως ἔχομεν· ἡ δὲ τῆς οὐσίας πρὸς τὰς τρεῖς· ἐπιπλοκὴ τὰς ἄλλας ἓξ ἀποτελεῖ. αὕτη γὰρ μετὰ μὲν τοῦ τόπου καὶ τοῦ χρόνου ποιεῖ τὸ ποῦ καὶ τὸ ποτέ εἴδη δὲ ποσοῦ τόπος καὶ χρόνος), μετὰ δὲ τοῦ ποιοῦ τὸ ποιεῖν καὶ τὸ πάσχειν, μετὰ δὲ τοῦ πρός τι τὸ κεῖσθαι καὶ τὸ ἔχειν. καὶ κατὰ ταῦτα μὲν ἢ ὅτι ἐγγύτατα τούτοις ἡ εἰς τὰ δέκα τῶν γενῶν διαίρεσις κυριώτατα γίνοιτ’ ἄν. ἀλλ’ εἰ δέκα μὲν τὰ ἐν τῷ αἰσθητῷ ἐνταῦθα γένη, δέκα δὲ καὶ τὰ ἐν τῷ νοητῷ τὰ αὐτά, πότερον ὁμώνυμος ἢ συνώνυμος ἡ κοινωνία τῶν τῇδε πρὸς τὰ ἐκεῖ ; καὶ] ἢ μηδετέρως, ἀλλ’ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· τῇ γὰρ διὰ τῶν μέσων ἐπιπλοκῇ συνέχεια μία συνάγεται τῶν πρώτων τε καὶ τελευταίων γενῶν, ἥτις οὔτε συγχεῖ τὰ ἔνυλα τοῖς ἀύλοις πεπέρασται γὰρ ἐν τοῖς ἰδίοις ὅροις ἑκάτερα), οὔτε διασχίζει ἀπ’ ἀλλήλων αὐτά, διὰ τὸ κοινοῖς συνδέσμοις συνέχεσθαι, καὶ ἐξηρτῆσθαι ἀεὶ τῶν κρειτ- τόνων τὰ καταδεέστερα καὶ πάντα τοῖς ἀλύτοις δεσμοῖς τῆς ὁμοιότητος συμ- περαίνεσθαι. διὰ τοῦτο καὶ Πλατῶν ἐν Παρμενίδῃ τὸ ἓν διὰ πασῶν διατείνει 2 ὕπαρξις L1 5 τὸ ποιεῖν Β 9 πλυθυσμόν L 12 σῶμα L 13 τὰ μέν L1 πρὸς τὸν τόπον Β κτὰ om. M1 15 πρὸς om. M 18 ἢ (ante ἡμᾶς) om. M 19 ἡ om. Β 20 post ὃν add. γὰρ Β αὑτῷ scripsi: αὐτῶ libri καὶ τοῦτο M 21 τὸ (ante μὲν) om. M 25 ἐξαποτελεῖ M μὲν om. M 2() ἤδη L 28 καὶ om. M 29 κυριωτάτη γένοιτ’ ἄν M 31 καὶ delevi ἢ scripsi: εἰ libri μηδ’ ἑτέρως BM 36 τοῖς L τῶν ὑποθέσεων, εἴτε περὶ θεοῦ, εἴτε περὶ νοῦ ἢ ψυχῆς καὶ σώματος ὁ λόγος γένοιτο, κατὰ τὴν ἐπὶ πάντα προϊοῦσαν διαφορουμένην κοινότητα. ἔχει δὲ ἀπορίαν τό τε πάσχειν καὶ τὰ πρός τι, ἔτι δὲ τὸ κεῖσθαι καὶ τὰ τοιαῦτα, εἰ ἐν τοῖς ἀτρέπτοις καὶ ἀπαθέσι καὶ οὖσιν ἐφ’ ἑαυτοῖς ἐνεῖναι ταῦτα ἰσχυριούμεθα. ἢ δυνατὸν μὲν καὶ ταῦτα κατ’ ἀναλογίαν ἐκεῖ θεωρεῖν, ᾗ μόνῃ ληπτὰ τῇ μεταβάσει τὰ νοητὰ γέγονεν, εἴπερ μεθέξεις ἀπ’ ἀλλήλων καὶ ἱδρύσεις ἐν ἀλλήλοις καὶ ἐπ’ ἐκείνοις εἰσί, καὶ τὰ μὲν αἴτια τὰ δὲ αἰτιατὰ ὑμνοῦμεν. εἰ δέ τις ἄλλως ἀκούων τοῦ πάσχειν καὶ τοῦ πρός τι μὴ ἀξιοῖ θεωρεῖν αὐτὰ ἐν τοῖς νοητοῖς, οὐκ ἀπίθανον λέγειν, ὅτι δέκα ὄντων τῶν ὅλων γενῶν, ἐν μὲν τοῖς συνθέτοις πάντα εὕροι τις, ὡς καὶ ἐν τούτῳ τὴν σύνθεσιν ἐνδεικνυμένοις καὶ γὰρ ἐν τοῖς μερικωτέροις ἀεὶ πλείονά ἐστι τὰ ὑπάρχοντα, κατὰ μερισμὸν πλεοναζομένοις), ἐπὶ μέντοι τῶν νοητῶν οὐ πάντα ὑπάρχει, ἀλλὰ μόνα τὰ τοῖς ἁπλουστάτοις προσήκοντα γένη. καὶ οὐκ ἂν εἴη διὰ τοῦτο ἡ διαίρεσις ἐλλεί- πουσα τῶν γενῶν· οὐ γὰρ εἴ τινα μὴ μετέχει τῶν ὅλων γενῶν, ἐλλιπὴς ἡ διαίρεσις δείκνυται, ἀλλ’ ἐάν τι τῶν προτεινομένων ἔξω πίπτῃ τῆς εἰς τὰ δέκα ἀναγωγῆς, τότε ὁ καθόλου λόγος τῶν κατηγοριῶν ἐνδεὴς ἔσται. Ἀλλ’ εἰ πᾶσαν φωνὴν πράγματος σημαντικὴν εἰς ταύτας ἀνάγεσθαι δεῖ, πᾶσα δὲ φωνὴ τοῖς ὀκτὼ τοῦ λόγου ἀφώρισται μέρεσι, ἐπιστῆσαι δεῖ, πῶς ἔσται ἡ δια- νομή. τὸ μὲν ὄνομα ὅτι ἀνάγεται ὡς εἰς ἀρχὰς τὰς κατηγορίας, δῆλον ἢ γὰρ οὐσίαν σημαίνει ὡς τὰ κύρια, τὰ κοινὰ καὶ τὰ ἴδια, ἢ μίαν τῶν ἐννέα ὡς τὰ ἕτερα, εἰ μήπω εἴη τι τῶν ἀδήλων καὶ ἀσημάντων), καὶ περὶ τοῦ ῥήματος δέ, ὡς διώρισται πρότερον, ὅτι τὰ τρίτα τῶν ὁριστικῶν εἰς τὰ γένη ἀνάγεται· δήλη δὲ καὶ ἡ μετοχή, ὅπως ἔχει συμπλοκῆς. περὶ δὲ τῶν ἄλλων οἷον ·συνδέσμων, ἄρθρων, προθέσεων καὶ τῶν λοιπῶν, ἔτι δὲ καὶ τῶν ῥηματικῶν ἐγκλίσεων ἔξω μιᾶς τῆς ὁριστικῆς τί χρὴ λέγειν; καὶ πρὸ τούτων τὰς στερήσεις καὶ ἀποφάσεις ἐν τίνι ἀνάξομεν καὶ πῶς; ἢ περὶ μὲν συνδέσμων καὶ ἄρθρων καὶ τῶν ὑπολειπομένων τοῦ λόγου μερῶν ἐκεῖνο λέγομεν, ὡς ἐν οὐδε- μιᾷ τῶν κατηγοριῶν ἀναχθήσεται · οὐ γὰρ προηγουμένη αὐτῶν ἐστιν ἡ σημα- σία, ἀλλὰ συσσημαίνουσιν, ὥσπερ τὰς διπλᾶς εἰώθαμεν παραγράφειν καὶ τὰς κορωνίδας, αἳ καθ’ ἑαυτὰς οὐ σημαίνουσί τι, τοῖς γεγραμμένοις δὲ συσσημαί- νουσι, καὶ διαφερόντως οἱ σύνδεσμοι· κόλλῃ γὰρ ἐοίκασι, τὰ τοῦ λόγου στοιχεῖα συνδέοντες · ὡς μᾶλλον λέξεως ἢ λόγου στοιχεῖα τυγχάνειν. αἱ ἐγκλίσεις δὲ καὶ αἱ στερήσεις αἱ μὲν ὡς πτώσεις ῥήματος τῇ ὁριστικῇ συνταχθήσονται καὶ πρὸς τὴν εἰς τὰ γένη ἀναγωγὴν ἐκείνῃ συνέψονται, τὰς δὲ ἀποφάσεις καὶ στερήσεις τῆς αὐτῆς τιθέναι κατηγορίας, ἧς καὶ τὰς ἕξεις καὶ καταφάσεις, εὔλογον. τὸ γὰρ ἀνυποδετεῖν τῆς αὐτῆς ἐστι κατηγορίας, ἧς καὶ τὸ ὑποδε- δέσθαι, καὶ ὁ οὐκ ἄνθρωπος τῆς αὐτῆς τῷ ἀνθρώπῳ. ὃ γὰρ ἡ κατάφασις 1 ἡ σώματος Β 2 ἔχοι L 10 τὴν θέσιν Μ ἐνδεικνύμενος M 12 τὰ τῆς L1 14 μετέχη Β ἐλλειπὴς BM 15 πίπτει L 17 post εἰ add. καὶ M 18 φωνὴ L τοῖς] τῆς L 22 διώρισται cf. p. 5,6sq. 23 συμπαραπλοκῆς Μ 25 post χρὴ add. καὶ M 26 τῶν συνδέσμων M 28 προῃρημένη M ἐστιν cm. M 32 ἐγκλήσεις M 33 συνταχθήσεται Μ 35 ὑστερήσεις L 37 τῷ] τὸ L εἶναι τίθησιν, ἡ ἀπόφασις ἀναιρεῖ· ὡς γοῦν ἄμφω περὶ αὐτὸ στρεφομένας καὶ τῆς αὐτῆς εἶναι κατηγορίας τίθεμεν. κατάφασιν δὲ καὶ ἀπόφασιν ἐν. ταῦθα τὸ ὡρισμένον καὶ ἀόριστον ὄνομα ἢ ῥῆμα καταχρώμενοι λέγομεν. Ἐπεὶ δὲ ἁπλᾶς εἶναι τὰς τῶν κατηγοριῶν σημαντικὰς φωνὰς χρή, διττὸν δὲ τὸ ἀσύμπλοκον, τό τε κατὰ λέξιν καὶ κατὰ δύναμιν, ἐν τούτοις ὁποτέρως δεῖ διαιτᾶν; μήποτε τὴν κατὰ σημασίαν ζητεῖν ἁπλότητα χρὴ παρέντας τὴν λέξιν, καὶ εἰς τοσαῦτα τὸ τῇ φωνῇ ἀνάγειν ἕν, εἰς ὅσα καὶ ἡ λέξις ἐδήλωσεν. φανερὸν οὖν ὡς τὸ περιπατῶ καὶ ζῶ ὑπό τε τὴν οὐσίαν θήσομεν καὶ τὸ ποιεῖν· οὐδὲν γὰρ διαφέρει ταῦτα κατὰ δύναμιν τῶν λόγων τῶν ἐντελῶν, οἷον ἄνθρωπος τρέχει ἢ διαλέγεται. καὶ τὸ αἰκίζομαι δέ, πάθος δηλοῦν καὶ ἐνέρ- γειαν, ὁμοίως καὶ τὸ ἐποιησάμην, ἐλουσάμην, καὶ ὅσα τῆς μέσης εἰσὶ δια- θέσεως, ὑπό τε τὸ ποιεῖν καὶ πάσχειν ἀνάξομεν. καὶ ἐπὶ τῶν ὀνομάτων δὲ ὡσαύτως· τὸ γὰρ βορέας εἰ μὲν δηλοῖ τὸ πνεῦμα, ὑπὸ τὴν οὐσίαν, εἰ δὲ τὸ κλίμα, ὑπὸ τὸ ποῦ· καὶ ὅλως τὰ ὁμώνυμα πρὸς τὰς διαφόρους σημασίας καὶ τὴν εἰς τὰ γένη διανομὴν διάφορον ἕξουσιν. ὥσπερ δὲ μίαν φωνὴν διείλομεν εἰς διάφορα, οὕτω καὶ πολλὰς ἔστιν ὅτε εἰς μίαν κατηγορίαν συνάξομεν, ὡς ἔχουσιν οἱ ὁρισμοὶ πάντες· ἓν γὰρ τὸ ζῶον λογικὸν θνητὸν καὶ ὑπὸ τὴν αὐτὴν τῷ ἀνθρώπῳ κατηγορίαν. ἀλλὰ τὸ σημεῖον καὶ ἡ μονάς, ἔτι δὲ κίνησις καὶ τὸ δυνάμει καὶ ἐνεργείᾳ ἐν τίσι τῶν γενῶν καὶ ὅπως ἕξουσι τὴν ἀναγωγήν; ἢ τὸ μὲν σημεῖον ἐν τῷ ποσῷ καὶ τὸ ἓν τίθεσθαι δεῖ ἀρχαὶ μὲν γὰρ τὸ μὲν τοῦ συνεχοῦς τὸ δὲ τοῦ διωρισμένου· ὁμογενεῖς δὲ αἱ ἀρχαὶ τοῖς ὧν εἰσιν ἀρχαί), κίνησιν δὲ καὶ τὸ δυνάμει καὶ ἐνεργείᾳ κοινῶς θεωρεῖν ἐν ἅπασι προσήκει τοῖς γένεσιν. εἰ δὲ καὶ τὸ ἓν ἐφ’ ὅσα τὸ ὂν διαιρεῖσθαι ὁμωνύμως θείημεν, περὶ αὐτοῦ τὰ εἰκότα λέξομεν. Ἐπὶ τοσοῦτον καὶ περὶ τούτων πραγματευσαμένους ἑξῆς ἂν εἴη περὶ ἑκά- στης τῶν κατηγοριῶν εἰπεῖν, διαιροῦντας καὶ ὑπογράφοντας, καὶ πρῶτον περὶ οὐσίας· αὕτη γὰρ τῶν ἄλλων προέχει καὶ φύσει καὶ τάξει καὶ ἀξιώματι.