Τῶν δὴ κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν ση- μαίνει ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι ἢ ποῦ ἢ ποιὲ ἢ κεῖσθαι ἢ ἔχειν ἢ ποιεῖν ἢ πάσχειν. καὶ οὐσία μέν, ὡς ἐν τύπῳ εἰπεῖν, οἷον ἄνθρωπος, ἵππος· ποσὸν δὲ οἷον δίπηχυ, τρίπηχυ· ποιὸν δὲ οἷον λευκόν, γραμματικόν· πρός τι δὲ οἷον διπλάσιον, ἥμισυ, μεῖζον· ποῦ δὲ οἷον ἐν Λυκείῳ, ἐν ἀγορᾷ· ποτὲ οἷον χθές, πέρυσι· κεῖσθαι οἷον ἀνάκειται, κάθηται· ἔχειν οἷον ὑποδεδέσθαι, ὡπλί- σθαι· ποιεῖν οἷον τέμνειν, καίειν· πάσχειν δὲ οἷον τέμνεσθαι, καίεσθαι. ἕκαστον δὲ τῶν εἰρημένων ἐν οὐδεμιᾷ καταφάσει ἢ ἀποφάσει λέγεται, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις ἢ ἀπόφασις γίνεται. ἅπασα γὰρ δοκεῖ κατάφασις ἢ ἀπόφασις ἤτοι ἀληθὴς ἢ ψευδὴς εἶναι· τῶν δὲ κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδός ἐστιν, οἷον ἄνθρωπος, λευκόν, τρέχει, νικᾷ. ὡς ἄν δὲ καὶ κατ’ ἐπιστημονικὴν ἔφοδον 1 μόνον M 7 ἐστιν om. M 8 ὁμοίως om. M 9 ἀλλὰ] ἀλλ’ ἡ corr. L κατὰ om. Β 10 ὠνομάσθη M 11 τὸ μὲν L 13 τῶ—δεκτικῶ M 14 post διὰ add. μὲν M 15 ἀδίων L 18 γίνεσθαι BL 23 χρησιμεύοντα M 24 χωροῦμεν M 25 διελόμεθα BM 30 δὲ (post πρός τι) om. M 31 λυκίου BL 32 πέρισυ L 35 ἅπασι Β γειαι, τὰ δὲ πάθη · τὰς γὰρ δυνάμεις, ὡς μέσας ὑπάρξεων οὔσας καὶ ἐνερ- γειῶν, ταῖς ὑπάρξεσι συντετάχαμεν. τὰς μὲν οὖν ἐνεργείας καὶ τὰ πάθη αἵ τε τοῦ ποιεῖν καὶ πάσχειν κατηγορίαι προσειλήφασι. τῶν δὲ ὑπάρξεων αἱ μέν εἰσι καθ’ ἑαυτάς, ἃς οὐσίας κατονομάζομεν, αἱ δὲ ὑφεστήκασιν ἐν ἑτέροις· καὶ τούτων αἱ μὲν κατὰ σχέσιν θεωροῦντι, αἱ δὲ ἄσχετοί εἰσι. καὶ τῶν ἀσχέτων αἱ μὲν ἀμέριστοι καὶ ἀδιάστατοι, αἷς τὸ ποιὸν ἀφορίζεται, αἱ δὲ κατὰ διάστασιν καὶ τὸν πληθυσμόν, ἃς τὸ ποσὸν περιείληφεν. τῶν δὲ κατὰ σχέσιν αἱ μὲν πρὸς ἀντιστρέφοντα λέγονται, ἃς πάσας ἡ τοῦ πρός τι κατηγορία συνέσχεν, αἱ δὲ οὐ πρὸς ἀντιστρέφοντα. καὶ τούτων αἱ μὲν κατὰ τὴν πρὸς τὰ σώματα σχέσιν θεωροῦνται, αἱ δὲ κατὰ τὴν πρὸς τὰ ἀσώματα· καὶ τούτων τὴν μὲν κατὰ τὴν πρὸς τόπον ἡ τοῦ ποῦ ἔχει κατηγορία, τὴν δὲ κατὰ τὴν πρὸς χρόνον ἡ τοὐ ποτέ. τῶν δὲ κατὰ τὴν πρὸς τὰ σώματα σχέσιν ἡ μὲν κατὰ τὴν πρὸς ἐκεῖνα, ἐφ’ ὧν ἱδρύμεθα ἡ ἑστῶτες ἢ καθήμενοι ἢ ἀνακείμενοι, ἅπερ ὑπὸ τὸ κεῖσθαι ἀνάγομεν, ἡ δὲ κατὰ τὴν πρὸς τὰ περικείμενα, ὅσα ὑπὸ τὸ ἔχειν τιθέμεθα· τὰ γὰρ σώματα, πρὸς ἃ ἡ σχέσις αὕτη, οὕτως ἔχει, ὡς ἢ ἡμᾶς ἐν ἐκείνοις ἡ ἐκεῖνα ἐν ἡμῖν ἱδρῦσθαι. καὶ ἀποχρῶσα μὲν καὶ αὕτη τῶν γενῶν ἡ εἰς δέκα διαίρεσις· διαιρεθείη δ’ ἄν τὰ αὐτὰ καὶ οὕτω. τὸ ὂν ἢ ἐν αὑτῷ ὑφέστηκε καὶ ἔστιν οὐσία, ἢ ἐν ἑτέρῳ · καὶ τούτου τὸ μὲν ἐν σχέσει ἐστὶ καὶ ποιεῖ τὰ πρός τι, τὸ δὲ ἄσχετόν ἐστι. τοῦ δὲ ἀσχέτου τὸ μὲν κατὰ διάστασιν θεωρεῖται καὶ ποιεῖ τὸ ποσόν, τὸ δὲ ἀδιά- στατόν ἐστι καὶ ποιεῖ τὸ ποιόν. καὶ οὕτω μὲν τὰς τέσσαρας καὶ κυριωτέρας τῶν κατηγοριῶν ἀπὸ διαιρέσεως ἔχομεν· ἡ δὲ τῆς οὐσίας πρὸς τὰς τρεῖς· ἐπιπλοκὴ τὰς ἄλλας ἓξ ἀποτελεῖ. αὕτη γὰρ μετὰ μὲν τοῦ τόπου καὶ τοῦ χρόνου ποιεῖ τὸ ποῦ καὶ τὸ ποτέ εἴδη δὲ ποσοῦ τόπος καὶ χρόνος), μετὰ δὲ τοῦ ποιοῦ τὸ ποιεῖν καὶ τὸ πάσχειν, μετὰ δὲ τοῦ πρός τι τὸ κεῖσθαι καὶ τὸ ἔχειν. καὶ κατὰ ταῦτα μὲν ἢ ὅτι ἐγγύτατα τούτοις ἡ εἰς τὰ δέκα τῶν γενῶν διαίρεσις κυριώτατα γίνοιτ’ ἄν. ἀλλ’ εἰ δέκα μὲν τὰ ἐν τῷ αἰσθητῷ ἐνταῦθα γένη, δέκα δὲ καὶ τὰ ἐν τῷ νοητῷ τὰ αὐτά, πότερον ὁμώνυμος ἢ συνώνυμος ἡ κοινωνία τῶν τῇδε πρὸς τὰ ἐκεῖ ; καὶ] ἢ μηδετέρως, ἀλλ’ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· τῇ γὰρ διὰ τῶν μέσων ἐπιπλοκῇ συνέχεια μία συνάγεται τῶν πρώτων τε καὶ τελευταίων γενῶν, ἥτις οὔτε συγχεῖ τὰ ἔνυλα τοῖς ἀύλοις πεπέρασται γὰρ ἐν τοῖς ἰδίοις ὅροις ἑκάτερα), οὔτε διασχίζει ἀπ’ ἀλλήλων αὐτά, διὰ τὸ κοινοῖς συνδέσμοις συνέχεσθαι, καὶ ἐξηρτῆσθαι ἀεὶ τῶν κρειτ- τόνων τὰ καταδεέστερα καὶ πάντα τοῖς ἀλύτοις δεσμοῖς τῆς ὁμοιότητος συμ- περαίνεσθαι. διὰ τοῦτο καὶ Πλατῶν ἐν Παρμενίδῃ τὸ ἓν διὰ πασῶν διατείνει 2 ὕπαρξις L1 5 τὸ ποιεῖν Β 9 πλυθυσμόν L 12 σῶμα L 13 τὰ μέν L1 πρὸς τὸν τόπον Β κτὰ om. M1 15 πρὸς om. M 18 ἢ (ante ἡμᾶς) om. M 19 ἡ om. Β 20 post ὃν add. γὰρ Β αὑτῷ scripsi: αὐτῶ libri καὶ τοῦτο M 21 τὸ (ante μὲν) om. M 25 ἐξαποτελεῖ M μὲν om. M 2() ἤδη L 28 καὶ om. M 29 κυριωτάτη γένοιτ’ ἄν M 31 καὶ delevi ἢ scripsi: εἰ libri μηδ’ ἑτέρως BM 36 τοῖς L τῶν ὑποθέσεων, εἴτε περὶ θεοῦ, εἴτε περὶ νοῦ ἢ ψυχῆς καὶ σώματος ὁ λόγος γένοιτο, κατὰ τὴν ἐπὶ πάντα προϊοῦσαν διαφορουμένην κοινότητα. ἔχει δὲ ἀπορίαν τό τε πάσχειν καὶ τὰ πρός τι, ἔτι δὲ τὸ κεῖσθαι καὶ τὰ τοιαῦτα, εἰ ἐν τοῖς ἀτρέπτοις καὶ ἀπαθέσι καὶ οὖσιν ἐφ’ ἑαυτοῖς ἐνεῖναι ταῦτα ἰσχυριούμεθα. ἢ δυνατὸν μὲν καὶ ταῦτα κατ’ ἀναλογίαν ἐκεῖ θεωρεῖν, ᾗ μόνῃ ληπτὰ τῇ μεταβάσει τὰ νοητὰ γέγονεν, εἴπερ μεθέξεις ἀπ’ ἀλλήλων καὶ ἱδρύσεις ἐν ἀλλήλοις καὶ ἐπ’ ἐκείνοις εἰσί, καὶ τὰ μὲν αἴτια τὰ δὲ αἰτιατὰ ὑμνοῦμεν. εἰ δέ τις ἄλλως ἀκούων τοῦ πάσχειν καὶ τοῦ πρός τι μὴ ἀξιοῖ θεωρεῖν αὐτὰ ἐν τοῖς νοητοῖς, οὐκ ἀπίθανον λέγειν, ὅτι δέκα ὄντων τῶν ὅλων γενῶν, ἐν μὲν τοῖς συνθέτοις πάντα εὕροι τις, ὡς καὶ ἐν τούτῳ τὴν σύνθεσιν ἐνδεικνυμένοις καὶ γὰρ ἐν τοῖς μερικωτέροις ἀεὶ πλείονά ἐστι τὰ ὑπάρχοντα, κατὰ μερισμὸν πλεοναζομένοις), ἐπὶ μέντοι τῶν νοητῶν οὐ πάντα ὑπάρχει, ἀλλὰ μόνα τὰ τοῖς ἁπλουστάτοις προσήκοντα γένη. καὶ οὐκ ἂν εἴη διὰ τοῦτο ἡ διαίρεσις ἐλλεί- πουσα τῶν γενῶν· οὐ γὰρ εἴ τινα μὴ μετέχει τῶν ὅλων γενῶν, ἐλλιπὴς ἡ διαίρεσις δείκνυται, ἀλλ’ ἐάν τι τῶν προτεινομένων ἔξω πίπτῃ τῆς εἰς τὰ δέκα ἀναγωγῆς, τότε ὁ καθόλου λόγος τῶν κατηγοριῶν ἐνδεὴς ἔσται. Ἀλλ’ εἰ πᾶσαν φωνὴν πράγματος σημαντικὴν εἰς ταύτας ἀνάγεσθαι δεῖ, πᾶσα δὲ φωνὴ τοῖς ὀκτὼ τοῦ λόγου ἀφώρισται μέρεσι, ἐπιστῆσαι δεῖ, πῶς ἔσται ἡ δια- νομή. τὸ μὲν ὄνομα ὅτι ἀνάγεται ὡς εἰς ἀρχὰς τὰς κατηγορίας, δῆλον ἢ γὰρ οὐσίαν σημαίνει ὡς τὰ κύρια, τὰ κοινὰ καὶ τὰ ἴδια, ἢ μίαν τῶν ἐννέα ὡς τὰ ἕτερα, εἰ μήπω εἴη τι τῶν ἀδήλων καὶ ἀσημάντων), καὶ περὶ τοῦ ῥήματος δέ, ὡς διώρισται πρότερον, ὅτι τὰ τρίτα τῶν ὁριστικῶν εἰς τὰ γένη ἀνάγεται· δήλη δὲ καὶ ἡ μετοχή, ὅπως ἔχει συμπλοκῆς. περὶ δὲ τῶν ἄλλων οἷον ·συνδέσμων, ἄρθρων, προθέσεων καὶ τῶν λοιπῶν, ἔτι δὲ καὶ τῶν ῥηματικῶν ἐγκλίσεων ἔξω μιᾶς τῆς ὁριστικῆς τί χρὴ λέγειν; καὶ πρὸ τούτων τὰς στερήσεις καὶ ἀποφάσεις ἐν τίνι ἀνάξομεν καὶ πῶς; ἢ περὶ μὲν συνδέσμων καὶ ἄρθρων καὶ τῶν ὑπολειπομένων τοῦ λόγου μερῶν ἐκεῖνο λέγομεν, ὡς ἐν οὐδε- μιᾷ τῶν κατηγοριῶν ἀναχθήσεται · οὐ γὰρ προηγουμένη αὐτῶν ἐστιν ἡ σημα- σία, ἀλλὰ συσσημαίνουσιν, ὥσπερ τὰς διπλᾶς εἰώθαμεν παραγράφειν καὶ τὰς κορωνίδας, αἳ καθ’ ἑαυτὰς οὐ σημαίνουσί τι, τοῖς γεγραμμένοις δὲ συσσημαί- νουσι, καὶ διαφερόντως οἱ σύνδεσμοι· κόλλῃ γὰρ ἐοίκασι, τὰ τοῦ λόγου στοιχεῖα συνδέοντες · ὡς μᾶλλον λέξεως ἢ λόγου στοιχεῖα τυγχάνειν. αἱ ἐγκλίσεις δὲ καὶ αἱ στερήσεις αἱ μὲν ὡς πτώσεις ῥήματος τῇ ὁριστικῇ συνταχθήσονται καὶ πρὸς τὴν εἰς τὰ γένη ἀναγωγὴν ἐκείνῃ συνέψονται, τὰς δὲ ἀποφάσεις καὶ στερήσεις τῆς αὐτῆς τιθέναι κατηγορίας, ἧς καὶ τὰς ἕξεις καὶ καταφάσεις, εὔλογον. τὸ γὰρ ἀνυποδετεῖν τῆς αὐτῆς ἐστι κατηγορίας, ἧς καὶ τὸ ὑποδε- δέσθαι, καὶ ὁ οὐκ ἄνθρωπος τῆς αὐτῆς τῷ ἀνθρώπῳ. ὃ γὰρ ἡ κατάφασις 1 ἡ σώματος Β 2 ἔχοι L 10 τὴν θέσιν Μ ἐνδεικνύμενος M 12 τὰ τῆς L1 14 μετέχη Β ἐλλειπὴς BM 15 πίπτει L 17 post εἰ add. καὶ M 18 φωνὴ L τοῖς] τῆς L 22 διώρισται cf. p. 5,6sq. 23 συμπαραπλοκῆς Μ 25 post χρὴ add. καὶ M 26 τῶν συνδέσμων M 28 προῃρημένη M ἐστιν cm. M 32 ἐγκλήσεις M 33 συνταχθήσεται Μ 35 ὑστερήσεις L 37 τῷ] τὸ L εἶναι τίθησιν, ἡ ἀπόφασις ἀναιρεῖ· ὡς γοῦν ἄμφω περὶ αὐτὸ στρεφομένας καὶ τῆς αὐτῆς εἶναι κατηγορίας τίθεμεν. κατάφασιν δὲ καὶ ἀπόφασιν ἐν. ταῦθα τὸ ὡρισμένον καὶ ἀόριστον ὄνομα ἢ ῥῆμα καταχρώμενοι λέγομεν. Ἐπεὶ δὲ ἁπλᾶς εἶναι τὰς τῶν κατηγοριῶν σημαντικὰς φωνὰς χρή, διττὸν δὲ τὸ ἀσύμπλοκον, τό τε κατὰ λέξιν καὶ κατὰ δύναμιν, ἐν τούτοις ὁποτέρως δεῖ διαιτᾶν; μήποτε τὴν κατὰ σημασίαν ζητεῖν ἁπλότητα χρὴ παρέντας τὴν λέξιν, καὶ εἰς τοσαῦτα τὸ τῇ φωνῇ ἀνάγειν ἕν, εἰς ὅσα καὶ ἡ λέξις ἐδήλωσεν. φανερὸν οὖν ὡς τὸ περιπατῶ καὶ ζῶ ὑπό τε τὴν οὐσίαν θήσομεν καὶ τὸ ποιεῖν· οὐδὲν γὰρ διαφέρει ταῦτα κατὰ δύναμιν τῶν λόγων τῶν ἐντελῶν, οἷον ἄνθρωπος τρέχει ἢ διαλέγεται. καὶ τὸ αἰκίζομαι δέ, πάθος δηλοῦν καὶ ἐνέρ- γειαν, ὁμοίως καὶ τὸ ἐποιησάμην, ἐλουσάμην, καὶ ὅσα τῆς μέσης εἰσὶ δια- θέσεως, ὑπό τε τὸ ποιεῖν καὶ πάσχειν ἀνάξομεν. καὶ ἐπὶ τῶν ὀνομάτων δὲ ὡσαύτως· τὸ γὰρ βορέας εἰ μὲν δηλοῖ τὸ πνεῦμα, ὑπὸ τὴν οὐσίαν, εἰ δὲ τὸ κλίμα, ὑπὸ τὸ ποῦ· καὶ ὅλως τὰ ὁμώνυμα πρὸς τὰς διαφόρους σημασίας καὶ τὴν εἰς τὰ γένη διανομὴν διάφορον ἕξουσιν. ὥσπερ δὲ μίαν φωνὴν διείλομεν εἰς διάφορα, οὕτω καὶ πολλὰς ἔστιν ὅτε εἰς μίαν κατηγορίαν συνάξομεν, ὡς ἔχουσιν οἱ ὁρισμοὶ πάντες· ἓν γὰρ τὸ ζῶον λογικὸν θνητὸν καὶ ὑπὸ τὴν αὐτὴν τῷ ἀνθρώπῳ κατηγορίαν. ἀλλὰ τὸ σημεῖον καὶ ἡ μονάς, ἔτι δὲ κίνησις καὶ τὸ δυνάμει καὶ ἐνεργείᾳ ἐν τίσι τῶν γενῶν καὶ ὅπως ἕξουσι τὴν ἀναγωγήν; ἢ τὸ μὲν σημεῖον ἐν τῷ ποσῷ καὶ τὸ ἓν τίθεσθαι δεῖ ἀρχαὶ μὲν γὰρ τὸ μὲν τοῦ συνεχοῦς τὸ δὲ τοῦ διωρισμένου· ὁμογενεῖς δὲ αἱ ἀρχαὶ τοῖς ὧν εἰσιν ἀρχαί), κίνησιν δὲ καὶ τὸ δυνάμει καὶ ἐνεργείᾳ κοινῶς θεωρεῖν ἐν ἅπασι προσήκει τοῖς γένεσιν. εἰ δὲ καὶ τὸ ἓν ἐφ’ ὅσα τὸ ὂν διαιρεῖσθαι ὁμωνύμως θείημεν, περὶ αὐτοῦ τὰ εἰκότα λέξομεν. Ἐπὶ τοσοῦτον καὶ περὶ τούτων πραγματευσαμένους ἑξῆς ἂν εἴη περὶ ἑκά- στης τῶν κατηγοριῶν εἰπεῖν, διαιροῦντας καὶ ὑπογράφοντας, καὶ πρῶτον περὶ οὐσίας· αὕτη γὰρ τῶν ἄλλων προέχει καὶ φύσει καὶ τάξει καὶ ἀξιώματι. Οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται, μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν, οἷον ὁ τὶς ἄνθρωπος καὶ ὁ τὶς βοῦς. τριττῆς γὰρ οὔσης τῆς οὐσίας, τῆς μὲν νοητῆς καὶ ἀύλου καὶ ἀσωμάτου, τῆς δὲ διανοητῆς τῆς ἐν κοινότητι θεωρουμένης, τῆς γενικῆς δηλαδὴ καὶ εἰδητικῆς, καὶ ἔτι τῆς αἰσθητῆς, περὶ τῆς αἰσθητῆς ὁ λόγος ἡμῖν. τριχῶς δὲ καὶ ταύτης νενεμημένης, κατά τε τὸ εἶδος καὶ τὴν ὕλην καὶ τὸ σύνθετον, τὴν κατὰ τὸ σύνθετον οὐσίαν πρώτην ἐνταῦθα καὶ μάλιστα λέγομεν. τῇ τε γὰρ αἰσθήσει ἐναργεστάτη πασῶν καὶ εἴδους καὶ ὕλης συλληπτικὴ καὶ τοῖς πολλοῖς γνώριμος, καὶ τῷ ὑποκεῖσθαι πρώτως ταῖς τε κοιναῖς οὐσίαις τὸ κατηγορεῖσθαι δίδωσι καὶ τοῖς συμβεβηκόσι τὸ εἶναι. σεμνύνοντες δὲ αὐτὴν ἐξ ἀποφάσεως τὴν ὑπογραφὴν ἀπεδώκαμεν, τῇ ἀναιρέσει 1 στρεφομένων Β 6 post μήποτε add. χρὴ LM 13 τὸ μὲν γὰρ M εἰ καὶ δηλοῖ M 15 τὴν om. M 19 τῶ δυνάμει L ἐν—ἐνεργείᾳ (22) om. M 28 οὐσία δὲ] περὶ οὐσίας superscribit L: in margine adscribit Β ἡ κυριωτάτη καὶ M πρῶτος L: πρώτη M 33 τριχῶς] τριττῆς M 35 καὶ ἤδη καὶ M 36 τῷ] τὸ M πρῶτα M 37 τε 0111. M 38 ἀπογραφὴν ἀποδεδώκαμεν M τῶν ὧν οὐκ ἔστι τὴν φύσιν αὐτῇ καὶ τὸ ὅ ἐστι θέμενοι. οὐ πανταχοῦ δὲ τοῦτο ποιεῖν εὐχερές, ἀλλ’ ἐν οἷς ἀντιδιῄρηται τὰ ἀποφασκόμενα καὶ τὸ πλῆθος τῶν προσληφθέντων συνῄρηται. δεύτεραι δὲ οὐσίαι λέγονται τὰ εἴδη, ἐν οἷς εἴδεσιν αἱ πρώτως οὐσίαι λεγόμεναι ὑπάρχουσι, ταῦτά τε καὶ τὰ τῶν εἰδῶν τούτων γένη, οἷον. ὁ τὶς ἄνθρωπος, Σωκράτης τυχὸν ἢ Πλατῶν, ἐν εἴδει μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, γένος δὲ τοῦ εἴδους ἐστὶ τὸ ζῶον. δεύτεραι οὖν αὗται οὐσίαι λέγονται. φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι τῶν καθ’ ὑποκειμένου λεγομένων, ἀναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι τοῦ ὑποκει- μένου, οἷον ὁ ἄνθρωπος καθ’ ὑποκειμένου λέγεται τοῦ τινὸς ἀνθρώπου καὶ κατηγορεῖταί γε τοὔνομα· τὸν γὰρ ἄνθρωπον κατὰ τοῦ τινὸς ἀνθρώπου κατη- γορήσεις. καὶ ὁ λόγος δὲ ὁ τοῦ ἀνθρώπου κατὰ τοῦ τινὸς ἀνθρώπου κατη- γορηθήσεται· ὁ γὰρ τὶς ἄνθρωπος καὶ ἄνθρωπός ἐστι καὶ ζῶον. ὥστε καὶ τοὔνομα καὶ ὁ λόγος κατὰ τοῦ ὑποκειμένου κατηγορηθήσεται. τῶν δὲ ἐν ὑπο- κειμένῳ ὄντων ταῦτα δέ εἰσι τὰ τῇ οὐσίᾳ ἀντιδιῃρημένα ἐννέα γένη) ἐπὶ μὲν τῶν πλείστων οὔτε τοὔνομα οὔθ’ ὁ λόγος κατηγορεῖται τοῦ ὑποκειμένου οὔτε γὰρ ἡ ψυχὴ ἐπιστήμη λέγεται, εἰ μήπου κατὰ παρωνυμίαν εἴποιμεν αὐτὴν ἐπιστήμονα, οὔτε ὁ τῆς ἐπιστήμης λόγος κατὰ τῆς ψυχῆς λέγεται· οὐ γάρ ἐστιν ἕξις θεωρητικὴ ἡ ψυχή· ἀλλ’ οὐδὲ τὸ χρῶμα κατὰ τοὐ σώματος οὐδὲ ὁ λόγος αὑτοῦ), ἐπ’ ἐνίων δὲ τοὔνομα μὲν οὐδὲν κωλύει ποτὲ κατηγορεῖσθαι τοῦ ὑποκειμένου, τὸν δὲ λόγον ἀδύνατον· οἷον τὸ λευκὸν ἐν ὑποκειμένῳ ὂν τῷ σώματι, κατηγορεῖται τοῦ ὑποκειμένου λευκὸν γὰρ τὸ σῶμα λέγεται), ὁ δὲ λόγος τοῦ λευκοῦ οὐδέποτε κατὰ τοῦ σώματος κατηγορηθήσεται. ὥστε τἄλλα πάντα ἤτοι καθ’ ὑποκειμένων λέγεται τῶν πρώτων οὐσιῶν, ἢ ἐν ὑπο- κειμέναις αὐταῖς ἐστι. τοῦτο δὲ φανερὸν ἐκ τῶν καθ’ ἕκαστα προχειριζομένων, οἷον κατὰ τοῦ ἀνθρώπου τὸ ζῶον κατηγορεῖται· οὐκοῦν καὶ κατὰ τοῦ τινὸς ἀνθρώπου τὸ ζῶον κατηγορηθήσεται· εἰ γὰρ κατὰ μηδενὸς τῶν τινῶν ἀνθρώπων, οὐδὲ κατὰ τοῦ ἀνθρώπου ὅλως. πάλιν τὸ χρῶμα ἐν σώματι· οὐκοῦν καὶ ἐν τινὶ σώματι. εἰ γὰρ μὴ ἐν τινὶ τῶν καθ’ ἕκαστα, οὐδὲ ἐν σώματι ὅλως. ὥστε τὰ ἄλλα πάντα ἤτοι καθ’ ὑποκειμένων τῶν πρώτων οὐσιῶν λέγεται ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστι. μὴ οὐσῶν οὖν τῶν πρώτων οὐσιῶν ἀδύνατον τῶν ἄλλων τι εἶναι. Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον οὐσία τὸ εἶδος τοῦ γένους· ἔγγιον γὰρ τῆς πρώτης οὐσίας ἐστίν. ἐὰν γὰρ ἀποδιδῷ τις τὴν πρώτην οὐσίαν τί ἐστιν, οἰκειότερον καὶ γνωριμώτερον ἀποδώσει τὸ εἶδος ἀποδιδοὺς ἢ τὸ γένος, οἷον τὸν τινὰ ἄνθρωπον γνωριμώτερον ἀποδοίη τις ἄνθρωπον ἀποδιδοὺς ἢ ζῶον· τὸ μὲν γὰρ ἴδιον μᾶλλον τοῦ τινὸς ἀνθρώπου, τὸ δὲ κοινότερον. καὶ τὸ τὶ δένδρον ἀποδιδοὺς γνωριμώτερον ἀποδοίη δένδρον ἀποδιδοὺς ἢ φυτόν. ἔτι αἱ πρῶται οὐσίαι διὰ τὸ τοῖς ἄλλοις ἅπασιν ὑποκεῖσθαι καὶ πάντα τὰ ἄλλα κατὰ τούτων κατηγορεῖσθαι ἢ ἐν ταύταις εἶναι διὰ τοῦτο μάλιστα οὐσίαι πρῶται 5 τυχὼν libri 9 ὁ om. M 14 δὲ om. M 19 δὲ] μὲν M 21 τὸ om. M 23 ἤτοι] εἴτε M 24 αὐταῖς] αὐτή M εἰσι Β 25 κατηγορεῖ- σθαι LM 26 τὸ ζῶον om. M 30 ὑποκειμένω L 37 ἄν ἀποδοίη BM 38 τὸ om. L λέγονται. ὡς δέ γε αἱ πρῶται οὐσίαι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν, οὕτω καὶ τὸ εἶδος πρὸς τὸ γένος ἔχει. ὑπόκειται γάρ πως τὸ εἶδος τῷ γένει· τὰ μὲν γὰρ γένη κατὰ τῶν εἰδῶν κατηγορεῖται, τὰ δὲ εἴδη κτὰ τῶν γενῶν οὐκ ἀντιστρέφει. ὥστε καὶ ἐκ τούτων τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία. αὐτῶν δὲ τῶν εἰδῶν ὅσα μή ἐστι γένη, οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστίν· οὐδὲ γὰρ οἰκειότερον ἀποδώσεις κατὰ τοῦ τινὸς ἀνθρώπου τὸν ἄνθρωπον ἀπο- διδοὺς ἢ κατὰ τοῦ τινὸς ἵππου τὸν ἵππον. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πρώτων οὐσιῶν οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστίν· οὐδὲ γὰρ μᾶλλον ὁ τὶς ἄν. θρωπος οὐσία ἐστὶν ἢ ὁ τὶς βοῦς. διττῆς γὰρ οὔσης τῆς κτὰ τὴν οὐσίαν ὁδοῦ, τῆς μὲν καθ’ ἣν ἀπὸ τῶν μερικωτέρων πρὸς τὰ καθολικώτερα καὶ γενικώτερα ἀναγόμεθα, τῆς δὲ καθ’ ἣν τὸ ἓν καὶ κοινὸν εἰς τὰ προσεχῆ καὶ ὁμόστοιχα τέμνομεν, τὸ μὲν μᾶλλον καὶ τὸ ἧττον ἐν οὐσίαις καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον κτὰ τὴν εἰς βάθος θεωρεῖται ἀντεξέτασιν καὶ διαίρεσιν, τὸ δὲ μήτε μᾶλλον μήτε ἧττον καὶ τὸ ἐπ’ ἴσης καὶ τὸ ταὐτὸν ἐν τῇ κατὰ πλάτος παραβολῇ καὶ παραθέσει γινώσκεται. Εἰκότως οὖν μετὰ τὰς πρώτας οὐσίας μόνα τῶν ἄλλων τὰ τούτων εἴδη καὶ γένη δεύτεραι οὐσίαι λέγονται· μόνα γὰρ δηλοῖ τὴν πρώτην οὐσίαν τῶν κατηγορουμένων. τὸν γὰρ τινὰ ἄνθρωπον ἐὰν ἀποδιδῷ τις τί ἐστι, τὸ μὲν εἶδος ἢ τὸ γένος ἀποδιδοὺς οἰκείως ἀποδώσει· καὶ γὰρ γνωριμώτερον ποιήσει ἄνθρωπον ἡ ζῶον ἀποδιδούς· τῶν δὲ ἄλλων εἴ τι ἄν ἀποδιδῷ τις, ἀλλοτρίως ἔσται ἀποδεδωκώς, οἷον ἢ λευκὸν ἢ τρέχει ἢ ὁτιοῦν τῶν τοιούτων ἀποδιδούς. ὥστε εἰκότως ταῦτα μόνα τῶν ἄλλων οὐσίαι λέγονται. εντι αἱ πρῶται οὐσίαι διὰ τὸ τοῖς ἄλλοις ἅπασιν ὑποκεῖσθαι καὶ τὰ ἄλλα πάντα κατὰ τούτων κατη- γορεῖσθαι κυριώτατα οὐσίαι λέγονται. ὡς δέ γε αἱ πρῶται οὐσίαι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν, οὕτω καὶ τὰ εἴδη καὶ τὰ γένη τῶν πρώτων οὐσιῶν πρὸς τὰ λοιπὰ πάντα ἔχει· κατὰ τούτων γὰρ πάντα τὰ λοιπὰ κατηγορεῖται · τὸν γὰρ τινὰ ἄνθρωπον ἐρεῖς γραμματικόν· οὐκοῦν ἄνθρωπον καὶ ζῶον γραμματικὸν ἐρεῖς Ἐπεὶ δὲ διείλομεν κατὰ τὴν τῶν πολλῶν δόξαν, πόσαι καὶ τίνες εἰσὶν οὐσίαι, ὑπόλοιπον ἂν εἴη ζητεῖν τά τε κοινῶς προσόντα καὶ τὰ ἰδίως αὐτῇ. εἰ μὲν γὰρ ἦν ὅρον ἑκάστου τῶν γενῶν ἀποδιδόναι, ἧττον ἔδει φροντίζειν τῆς τῶν ὑπαρχόντων αὐτοῖς παραδόσεως· τῷ γὰρ ὁρισμῷ ἥ τε φύσις ὅλη καὶ τὰ ὑπάρχοντα αὐτῇ κατεφαίνετο· νυνὶ δὲ τῷ μὴ εὐπορεῖν τούτου, ἀλλὰ τὸ τῆς κατανοήσεως ἐν ὑπογραφῇ ποιεῖσθαι καὶ παραδείγμασιν, εἰκότως ἐδέησε τῆς τῶν ὑπαρχόντων κατανοήσεως, τῶν τε κοινῶν καὶ μάλιστα τῶν ἰδίων. καὶ πρὸς τούτοις τὸ κυρίως ἀποδιδόμενον ἴδιον κατὰ μὲν ἀκρίβειαν καὶ κυριότητα ὑφεῖται τοῦ ὁρισμοῦ, πρὸς δὲ τὴν τοῦ ὑποκειμένου σαφήνειαν καὶ φανέρωσιν ἧττον ἢ οὐδαμῶς. ἐπεὶ δὲ πανταχοῦ διὰ ζητήσεως τὸ ἀληθὲς ἐξευρίσκομεν, πρῶτον περιπεσούμεθα τοῖς ὁλοσχερῶς λεγομένοις ἰδίοις, καὶ διελέγξαντες αὐτὰ οὕτως ἐπὶ τέλει τὸ ἀληθὲς παραδώσομεν. 3 κατὰ (post εὔη) om. LM 4 γένος τοῦ εἴδους M 7. 8 δευτέρων οὐσιῶν Β 12 τὸ (ante ἧττον) om. M 18 ἄνων M1 21 ὁτοιοῦν L 24 κυριώταται M 25 ἔχει Μ 29 τῶν om. BL 32 τῶν om. M 37 σαφήνειαν καὶ repetit M Καὶ δὴ πρῶτον τῶν ἄλλων ἐκεῖνο λέγομεν, ὅτι κοινὸν κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. ἡ μὲν γὰρ πρώτη οὐσία οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται οὔτε ἐν ὑποκειμένῳ ἐστί τῶν δὲ δευτέρων οὐσιῶν φανερὸν μὲν καὶ οὕτως ὅτι οὔκ εἰσιν ἐν ὑποκειμένῳ. ὁ γὰρ ἄνθρωπος καθ’ ὑποκειμένου μὲν τοῦ τινὸς λέγεται ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστιν· οὐ γὰρ ἐν τῷ τινὶ ἀνθρώπῳ ὁ ἄνθρωπός ἐστιν. ὡσαύτως δὲ καὶ τὸ ζῶον καθ’ ὑποκειμένου μὲν λέγεται τοῦ τινὸς ἀνθρώπου, οὐκ ἔστι δὲ τὸ ζῶον ἐν τῷ τινὶ ἀνθρώπῳ. ἔτι τῶν ἐν ὑποκειμένῳ ὄντων τὸ μὲν ὄνομα οὐδὲν κωλύει κατηγορεῖσθαί ποτε τοῦ ὑποκειμένου, τὸν δὲ λ·όγον ἀδύνατον. τῶν δέ γε δευτέρων οὐσιῶν κατηγορεῖται καὶ ὁ λόγος κατὰ τοῦ ὑποκειμένου καὶ τοὔνομα · τὸν γὰρ τοῦ ἀν- θρώπου λόγον κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορήσεις καὶ τὸν τοῦ ζώου. ἔτι τὰ μὲν ἐν ὑποκειμένῳ ὄνια φθαρῆναι δύναται σωζομένων τῶν ὑποκειμένων, ὥσπερ τὸ λευκὸν ἢ τὸ μουσικόν· τὰ δὲ εἴδη καὶ τὰ γένη οὐ δύναται φθείρεσθαι μενόντων τῶν ἀτόμων καθ’ ὧν λέγονται · μᾶλλον μὲν οὖν ἐκείνων οἰχομένων τὰ καθόλου μένει. ὥστε οὐκ ἂν εἴη οὐσία τῶν ἐν ὑποκειμένῳ. οὐκ ἴδιον δὲ οὐσίας τοῦτο, ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ ἐν ὑποκειμένῳ ἐστί. τὸ γὰρ πεζὸν καὶ τὸ δίπουν καθ’ ὑποκειμένου μὲν λέγεται τοῦ ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστιν· οὔτε γὰρ ἐν τῷ ἀνθρώπῳ τὸ δίπουν ἐστὶν οὔτε τὸ πεζόν. καὶ ὁ λόγος δὲ ὁ τῆς διαφορᾶς κατηγορεῖται, καθ’ οὗ ἄν λέγοιτο ἡ διαφορά, οἷον εἰ τὸ πεζὸν κατὰ τοῦ ἀνθρώπου λέγεται, καὶ ὁ λόγος ὁ τοῦ πεζοῦ κατηγορηθήσεται τοῦ ἀνθρώπου · πεζὸν γάρ ἐστιν ὁ ἄνθρωπος. ἡ γὰρ διαφορά, ποιότης οὖσα οὐσίας, τῶν τε συμβεβηκότων καὶ τῆς οὐσίας ἐστὶ σύνδεσμος, καὶ διὰ μέσης αὐτῆς τά τε συμβεβηκότα καὶ ἡ οὐσία συνάπτονται, καὶ οὕτω τῶν πάντη διαφερόντων κατὰ τάξιν φυσικὴν ἡ ἕνωσις γίνεται. ἡ γὰρ φύσις οὐκ ἄμεσον τὴν εἰς τἀναντία ποιεῖται μετάβασιν· οὐ γὰρ ἀπὸ τῶν φυτῶν ἀθρόως ἐπὶ. τὰ ἐντελῆ τῶν ζώων ἐβάδισεν· ἀλλὰ τὴν μεταξὺ τῶν ζωο- φύτων οὐσίαν ὑπέστησεν, οὐδ’ ἀπὸ τοῦ λευκοῦ πρὸς τὸ μέλαν ἦλθεν, μὴ τοῦ φαιοῦ μεσιτεύοντος. οὕτω κἀνταῦθα συναγωγὸν ἀμφοτέρων τὴν διαφορὰν συνεστήσατο, μέρος οὖσαν οὐσίας καὶ συμπληροῦσαν αὐτήν. μὴ ταραττέτω οὖν ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις, μήποτε ἀναγκασθῶμεν οὐκ οὐσίας αὐτὰ φάσκειν εἶναι· οὐ γὰρ οὕτω τὰ ἐν ὑποκει- μένω ἐλέγετο, τὰ ὡς μέρη ὑπάρχοντα ἔν τινι, ἀλλὰ τὰ μὴ ὡς μέρη. εἰ δὴ κοινὸν κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, τί ἄν περὶ τοῦ νοῦ ἢ τῆς ψυχῆς φήσαιμεν καὶ πρὸ τούτων περὶ τῶν ἰδεῶν αὐτῶν; αἱ μὲν γὰρ ἐκ νῷ ὑφεστήκασιν, ὁ δὲ ἐν ψυχῇ, ἡ δὲ ἐν σώματι. ἢ μὴ ὡς ἐν ὑποκει- μένω μηδὲ κατὰ συμβεβηκότα τὴν ἐν τούτοις εἶναι δεῖ λέγειν μέθεξιν, ἀλλ’ ὡς οὐσίαν ἐν ἑτέρᾳ οὐσίᾳ, τὴν κατ’ ἐνέργειαν ἐν τῇ κτὰ δύναμιν καὶ τὴν 5 ἀνθρώπου λέγεται M post ἔστιν iterat τῶν δὲ δευτέρων—ἐν ὑποκειμένῳ (3.4) M 11 κατηγορήσῃς BL1 13 δύνανται M φθαρῆναι M 14 λέγεται M 18 οὔτε—οὔτε scripsi: οὐδὲ—οὐδὲ libri 24 τῶν om. LM 26 ἀθρόως] εὐθέως M τὴν] τὰ L1 29 οὖσαν οὐσίαν L 30 ὡς om. M τοῖς λόγοις M 32 εἰ δὲ M 35 ἐν τῇ ψυχῇ L 36 τὴν] τοῖς M εἶναι om. M χωριστὴν καὶ ἀσώματον ἐν τῇ ἀτελεῖ καὶ σωματικῇ, καὶ τὴν συνέχουσαν καὶ κρατοῦσαν ἐν τῇ ἐχομένῃ καὶ ἀρχομένῃ, ὥσπερ ἄν εἰ καὶ ἐν νηὶ κυβερνήτην ἐνεῖναι λέγοιμεν ἢ ἐν ἅρματι ἡνίοχον. Υπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ πάντα συνωνύμως τὰ ἀπ’ αὐτῶν λέγεσθαι. πᾶσαι γὰρ αἱ ἀπὸ τούτων κατηγορίαι ἤτοι κατὰ τῶν ἀτόμων κατηγοροῦνται ἢ κατὰ τῶν εἰδῶν. ἀπὸ μὲν γὰρ τῆς πρώτης οὐσίας οὐδεμία ἐστὶ κατηγορία· κατ’ οὐδενὸς γὰρ ὑποκειμένου λέγεται· τῶν δὲ δευτέρων οὐσιῶν τὸ μὲν εἶδος κατὰ τοῦ ἀτόμου κατηγορεῖται, τὸ δὲ γένος καὶ κατὰ τοῦ εἴδους καὶ κατὰ τοῦ ἀτόμου. ὡσαύτως δὲ καὶ αἱ διαφοραὶ καὶ κατὰ τῶν εἰδῶν καὶ κατὰ τῶν ἀτόμων κατηγοροῦνται. καὶ τὸν λόγον δὲ αἱ πρῶται οὐσίαι ἐπιδέχονται καὶ τὸν τῶν εἰδῶν καὶ τὸν τῶν γενῶν, καὶ τὸ εἶδος δὲ τὸν τοῦ γένους· ὅσα γὰρ κατὰ τοῦ κατηγορουμένου φυσικῶς λέγεται καὶ οὐσιωδῶς, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. ὡσαύτως δὲ καὶ τὸν τῶν διαφορῶν λόγον ἐπιδέχονται τὰ εἴδη τε καὶ τὰ ἄτομα. συνώνυμα δέ γε ἦν, ὧν καὶ τοὔνομα κοινὸν καὶ λόγος ὁ αὐτός· ὥστε πάντα τὰ ἀπὸ τῶν οὐσιῶν καὶ διαφορῶν συνωνύμως λέγονται. ἀλλὰ πῶς οὐσίας μόνης καὶ διαφορᾶς τὴν συνώνυμον κατηγορίαν ἐθέμεθα. ὁρῶντες ἐνοῦσαν κἀν ταῖς ἄλλαις τῶν κατηγοριῶν αὐτήν; πάντα γὰρ τὰ ἐν ἐκείναις γένη καὶ εἴδη συνωνύμως κατὰ τῶν ὑπ’ αὐτὰ λέγεται. καὶ γὰρ ἡ ἐπιστήμη κατὰ τῆς γραμματικῆς, ἡ δὲ κατὰ τῆς ἐν τῷδε τῷ γραμματικῷ συνωνύμως ῥηθήσεται. ἢ πρώτως μὲν τῇ οὐσίᾳ καὶ κυριώτατα τοῦτό ἐστι, μεταφέρεται δ’ ἐκεῖθεν καὶ μεταδίδοται καὶ τοῖς ἄλλοις γένεσιν. ὥσπερ καὶ τὸ χρῶμα οὐσιωδῶς κατηγορεῖσθαι τοῦ ευκοῦ λέγομεν, κατὰ τὴν ἕξιν τῆς ἐπιστήμης ἐκ τῆς οὐσίας τὸ οὐσιῶδες μετάγοντες καὶ ἔτι κατὰ τὸ κοινῶς σημαινόμενον· πᾶσα γὰρ ἁπλῶς ὕπαρξις, εἴτε καθ’ ἑαυτὴν ἕσταται εἴτε πρὸς ἕτερον ἥδρασται, οὐσία λέγεται, ὥσπερ καὶ ὄν. Τρίτον δὲ οὐσίας παρακολούθημα τὸ δείξει ὑποκεῖσθαι καὶ οἷον τῇ χειρὶ παραδηλοῦσθαι καὶ ἀθρόως τῇ αἰσθήσει καταλαμβάνεσθαι· πᾶσα γὰρ οὐσία δοκεῖ τόδε τι σημαίνειν. ὡς γὰρ ἐν ποιῷ τὸ τοιόνδε καὶ ἐν ποσῷ τὸ τοσόνδε οἰκείως καὶ προσφυῶς λαμβάνεται, οὕτω τὸ τόδε δεικτικὸν ἐπὶ τῆς οὐσίας καὶ καταλλήλως ἀποδοθήσεται. ἐπὶ μὲν γὰρ τῶν πρώτων οὐσιῶν ἀναμφισβήτητον καὶ ἀληθές ἐστιν , ὅτι τόδε τι σημαίνει· ἄτομον γὰρ καὶ ἓν ἀριθμῷ τὸ δηλούμενον· ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν φαίνεται μὲν ὁμοίως τῷ σχήματι τῆς προσηγορίας τόδε τι σημαίνειν, ὅταν εἴπῃ ἄνθρωπον ἢ ζῶον, οὐ μὴν ἀληθές γε, ἀλλὰ μᾶλλον ποιόν τι σημαίνειν · οὐ γὰρ ἕν ἐστι τὸ ὑποκείμενον ὥσπερ ἡ πρώτη οὐσία, ἀλλὰ κατὰ πολλῶν ὁ ἄνθρωπος λέγεται καὶ τὸ ζῶον. οὐχ ἀπλῶς δὲ ποιόν τι σημαίνει, ὥσπερ τὸ λευκόν οὐδὲν γὰρ ἄλλο σημαίνει 1 χωριστικὴν M ἀτελῆ L1 3 ἐκεῖναι L: εἶναι Μ 7 τῶν δὴ Μ 8 γένους L 9 τῶν ἀτόμων M 11 καὶ (post ἐπιδέχονται) om. BM 12 τῶν τοῦ L 14 τε om. M 15 καὶ ὁ λόγος M 16 λέγεται M 17 κἄν L 19 ἡ ἐπι- στήμη L 21 κυριώτατον M 23 κατὰ scripsi: καὶ libri 28 ἀθρόον M 29 τῶ ποιῶ M ἐν τῶ ποσῷ M 30 δεικτικῶς Μ 31 καὶ ταλλήλως M 32 ἓν] ἐν Μ 34 ἄνθρωπος BL 35 οὐ γὰρ ἔνεστι L τὸ λευκὸν ἀλλ’ ἢ ποιόν), τὸ δὲ εἶδος τῆς οὐσίας καὶ τὸ γένος περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει· ποιὰν γάρ τινα οὐσίαν σημαίνει. ἐπὶ πλεῖον δὲ τῷ γένει ἢ τῷ εἴδει τὸν ἀφορισμὸν ποιεῖται · ὁ γὰρ ζῶον εἰπὼν , ἐπὶ πλεῖον περιλαμ- βάνει ἢ ὁ τὸν ἄνθρωπον. ἀλλὰ πῶς τὸν τινὰ ἄνθρωπον ἄνθρωπον καὶ ζῶον, εντι δὲ καὶ λογικὸν καὶ θνητὸν λέγομεν, εἰ μὴ πάντα ταῦτα τάδε ἐστίν; ἢ ὅτι τὰ εἴδη τὰ καταταχθέντα τάδε λέγειν οὐκ ἄτοπον, ὁ λόγος δὲ ἦν περὶ τῶν καθ’ ἑαυτὰ ἐπινοουμένων. οἱ μέντοι τοῖς εἴδεσι καὶ τοῖς γένεσι διδόντες ὑπό- στασιν καὶ ὅλως οἱ τὰς ἰδέας εἰσάγοντες καὶ τὸ τάδε ταῦτα εἶναι ἑπόμενον ταῖς ὑποθέσεσιν ἔχουσιν. ἐπεὶ δὲ καὶ ἡ ἄτομος οὐσία, ᾗ καὶ κυρίως τὸ τόδε πρόσεστι, τριττὴ κατά τε ὕλην καὶ τὸ εἶδος καὶ τὸ συνάμφω, τὸ τόδε κατὰ πάντα ῥηθήσεται. <ὥστε> οὐκ ἄν εἴη οὐδὲ τοῦτο οὐσίας ἴδιον· ἐλλείπει ὥσπερ τὸ πλεονάζειν τὰ πρὸ αὐτοῦ. Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν ἐναντίον αὐταῖς εἶναι. τῇ γὰρ πρώτῃ οὐσία τί ἂν εἴη ἐναντίον, οἷον τῷ τινὶ ἀνθρώπῳ ἢ τῷ τινὶ ζῴῳ; οὐδὲν γάρ ἐστιν ἐναντίον. οὐδέ γε τῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ οὐδέν ἐστιν ἐναντίον. οὐ μόνης δὲ τοῦτο τῆς οὐσίας ἐστίν, ἀλλὰ γὰρ καὶ ἐπ’ ἄλλων πολλῶν, οἷον ἐπὶ τοὐ ποσοῦ· τῷ γὰρ διπήχει ἢ τριπήχει οὐδέν ἐστιν ἐναντίον, οὐδέ γε τοῖς δέκα οὐδὲ τῶν τοιούτων οὐδενί, εἰ μή τις τὸ πολὺ τῷ ὀλίγῳ φαίη ἐναντίον εἶναι ἢ τὸ μέγα τῷ μικρῷ· τῶν δὲ ἀφωρισμένων ποσῶν οὐδὲν οὐδενί ἐστιν ἐναντίον. πρὸς δὲ τοὺς ἐνισταμένους ἐπὶ τὰς ἀντιδιῃρημένας τῶν οὐσιῶν, ἐναντιοῦσθαι λέγοντας τὸ σῶμα τῷ ἀσωμάτῳ ἢ τὸ λογικὸν τῷ ἀλόγῳ, οὕτω δεῖ ἀπαντᾶν ὡς εἰ μὲν ἀπόφασις τοῦ σώματος τὸ ἀσώματον ἢ τοῦ λογικοῦ τὸ ἄλογον, οὐκ ἔστιν ἡ ἀπόφασις ἐναντίον· εἴτε δὲ καταφατικὴν ἔχει δύναμιν εἶδός τι δηλοῦσαν ἕτερον τοῦ σώματος καὶ τοῦ λογικοῦ, οὐκ ἄν οὐδὲ οὕτως εἴη ἐναντίον. πῶς γὰρ τὸ παράγον καὶ τάττον ἐναντίως ἔχει πρὸς τὸ παρα- γόμενον ὑπ’ αὐτοῦ καὶ ταττόμενον ; νοῦς γὰρ καὶ λόγος ὑφίστησι τά τε σώματα καὶ τὰ ἄλογα. ἀλλ’ οὐδὲ εἶδος εἴδει ἐναντίον, ὡς ἄν εἴποι τις περὶ πυρός τε καὶ ὕδατος, ἀλλὰ κατὰ τὰς διαφορὰς καὶ ποιότητας τοῖς στοιχείοις ἡ ἀντίθεσις γίνεται. ἀλλ’ οὐδὲ οἱ ἐν ταῖς ἀρχαῖς τὴν ἐναντίωσιν θέμενοι ἧττον ἄτοπα λέγουσι, καὶ τῇ οὐσίᾳ τὴν μὴ οὐσίαν ἀντιτιθέντες ἢ τῇ τοῦ ἀγαθοῦ φύσει τὴν τοῦ κακοῦ καὶ τὴν τῶν χειρόνων ἀρχὴν τῇ τῶν βελτιόνων. εἰ μὲν γὰρ μὴ ὂν λέγουσι τὸ μηδαμῶς ὄν, οὐδεμίαν ἕξει τὴν σχέσιν ἢ τὴν παράθεσιν πρὸς τὸ ὄν· εἰ δὲ μετέσχε πη τοῦ ὄντος, πῶς πάντη κεχώρισται ἢ τῷ ὄντι ἀντίκειται, ὅ γε αὐτοῦ μετείληφεν; εἰ δὲ ὡς οὐσίαι δύο κεχωρισμέναι, αὐτὸ τὸ εἶναι ἓν ἕξουσιν. εἰ δὲ κατ’ ἐκβεβηκυῖαν ἑτερότητα ἐξῄρηνται καὶ ἀλλήλων ἀφίστανται, ὡς καθάπαξ ἠλλοτριωμέναι καὶ μηδὲν κοινὸν ἔχουσαι, οὐδὲ τῆς τῶν ἐναντίων μεθέξουσι σχέσεως. καὶ εἰ μέν, ὥσπερ εἴωθε λέγεσθαι, ἀπὸ τοῦ ὄντος τὸ μὴ ὄν, οἷον ἀπὸ τοῦ θείου καὶ ἀύλου καὶ νοητοῦ τὸ αἰσθητὸν 1 ἢ τὸ ποιόν M 1. 2 τὸ ποιὸν om. L1 3 παραλαμβάνει M 6 καταχθέντα M 7 γένεσι καὶ τοῖς εἴδεσι M 11 ὥστε addidi 13 μηδὲν] μὴ M 14 οἴον— ἐναντίον (16) om. M 16 γὰρ om. Μ 17 δηπήχει B1 L 22 δεῖ] δὴ M 20 αὐτῆς M 27 εἴπῃ M 30 ἀντιθέντες M ταῖς φύσεσι M 33 πάντως M 34 αὐτοῦ] αὐταῖς Μ ὡς om. M 36 ἔχουσιν M παράγεται καὶ ὁρώμενον, ὡς ἄν ἀπὸ τοῦ πρώτου ἔσχατον καὶ ἀπὸ ποιητοῦ ποίημα, πῶς ἄν ἔχοι πρὸς αὐτὸ τὴν ἐναντίωσιν κατὰ τὸ πάντη ἀπ’ αὐτοῦ κεχωρίσθαι, εἴπερ ἀπ’ αὐτοῦ τὴν ὅλην ἔσχεν ὑπόστασιν; εἰ δέ γε ἐξ ἀρχῆς καθ’ ἑαυτὰ ὑφέστηκεν, διὰ τί τὸ μὲν ἔσται ὃν τὸ δὲ μὴ ὄν, ἢ τὸ μὲν ἀγαθὸν τὸ δὲ κακόν, εἴπερ ἀρχαὶ ἄμφω καὶ αἴτια; πῶς δὲ καὶ συνῆλθε τὰ δύο, ἄπορον εὑρεῖν. εἰ δὲ τρίτου δέοι τοῦ συνάξοντος, πῶς ἔσται ταῦτα πρῶτα καὶ ἀνώτατα ἐναντία, ὥσπερ ἐλέγετο ; εἰ δὲ ἀσύνακτα μεμενήκασι , πῶς γένεσις ἐπετελέσθη καὶ τόδε τὸ πάν; τοσαῦτα οὖν καὶ ἔτι πλείω ἄτοπα ἕψεται τοῖς ἐν τάξει ἀρχῆς μετὰ τοῦ ὄντος καὶ τοῦ ἀγαθοῦ τὸ μὴ ὂν καὶ τὸ κακὸν ἀπολείπουσιν. Ἐπεὶ δὲ πρὸς τοῖς ἄλλοις οὐδὲ τὸ μὴ ἐπιδέχεσθαι ἐναντίωσιν ἴδιον τῆς οὐσίας ἐφάνη, μεταβῶμεν ἐφ’ ἕτερον· δοκεῖ γὰρ ἡ οὐσία οὐκ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. λέγω δὲ οὐχ ὅτι οὐσία οὐσίας οὐκ ἔστι μᾶλλον οὐσία καὶ ἧττον οὐσία τοῦτο μὲν γὰρ εἴρηται ὅτι ἔστιν· ἐν οἷς γὰρ διαιροῦντες τὰς μὲν οὐσίας πρώτας καὶ μάλιστα, τὰς δὲ δευτέρας καὶ ἥττονας ὠνομάζομεν, τί ἄλλο ἢ τοῦτο παρεδηλοῦμεν; καὶ μετὰ μικρὸν δέ, ὁπηνίκα τὰς μὲν ὡς νοητὰς καὶ ἀύλους θεωρῶμεν, τὰς δὲ ὡς αἰσθητὰς καὶ ὑλικάς, ἢ τὰς μὲν λογικὰς τὰς δὲ ἀλόγους, τὸ κἀν τῇ οὐσίᾳ παρεῖναι τὸ ἀτιμότερον καὶ τὸ τιμιώτερον παρι- στάνομεν), ἀλλ’ ὅτι ἐπὶ τῶν ὁμοταγῶν καὶ ὁμοστοίχων ἑκάστη οὐσία τοῦτο, ὅπερ ἐστίν, οὐ λέγεται μᾶλλον καὶ ἧττον. οἷον εἰ ἔστιν αὕτη ἡ οὐσία ἄνθρωπος, οὐκ ἔστι μᾶλλον καὶ ἧττον ἄνθρωπος οὔτε αὐτὸς ἑαυτοῦ οὔθ’ ἕτερος ἑτέρου· οὐ γάρ ἐστιν ἕτερος ἑτέρου μᾶλλον ἄνθρωπος, ὥσπερ τὸ λευκόν ἐστιν ἕτερον ἑτέρου μᾶλλον λευκόν, καὶ καλὸν ἕτερον ἑτέρου μᾶλλον καὶ ἧττον καλὸν λέγεται, καὶ ἑαυτοῦ μᾶλλον καὶ ἧττον λέγεται, οἷον τὸ σῶμα λευκὸν ὂν μᾶλλον λευκὸν λέγεται εἶναι νῦν ἢ πρότερον, καὶ θερμὸν ὂν μᾶλλον θερμὸν καὶ ἧττον λέγεται. ἡ δέ γε οὐσία οὐδὲν μᾶλλον οὐσία καὶ ἧττον λέγεται· οὐδὲ γὰρ ὁ ἄνθρωπος μᾶλλον νῦν ἄνθρωπος ἢ πρότερον λέγεται, οὐδέ γε τῶν ἄλλων οὐθέν, ὅσα ἐστὶν οὐσία. ἀλλ’ οὐδὲ τῷ λογικώτερον ἄνθρωπον ἀνθρώπου λέγεσθαι κατὰ τὴν οὐσιώδη λογικότητα διαφέρειν αὐτοὺς εἴποιμεν ἐκείνη γὰρ ἐπ’ ἴσης) ἀλλὰ κατὰ τὴν ἕξιν ἢ τὴν ἐνέργειαν. ὁ μέντοι περὶ τῆς ὕλης λόγος ἐν τούτοις προσίσταται· οὐσία γάρ πως οὖσα μᾶλλον καὶ ἧττον λέγεται καὶ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον, καὶ ὅλως τὰ ἐναντία ἐν αὐτῇ φανταζόμεθα. ἢ καθὸ μὲν δυνάμει πάντα, αὐτὴ καθ’ ἑαυτὴν οὐδὲν διαφέρει ἴσην γὰρ καὶ ὡσαύτως τὴν πρὸς ὅλα τὰ ὄντα ἔμφασιν καὶ ὑποδοχὴν ἔχει), ἀπὸ μέντοι τῆς πρὸς τὸ εἶδος σχέσεως ἡ τοιαύτη παράλλαξις αὐτῇ παραγίνεται. ὥστε οὐκ ἄν ὅλως ἐπιδέχεται ἡ οὐσία τὸ μᾶλλον καὶ τὸ ἧττον. οὐκ ἔστι δὲ οὐδὲ τοῦτο ἴδιον τῆς οὐσίας τὸ μὴ ἐπιδέχεσθαι αὐτὴν τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ γὰρ τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον· ἀριθμὸς γὰρ ὁ γ΄ τοῦ ὅ 1 παράγεται Diels: παράγεσθαι libri τοῦ om. Β 2 ἔχοι scripsi: ἔχοιεν libri αὐτὰ M τῶ L αὐτῆς κεχώρισται M 3 αὐτῶν M 4 διὰ τί ὁ μὲν M 7 ἀνωτάτω Β 8 τοῖς] τῆς M 9 κακὸν om. M 14 γὰρ (post μὲν) 0111. L 15 ὀνομάζομεν Μ 16 παραδηλοῦμεν M 18 ἀτιμώτερον L 21 αὐτὸς scripsi: ἑαυτὸς libri 24 post ἑαυτοῦ add. δὲ M 28 τὸ M 36 οὐκ ἔστι—ἧττον (37) om. M οὐκ ἔστι μᾶλλον καὶ ἧττον , οὐδὲ τόπος τόπου οὐδ’ ἄλλο τῶν τοιούτων οὐδέν. Μάλιστα δὲ ἴδιον οὐσίας δοκεῖ τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν κατὰ τὴν ἑαυτοῦ μεταβολὴν τῶν ἐναντίων εἶναι δεκτικόν, οἷον ἐπὶ μὲν τῶν ἄλλων οὐδὲν ἄν ἔχοι τις τὸ τοιοῦτον προσενεγκεῖν, ὅσα μή ἐστιν οὐσία, ὃ ἓν ἀριθμῷ ὃν δεκτικὸν τῶν ἐναντίων ἐστίν, οἷον τὸ χρῶμα, ὅ ἐστιν ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ, οὐκ ἔσται λευκὸν καὶ μέλαν, οὐδὲ ἡ αὐτὴ πρᾶξις καὶ μία τῷ ἀριθμῷ οὐκ ἔσται φαύλη καὶ σπουδαία· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὅσα μὴ ἔστιν οὐσί. ἡ δέ γε οὐσία, ἓν καὶ ταὐτὸ ἀριθμῷ ὄν, δεκτικὴ τῶν ἐναντίων ἐστίν, οἷον ὁ τὶς ἄνθρωπος, εἷς καὶ ὁ αὐτὸς ὤν, ὁτὲ μὲν λευκὸς ὁτὲ δὲ μέλας γί- νεται, καὶ θερμός γε καὶ ψυχρός, καὶ φαῦλός γε καὶ σπουδαῖος. ἐπὶ δὲ τῶν ἄλλων οὐδενὸς φαίνεται τὸ τοιοῦτον, εἰ μή τις ἐνίσταιτο τὸν λόγον καὶ τὴν δόξαν φάσκων τῶν ἐναντίων εἶναι δεκτικά. ὁ γὰρ αὐτὸς λόγος ἀληθής τε καὶ ψευδὴς δοκεῖ εἶναι, οἷον εἰ ἀληθὴς εἴη λόγος τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ὁ αὐτὸς οὗτος λόγος ψευδὴς ἔσται. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δόξης· δόξαν δὲ ἐνταῦθα τὸν ἐνδιάθετον λόγον ἐν ψυχῇ καὶ ἄνευ φωνῆς λέγομεν. εἰ γάρ τις ἀληθῶς δοξάζοι τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ψευδῶς ὁ αὐτὸς οὗτος δοξάζει, τὴν αὐτὴν ἔχων περὶ αὐτοῦ δόξαν. εἰ δέ τις καὶ τοῦτο παραδέχοιτο , ἀλλὰ τῷ γε τρόπῳ διαφέρει. τὰ μὲν γὰρ τῶν οὐσιῶν αὐτὰ μεταβάλλοντα δεκτικὰ τῶν ἐναντίων ἐστί· ψυχρὸν γὰρ ἐκ θερμοῦ γενόμενον μειέβαλεν ἠλλοίωται γάρ) καὶ φαῦλον ἐκ σπουδαίου. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἕκαστον αὐτὸ μεταβολὴν δεχόμενον τοῦ ἐναντίου δεκτικόν ἐστιν. ὁ δὲ λόγος καὶ ἡ δόξα αὐτὰ μὲν ἀκίνητα πάντη πάντως διαμ·ένει, τοῦ δὲ πράγματος κινουμένου τὸ ἐναντίον περὶ αὐτὰ γίνεται· ὁ μ.ὲν γὰρ λόγος διαμένει τοῦ καθῆσθαί τινα, τοῦ δὲ πράγματος κινηθέντος ὁτὲ μὲν ἀληθὴς ὁτὲ δὲ ψευδὴς λέγεται. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δόξης. ὥστε τῷ τρόπῳ γε ἴδιονἂν εἴη τῆς οὐσίας τὸ κατὰ τὴν ἑαυτῆς μεταβολὴν δεκτικὴν τῶν ἐναντίων εἶναι. εἰ δέ τις καὶ ταῦτα παραδέχοιτο , τὴν δόξαν καὶ τὸν λόγον φάσκων δεκτικὰ τῶν ἐναντίων εἶναι, οὐκ ἔστιν ἀληθὲς τοῦτο. ὁ γὰρ λόγος καὶ ἡ δόξα οὐ τῷ αὐτὰ δεδέχθαι τι τῶν ἐναντίων εἶναι δεκτικὰ λέγεται, ἀλλὰ τῷ περὶ ἕτερον τὸ πάθος γεγενῆσθαι. τῷ γὰρ εἶναι τὸ πρᾶγμα καὶ μεταβάλλεσθαι, τούτῳ καὶ ὁ λόγος ἀληθὴς ἢ ψευδὴς εἶναι λέγεται, οὐ τῷ αὐτὰ δεκτικὰ εἶναι τοῦ ἐναντίου. ἁπλῶς γὰρ ὑπ’ οὐδενὸς οὔτε ὁ λόγος κινεῖται οὔτε ἡ δόξα· ἅμα γὰρ τῷ ῥηθῆναι ὁ λόγος ἔφθαρται καὶ τῷ δοξασθῆναι ἡ δόξα· ὃ δὲ μὴ μένει μηδὲ ἔστιν ὅλως, πῶς ἂν κινηθείη ἢ δέξεταί τι ἢ ἀποβαλεῖ; ὥστε οὐκ ἄν 2 post οὐδέν add. τὸ ἴδιον L 4 δεκτικήν M 5 ἔχη M ἐν ἀρι- θμῶ M 12 ἐνίσταται M ante τὸν add. λέγων M 13 φάσκων om. M 16 post φωνῆς add. γινόμενον M 17 δοξάζει L1 M 22 post ἕκαστον add. γὰρ M 24 κινουμένου—πράγματος (25) om. M 28 εἰ δέ τις— ἐναντίων εἶναι (29) om. L 30 δεδέχθαι τι] δέχεσθαι τῶν M τὸ M 31 τοῦτο BL 32 lacunam nou sensit, quam Categ. exempla omnia habent; ante καὶ addendum est ἡ δόξα εἶναι ἢ ψευδὴς M αὐτὸς δεκτικὸς εἶναι Categ. 4b 10 ex uno libro eoque correcto recepit Bekkerus 34 τὸ δοξασθῆναι BL ὁ δὲ μὴ—ὥστε (35) om. L μένη M εἴη δεκτικὰ τῶν ἐναντίων, μηδενὸς ἐν αὐτοῖς γινομένου πάθους. ἡ δέ γε οὐσία τῷ αὐτὴ τἀναντία δέχεσθαι, τούτῳ δεκτικὴ τῶν ἐναντίων λέγεται · νόσον γὰρ καὶ ὑγείαν ὁ αὐτὸς καὶ εἷς ἄνθρωπος ὁ Σωκράτης δέχεται, καὶ λευκότητα καὶ μελανίαν, καὶ ἕκαστον τῶν τοιούτων ἡ αὐτὴ οὐσία δεχομένη τῶν ἐναντίων εἶναι δεκτικὴ λέγεται. ἀλλ’ εἰ τοῦτο μάλιστα οὐσίας ἴδιον, τί ἄν περὶ τῆς νοητῆς οὐσίας καὶ ἀμεταβλήτου λέγοιμεν , ἢ τίνα τὰ ἐναντία περὶ αὐτήν, ἀναιρουμένων τῶν αἰσθητῶν ποιοτήτων; καὶ περὶ τῶν σωματικῶν μὲν ἀιδίων δὲ τὸ αὐτὸ ἀπορεῖν εὔλογον. τίνος γὰρ ὁ ἥλιος ἐπιδεκτικὸς ἐναντιότητος ἔσται ἢ αὐτὸς ὁ οὐρανός, ἀεί τε τὸ εἶδος συμπαραμένον ἔχοντες καὶ ἀεὶ κινούμενοι; καὶ ἐπὶ τῶν φθαρτῶν δὲ τὸ πῦρ θερμότητος μέν ἐστιν ἐπιδεκτικόν καὶ ἡ χιὼν ψυχρότητος, τῶν ἐναντίων δ’ οὔ. ἢ πρὸς ταῦτα ἐκεῖνο συντόμως εἰπεῖν, ὡς περὶ αἰσθητῆς οὐσίας καὶ μεταβαλλομένης μᾶλλον ὄντος τοῦ λόγου οὔτ’ ἄν ἡ νοητὴ οὐσία τῷ λόγῳ περιλαμβάνοιτο οὔτε ἡ αἰσθητὴ μὲν ἀμετάβλητος δέ. τό τε πῦρ καὶ ἡ χιὼν οὐκ ἐπιδεκτικὰ θερμότητος ἢ ψυχρότητος, ἀλλ’ ἐν τούτοις οὐσίωνται· δεῖ δὲ ἐπίκτητον εἶναι τὴν τῶν ἐναντίων μέθεξιν. οὐ πάντα δὲ τὰ ἐναντία παρεῖναι τῷ δεκτικῷ ζητεῖν δεῖ, ἀλλ’ ἤρκεσεν ἔστιν οἷς καὶ τρόπος εἷς, τὴν φύσιν ὅτι δεκτικὴ παραστῆσαι, ὡς ἐπὶ τοῦ πυρὸς ἡ κατὰ τὴν κίνησιν καὶ τὸν τόπον ἀντίθεσις · τῷ γὰρ ἄνω φέρεσθαι τὸ κάτω ἐναντίον, πάσχει δὲ ἄμφω τὸ πῦρ, τὸ μὲν ὑπὸ φύσεως, τὸ δὲ βίᾳ. ὅλως δὲ ἡ αἰσθητὴ οὐσία, συμφόρησίς ἐστι ποιοτήτων καὶ ὕλης, καὶ ὁμοῦ μὲν πάντα συμπαγέντα μίαν ποιεῖ χωρὶς δὲ λαμβανόμενον ἕκαστον τὸ μὲν ποιὸν τὸ δὲ ποσόν ἐστιν ἤ τι ἄλλο. καὶ ὃ μὲν ἄν ἐκλεῖπον μήπω ἀπηρτισμένην παρέχηται, μέρος ἔσται αὐτῆς· ὃ δ’ ἄν γενομένῃ ἐπισυμβῇ, ἐπίκτητον ἔσται καὶ συμβεβηκός. καὶ ἕκαστον μὲν τῶν συνιόντων οὐκ ἔστιν οὐσία, τὸ δὲ ὅλον τὸ ἐκ πάντων οὐσία ἐστίν. οὐ γὰρ τὸ ὅλον ἀληθὴς ἦν οὐσία ἡ αἰσθητὴ οὐσία, ἀλλὰ μιμου- μένη τὴν ἀληθῆ. διὰ ταῦτα καὶ συμβαίνει ἐξ ἀνάγκης μήτε πάντα τοῦ εἶναι μετέχειν κυρίως τὰ ἐπ’ αὐτῆς μήτε ἡμᾶς τὰ ὑπάρχοντα λαμβάνοντας δύνασθαι τὰ κατ’ οὐσίαν προσόντα αὐτῇ περιλαβεῖν. ὁ γὰρ αὐτὸ τὸ εἶναι ζητῶν ἀόρα- τόν τι ζητεῖ καὶ κρεῖττον ἢ κατὰ τὴν αἰσθητὴν οὐσίαν. καὶ ταῦτα μὲν ἐν τούτοις. Ἐπὶ δὲ τοῖς ἀποδεδομένοις οὐσίας ἰδίοις ἐκεῖνο παρατηρήσεις· ἐπεὶ γὰρ ἕκαστον τῶν ὄντων γινώσκομεν ταῖς τε οἰκείαις διαφοραῖς καὶ ταῖς ἀντιδιαιρου- μέναις πρὸς αὐτάς αἱ μὲν γὰρ τί ἐστι τὸ πρᾶγμα, αἱ δὲ τί οὐκ ἔστι σημαί- νουσιν), ἐξ ἀμφοτέρων δὲ ἡ ἐντελεστάτη κατάληψις γίνεται, τὸ μὲν συνωνύμως λέγεσθαι καὶ τὸ τόδε τι σημαίνειν καὶ τὸ τῶν ἐναντίων εἶναι δεκτικήν, καὶ ὅσα τοιαῦτα περὶ οὐσίας λεγόμενα τὴν τῶν ὑπαρχόντων αὐτῇ ἐνέφαινον ἰδιότητα· τὸ δὲ μηδὲν ἔχειν ἐναντίον καὶ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἃ 1 γενομένου M 2 αὐτὴ scripsi: αὐτὴν libri δεκτικὰ Β 3 κὑγείαν L 4 μελάνωσιν M 10 ἡ repetit L 11 συντόμως] litteras συντ delevit L post συντόμως addendum est δεῖ vel ἔστιν 12 τῶ λόγω M 13 ἡ om. Β 16 τῶ δεκτικῷ παρεῖναι M 17 δεκτικὴ] δεκτικὸν τὸ M 18 τὰ γὰρ Β 22 παρέχεται Μ 24 τὸ δὲ—αἰσθμτὴ οὐσία (25) om. M 31 ἀποδιδομένοις M τῆς οὐσίας Β ἰδίως L 35 τὸ (ante τόδε) om. L 36 αὐτὴν M 37 ante μὴ add. τὸ M οὐκ ἔστιν ἀπέφασκον. ἀγαπητὸν δὲ περὶ τῶν μεγίστων καὶ χαλεπῶν τὸ καὶ μικρῶν εὐπορεῖν. κἀν τοῖς ἀνωτάτοις δὲ καὶ πρώτοις γένεσιν , ἐπεὶ μὴ ὅρῳ τὴν φύσιν εἰπεῖν εἴχομεν δεήσει γὰρ τῶν ἀνωτάτω ἀρχῶν ἑτέρας ἀνωτέρας εἶναι), δι’ ὑπογραφῆς καὶ λόγων ἐξωτερικῶν ἁμωσγέπως αὐτὰ δηλοῦν ἐπιβάλλομεν. οὔσης δὲ τῆς πραγματείας περὶ τῶν ὄντων κατὰ τὰς φερομένας δόξας περὶ αὐτῶν τοῖς πολλοῖς, δεῖ τοὺς ἐντελέστερον πραγματευομένους μετὰ τὸ διαρθρῶσαι τὰς πεπλανημένας ὑπολήψεις καὶ ἀορίστους καὶ τὴν οἰκείαν ἐκτιθέναι καὶ ἀληθῆ · ταῖς μὲν γὰρ ἄν ὁ πολὺς ἡσθείη, τῇ δὲ ὁ σοφὸς ἀρεσθείη. ὃ δὴ καὶ αὐτοὶ ποιεῖν προεθέμεθα, προηγουμένως μὲν καθ’ ἑκάστην τῶν κατηγοριῶν κατὰ τὴν περὶ αὐτῶν κρατοῦσαν δόξαν ἐν τοῖς πολλοῖς θεωρεῖν, εἶτα καὶ τὴν ἐπιβάλλουσαν ἐπιστημονικὴν ἐπάγειν ἐπίσκεψιν. καὶ δὴ αὐτίκα οὔτε τὴν αἰσθητὴν οὐσίαν καὶ μερικὴν τῆς διανοητῆς καὶ καθόλου κυριωτέραν <κυριωτέραν καὶ> πρώτην καὶ μάλιστα φήσομεν, οὔτε πολλῷ μᾶλλον τῆς νοητῆς καὶ ἀύλου καὶ καθ’ ἑαυτὴν ἑστώσης, ἀλλὰ τοὐναντίον ἅπαν κυριώτερον μὲν ἡγεῖσθαι <δεῖ> τοῦ μερικοῦ τὸ καθόλου τὸ μὲν γὰρ μένει, τὸ δὲ φθείρεται) καὶ πρῶτον καὶ μάλιστα· συναναιρεῖ γὰρ ἀναιρούμενον καὶ συνεισφέρεται μὴ συνεισφέρον. κατα- λυομένης οὖν ἐντεῦθεν καὶ τῆς ἐκείνως λεγομένης εἰς πρώτας καὶ δευτέρας τῶν οὐσιῶν διαιρέσεως, ἥδ’ ἄν κατὰ φύσιν καὶ ἐπιστήμην ἀντεισαχθείη. τῆς οὐσίας τὸ μὲν νοητὸν καὶ ἀσώματον, οἷον ἄγγελος νοῦς καὶ ψυχή (ἡ γὰρ δημιουργικὴ τῶν ὄντων αἰτία καὶ οὐσίας καὶ ὅλως ὄντος ὑπερεξῄρηται), τὸ δὲ αἰσθητὸν καὶ σωματικόν · καὶ τούτου τὸ μὲν ἔμψυχον, τὸ δὲ ἄψυχον. καὶ τοῦ ἀψύχου τὸ μὲν κύκλῳ φέρεται, ὡς ἅπας ὁ οὐρανὸς καὶ τὰ περὶ αὐτὸν σώματα, τὸ δὲ κατ’ εὐθεῖαν. καὶ τούτου τὸ μὲν ἄνω καὶ πέριξ, οἷον τὸ πῦρ καὶ ἀήρ, τὸ δὲ κάτω καὶ περὶ τὸ μέσον, ὡς ὕδωρ καὶ γῆ. τοῦ δ’ ἐμψύχου τὸ μὲν ἀναίσθητόν ἐστιν ὡς τὸ φυτόν, τὸ δὲ αἰσθητικόν. καὶ τούτου τὸ μὲν ἀμετά- βατον, ὃ δὴ καὶ ζωόφυτον λέγομεν, τὸ δὲ μεταβατικόν, οἷόν ἐστι τὸ ζῶον. τούτου δὲ τὸ μὲν λογικόν, τὸ δ’ ἄλογον· καὶ τοῦ λογικοῦ τὸ μὲν θνητόν , τὸ δὲ ἀθάνατον. διαιρεθείη δ’ ἄν καὶ ἕκαστον τούτων εἰς ἕτερα πλείονα, ἀλλ’ οὖν ἡμῖν εἰς ἔνδειξιν ἀρκέσει καὶ ταῦτα. καὶ περὶ μὲν οὐσίας τοσαῦτα εἰρήσθω. Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον, τὸ δὲ συνεχές, καὶ τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκε, τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν. τάττεται δὲ τὸ ποσὸν μετὰ τὴν οὐσίαν ἐν τῇ διδασκαλία, ἐπειδὴ κἀν τῇ φύσει πρώτως τῷ ὄντι σύνεστιν ἅμα γὰρ ὄν τί ἐστι καὶ πεπόσωται· ἢ γὰρ ἓν ἢ πολλὰ αὐτὸ ἀνάγκη εἶναι) καὶ ὅτι προηγεῖται τὸ ἄποιον διαστατὸν τῆς ἐν αὐτῷ ἐγγινομένης ποιότητος. ἔστιν οὖν διωρισμένον μὲν ποσὸν ἀριθμὸς καὶ λόγος, συνεχὲς δὲ γραμμή, ἐπιφάνεια, σῶμα, ἔτι παρὰ ταῦτα 1 καὶ (post τὸ) om. M 2 μικρὸν L1 M κἂν L ἀνωτάτω Β 5 τὰς φαινομένας δόξας M 6 post ἐντελέστερον add. περὶ αὐτῶν M 8 ἐκτίθει σθαι B ταῖς scripsi: τῆ BL: τὴν M ὁ πολὺς om. L 12 κυριωτέραν καὶ addidi 14 δεῖ addidi 16 μὴ συνεισφερόμενον M 17 εἰς πρώτας] τῆς πρώτης M 20 ὅλως ὄντα M 22 αὐτῶν L1 31 περὶ ποσοῦ superscribunt BL ἔκθεσιν ἐχόντων BM 36 ἐγκειμένης M τόπος καὶ χρόνος. τῶν μὲν γὰρ τοῦ ἀριθμοῦ μορίων οὐδείς ἐστι κοινὸς ὅρος, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτοῦ · οἷον τὰ πέντε εἰ ἔστι τῶν δέκα μόριον, πρὸς οὐδέν κοινὸν ὅρον συνάπτει τὰ πέντε καὶ τὰ πέντε, ἀλλὰ διώρισται· καὶ τὰ τρία γε καὶ ἑπτὰ πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει, καὶ οὐδ’ ὅλως ἄν ἔχοις ἐπὶ ἀριθμοῦ λαβεῖν κοινὸν ὅρον τῶν μορίων, ἀλλ’ ἀεὶ διώρισται · ὥστε ὁ μὲν ἀριθμὸς τῶν διωρισμένων ἐστίν. ὁμοίως δὲ καὶ ὁ λόγος τῶν διωρισμένων ἐστίν. ὅτι μὲν γάρ ἐστι ποσὸν ὁ λόγος φανερόν. καταμετρεῖται γὰρ συλλαβῇ βραχεία καὶ μακρᾷ· λέγω δὴ αὐτὸν τὸν μετὰ φωνῆς γινόμενον λόγον. βραχείᾳ δὲ καὶ μακρᾷ συλλαβῇ καταμετρεῖσθαι λέγοιτο, οὐκ ἐπειδὴ ἐν βραχεῖ χρόνῳ ἡ βραχεῖα καὶ ἐν μακρῷ ἡ μακρά ἔνι μὲν καὶ τοῦτο), ἀλλ’ ὅτι φύσει τῇ μὲν σύνεστι τὸ μακρόν, τῇ δὲ τὸ βραχύ· καὶ γὰρ ἡ μὲν εὐρυ- νομένης τῆς ἀρτηρίας τῷ πλεονάζειν τῷ πνεύματι γίνεται, ἡ δὲ στενουμένης δι’ ὀλιγότητος πνεύματος. ὥστε ἡ μὲν ὡς βραχεῖα φύσει ἐν βραχεῖ χρόνῳ λέγ·εται, ἡ δὲ ὡς μακρὰ ἐν μακρῷ. ἔστιν οὖν ὁ λόγος διωρισμένον ποσόν · πρὸς οὐδένα γὰρ κοινὸν ὅρον αὐτοῦ τὰ μόρια συνάπτει· οὐ γάρ ἐστι κοινὸς ὅρος, πρὸς ὃν αἱ συλλαβαὶ συνάπτουσιν, ἀλλ’ ἑκάστη διώρισται αὐτὴ καθ’ ἑαυτήν. ἡ δὲ γραμμὴ συνεχής ἐστιν· ἔστι γὰρ <λαβεῖν> κοινὸν ὅρον , ὃν τὰ μόρια αὐτῆς συνάπτει, στιγμήν, καὶ τῆς ἐπιφανείας γραμμήν· τὰ γὰρ τοῦ ἐπιπέδου μόρια πρός τινα κοινὸν ὅρον συνάπτει. ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ σώματος ἔχοις ἄν λαβεῖν κοινὸν ὅρον, γραμμὴν ἢ ἐπιφάνειαν, πρὸς ὃν τὰ τοῦ σώματος μόρια συνάπτει· τὸ γὰρ σῶμα καθ’ ὅσον μὲν ὑποκείμενόν ἐστιν καὶ ταὐτὸν καὶ ἓν μένον τῷ ἀριθμῷ τῶν ἐναντίων ἐστὶ δεκτικόν, κατὰ τοῦτο οὐσία ἐστί· καθ’ ὅσον δὲ τριχῆ διαστατὸν καὶ μετρεῖσθαι πέφυκε, ποσὸν ὑπάρχει. ἔστι δὲ καὶ ὁ χρόνος καὶ ὁ τόπος τῶν τοιούτων. ὁ γὰρ νῦν χρόνος συνάπτει πρός τε τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα. πάλιν ὁ τόπος τῶν συνεχῶν ἐστι· τόπον γάρ τινα τὰ τοῦ σώματος μόρια κατέχει, ἃ πρός τινα κοινὸν ὅρον συνάπτει· οὐκοῦν καὶ τὰ τοὐ τόπου μόρια, ἃ κατέχει ἕκαστον τῶν τοῦ σώματος μορίων, πρὸς τὸν αὐτὸν ὅρον συνάπτει, πρὸς ὃν καὶ τὰ τοῦ σώματος μόρια. ὥστε συνεχὲς ἄν εἴη καὶ ὁ τόπος· πρὸς γὰρ ἕνα κοινὸν ὅρον αὐτοῦ συνάπτει τὰ μόρια. Ἔτι τοῦ ποσοῦ τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκεν, τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν, οἷον τὰ μὲν τῆς γραμμῆς μόρια θέσιν ἔχει πρὸς ἄλληλα· ἕκαστον γὰρ αὐτῶν κεῖταί που, καὶ ἔχοις ἂν διαλαβεῖν καὶ ἀποδοῦναι, οὗ ἕκαστον κεῖται ἐν τῷ ἐπιπέδῳ καὶ πρὸς ποῖον μόριον τῶν λοιπῶν συνάπτει. ὡσαύτως δὲ καὶ τὰ τοῦ ἐπιπέδου μόρια θέσιν 3 τὰ πέντε (post συνάπτει)—συνάπτει (4) 0111. M 6 ὁμοίως—ἐστίν (7) 0111. ΒΜ 10 ἢ βραχεῖα L 13 ὀλιγότητα BM χρόνῳ om. Β 14 λέγεται] γίνεται L1 15 αὐτῶ M 16 ἀλλ’ ἐν ἑκάστη M 17 ἔχει γάρ M λαβεῖν ex Arist. addidi (cf. v. 20) 18 post γὰρ add. τῆς ἐπιφανείας M 19 τοῦ (post γὰρ) om. M 20 τοῦ om. M 24 καὶ (post δὲ) om. L1 χρόνος om. Β καὶ ὁ 0111. BL 25 τε om. M 28 τῶν αὐτῶν L 29 αὐτὰ M 31 ἔκθεσιν BM τῶν ἐν τοῖς μορίοις M 32 ἐξ οὐκ ἐχόντων M 35 τοῦ om. M ἔχει τινά· ὁμοίως γὰρ ἄν ἀποδοθείη ἕκαστον οὗ κεῖται, καὶ ποῖα συνάπτει πρὸς ἄλληλα· καὶ τὰ τοῦ στερεοῦ δὲ ὡσαύτως, καὶ τὰ τοῦ τόπου. ἐπὶ δέ γε τοῦ ἀριθμοῦ οὐκ ἄν ἔχοι τις ἀποδεῖξαι ὡς τὰ μόρια αὐτοῦ θέσιν τινὰ ἔχει πρὸς ἄλληλα ἢ κεῖταί που, ἢ ποῖά γε συνάπτει πρὸς ἄλληλα. οὐδέ γε τὰ τοῦ χρόνου· ὑπομένει γὰρ οὐδὲν τῶν τοῦ χρόνου μορίων· ὃ δὲ μή ἐστιν ὑπομένον, πῶς ἄν τοῦτο θέσιν ἔχοι τινά. ἀλλὰ μᾶλλον τάξιν τινὰ εἴποις ἄν ἔχειν τῷ τὸ μὲν πρότερον εἶναι τοῦ χρόνου, τὸ δὲ ὕστερον· καὶ ἐπὶ τοῦ ἀριθμοῦ δὲ ὁμοίως τῷ τὸ ἓν πρότερον ἀριθμεῖσθαι τῶν δύο καὶ τὰ δύο τῶν τριῶν· καὶ οὕτω τάξιν ἄν τινα ἔχοι, θέσιν δὲ οὐ πάνυ λάβοις ἄν. καὶ ὁ λόγος δὲ ὡσαύτως· οὐδὲν γὰρ ὑπομένει τῶν μορίων αὐτοῦ, ἀλλ’ εἴρηταί γε καὶ οὐκέτι τοῦτο ἔστι λαβεῖν. ὥστε οὐκ ἂν εἴη θέσις τῶν μορίων, εἴ γε μηδὲν ὑπομένει· τὸ γὰρ μέλλον ἕξειν θέσιν τριῶν δεῖται τούτων, τόπου ἐν ᾧ κεῖται, καὶ τοῦ τὰ μόρια συνυπάρχειν, ἀλλὰ μὴ τῶν ἑτέρων γινομένων τὰ ἕτερα ἀφα- νίζεσθαι, καὶ τοῦ συνέχειαν καὶ ἀλληλουχίαν ἔχειν πρὸς ἄλληλα. ἀλλ’· εἰ ἅπαν ποσὸν μέτρον ἐστὶν ὡς μετροῦν ὁ γὰρ ἀριθμὸς μετρεῖ τὰ διωρισμένα καὶ ὁ πῆχυς τὰ συνεχῆ), ὁ λόγος τί μετρεῖ ποσὸν ὤν ; ἢ μετροῦσι μὲν τὰ τοῦ λόγου μόρια, αἱ συλλαβαί, μετρεῖται δὲ ὁ λόγος, καὶ ἔστι ποσὸν οὐχ ὡς μετρῶν, ἀλλ’ ὡς μετρούμενος· οὐ γὰρ τὰ μετροῦντα μόνα ποσά, ἀλλὰ καὶ τὰ μετρούμενα, ὡς ἂν εἴη καὶ ὁ χρόνος μέτρον κινήσεως οὐχ ὡς μετρῶν, ἀλλ’ ὡς μετρούμενος κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον. τὰ μὲν οὖν τοῦ ποσοῦ ἐκ θέσιν ἐχόντων τῶν ἐν αὐτοῖς μορίων συνέστηκε, τὰ δ’ οὐκ ἐξ ἐχόντων θέσιν. ἔτι τῶν ποσῶν τὰ μὲν ἔχει ῥοπήν, τὰ δὲ οὐκ ἔχει. καὶ τῶν ἐχόντων τὰ μὲν σώματά εἰσι, τὰ δὲ ἀσώματα· σώματα μὲν ὡς τὰ τέσσαρα στοιχεῖα· τὰ μὲν γὰρ αὐτῶν ἐπὶ τὸ ἄνω καὶ τὸ πέριξ τὴν ῥοπὴν ἔχει, ὡς τὸ πῦρ καὶ ἀήρ, τὰ δ’ ἐπὶ τὸ κάτω καὶ τὸ μέσον, ὡς ὕδωρ καὶ 77). εἴ τις δὲ καὶ τὴν ψυχὴν αὐτὴν καθ’ αὑτὴν ποσὸν ἀσώματον ὑποτίθεται, ἔσται καὶ ἐν ἀσωμάτοις ῥοπή· ᾗ γὰρ πρὸς τὸ σῶμα νεύει, τὴν ἐπὶ τὸ κάτω ῥοπὴν ἕξει· ᾗ δὲ πρὸς τὸν νοῦν καὶ τὸ νοητόν, τὴν ἐπὶ τὰ ἄνω. καὶ τῶν μὴ ἐχόντων δὲ ῥοπὴν τὰ μὲν σώ- ματά εἰσιν ὡς τὸ πέμπτον στοιχεῖον καὶ κυκλοφορικόν οὐ γὰρ ἔκ τινος εἴς τι τὴν ῥοπὴν ἔχει, ἀλλὰ περὶ αὑτὸ στρέφεται· οὔτε δὲ ἀρχῇ ἢ τέλει ἢ ὅλως πέρατι ἡ ἐκεῖ κίνησις περιγράφεται), τὰ δὲ ἀσώματα, ὥσπερ χρόνος καὶ τόπος, ἔτι δὲ γραμμὴ καὶ ἐπιφάνεια καὶ πρὸ πάντων ὁ νοῦς, οὐσία ἑστῶσα καὶ ἀρ- ρεπὴς καὶ ἀσώματος. Ἕτι τοῦ ποσοῦ τὰ μὲν προηγουμένως ἐστὶ ποσά, ὅσα καθ’ αὑτά, οἷον ἀριθμὸς καὶ λόγος καὶ χρόνος καὶ τἄλλα, ὧν τὸ ποσὸν ἐν τῷ τί ἐστι κατη- γορεῖται· τὰ δὲ κατὰ συμβεβηκός, ὅσα κατ’ ἄλλο τι ποσὰ εἶναι λέγεται. 1 ποῖα ex Aristostele scripsi (cf. v. 4): ποῖον libri 3 αὐτῶν M ἔχει τινὰ BM 4 τὰ om. Β 6 εἴπεις L 7 τῶ χρόνω M 9 ἄν (post τάξιν) om. M ἔχει M 10 ὑπομενεῖ M αὐτῶν M 12 ἕξιν θέσιν M τόπου scripsi: τόπον libri 13 τοῦ om. M 14 τοῦ] τὴν M 15 ἅπαν τὸ ποσὸν M 20 ἢ τὸ M οὖν om. M ἔκθεσιν libri 24 καὶ (ante ἀήρ) om. L 25 εἰ δέ τις M 27 ἢ γὰρ M νεύειν M εἰ δὲ M τὸν om. BM 30 αὑτὸ scripsi: αὐτὸ libri 32 καὶ (post γραμμὴ) om. L εἰς τὰ κυρίως γὰρ ποσὰ ἀποβλέποντες καὶ ταῦτα ποσὰ λέγομεν, οἷον πολὺ τὸ λευκὸν ἢ μέγα λέγεται τῷ τὴν ἐπιφάνειαν πολλὴν ἢ μεγάλην εἶναι, καὶ ἡ πράξις μακρὰ τῷ γε τὸν χρόνον πολὺν εἶναι, καὶ ἡ κίνησις πολλή. οὐ γὰρ καθ’ αὑτὸ ἕκαστον τούτων ποσὸν λέγεται. οἷον ἐὰν ἀποδιδῷ τις, πόση τις ἡ πρᾶξίς ἐστι, τῷ χρόνῳ ὁριεῖ, ἐνιαυσιαίαν ἢ οὕτω πως ἀποδιδούς. καὶ τὸ λευκὸν ποσόν τι ἀποδιδοὺς τό ἐπιφανείᾳ ὁριεῖ· ὅση γὰρ ἄν ἡ ἐπιφάνεια εἴη, τοσοῦτον καὶ τὸ λευκὸν φήσειεν εἶναι. ὥστε μόνα κυρίως καὶ καθ’ αὑτὰ ποσὰ τὰ εἰρημένα λέγεται, τῶν δ’ ἄλλων οὐδὲν καθ’ αὑτό, ἀλλ’ ἢ ἄρα κατὰ συμβεβηκός. ὥρα δὴ μετὰ τὴν τῶν εἰδῶν διαίρεσιν καὶ τῶν διαφορῶν καὶ ἐπὶ τὰ ἴδια καὶ παρακολουθοῦντα τῷ ποσῷ μεταβῆναι, ὥσπερ ἐπὶ τῆς οὐσίας ἐποιήσαμεν. καὶ πρῶτον, ἃ κοινὰ αὐτῷ τε καὶ ἄλλαις τῶν κατηγοριῶν, παρα- δώσομεν, εἶτα τὰ ἴδια καὶ ἃ μόνῳ πρόσεστι. Καὶ δὴ λέγομεν ὅτι τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον. ἐπὶ μὲν γὰρ τῶν ἀφωρισμένων ποσῶν φανερὸν ὅτι οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ διπήχει ἢ τῷ τριπήχει ἢ τῶν τοιούτων τισίν. ἥ τε γὰρ γραμμή, καθ’ ὅσον μέν ἐστι γραμμὴ καὶ μοναχῶς διέστηκεν, οὐδεμίαν ἔχει ἐναντίωσιν· καθ’ ὅσον δὲ ποιά, κατὰ τοσοῦτον τὸ εὐθὺ καὶ τὸ κυρτὸν ἔχει περὶ αὐτὴν θεωρούμενον. καὶ ἡ ἐπι- φάνεια δὲ κατὰ μὲν τὴν εἰς δύο διάστασιν οὐχ ἕξει τὰ ἐναντία, τραχεῖα δὲ καὶ λεία οὐ καθὸ ἐπιφάνεια, ἀλλ’ ᾗ τοιάδε ῥηθήσεται, ὥσπερ καὶ λευκὴ καὶ μέλαινα, καθὸ ποιὰ καὶ χρῶμα ἔχουσα. τό τε σῶμα ὡσαύτως κτὰ τὸ τριχῆ διαστατὸν εἶναι ἀναντίθετόν ἐστιν · οὐ γάρ ἐστι τῷ σώματι τὸ ἀσώματον ἐναν- τίον, ὥσπερ εἴρηται. ἀλλ’ οὐδὲ τῷ χρόνῳ, καθ’ ὅσον ἀφορίζει τῷ οἰκείῳ μέτρῳ τὴν κίνησιν, ἐστί τι ἐναντίον, οὐδὲ ἡ ἡμέρα τῇ νυκτὶ ἠναντίωται, καθὸ χρόνοι διάφοροι εἷς γὰρ ὁ αὐτὸς πανταχοῦ, εἴπερ ἐν ἄλλοις μὲν νὺξ ἐν ἄλλοις δὲ ἡμέρα κατὰ τὸ αὐτὸ νῦν), ἀλλὰ καθὸ πῆ μὲν πεφώτισται, πῆ δὲ ἐσκίασται· τοῦτο δὲ τὸ ποιόν τινα τὸν χρόνον εἶναι μᾶλλον ἢ τὸ ποσὸν παριστᾷ. καὶ τῷ ἀριθμῷ δὲ οὐδέν ἐστιν ἐναντίον· τὰ γὰρ δύο καὶ τρία ἀφώρισται καὶ οὐκ ἠναντίωται. οὔτε μὴν τὸ περιττὸν καὶ τὸ ἄρτιον ἐναντία, ὥσπερ οὐδὲ τὸ λογικὶν τῷ ἀλόγῳ. ἀλλ’ οὐδὲ κατὰ τὸ ψεύδεσθαι ἢ ἀληθεύειν τῷ λόγῳ τἀναντία προσμαρτυρήσαιμεν, ἀλλὰ ποσὸν μέν ἐστιν ὁ λόγος, καθὸ μετρεῖται συλλαβαῖς, ψεύδεται δὲ ἢ ἀληθεύει, καθὸ σημαντικός. Περὶ μέντοι τοῦ τόπου ἔχει ἀμφισβήτησιν, ἣν μετὰ μικρὸν ἐπισκεπτέον· μόνος γὰρ τῶν τοῦ ποσοῦ δοκεῖ τἀναντία ἐπιδέχεσθαι. νυνὶ δὲ ἐκεῖνα προστί- θεμεν, ἅ τινες λέγουσιν· φασὶ γὰρ τὸ πολὺ τῷ ὀλίγῳ ἐναντίον εἶναι καὶ τὸ μέγα τῷ μικρῷ. τούτων δὲ οὐδέν ἐστι ποσόν, ἀλλὰ μᾶλλον πρός τι· οὐδὲν 5 ἐνιαυσιαίαν—ὁριεῖ (6) om. M 7 εἶναι—καθ᾿ αὑτό (8) om. M καθ’ αὑτὸν L 8 ἢ] sic etiain Categ. p. 5b 10: εἰ Bekker 9 ὅρα LM δὲ M 11 ἄλλοις M 15 γραμμὴ (post ἐστι) 0111. M 18 τραχεῖα scripsi: ταχεῖα libri 19 ἐπιφάνεια scripsi: γραμμή libri ἀλλ’ ἢ M 20 τὸ (post κατὰ) om. M 22 ὥσπερ εἴρηται] p. 16,20 sqq. 23 τῇ νυκτὶ—ἡμἐρα (25) iterat M 24 γὰρ καὶ ὁ Β 25 post καθὸ add. μὲν L 26 xai ποιόν BL 28 οὔτε μὴ Β τὸ (post καὶ) om. M ἐναντίον M 30 προσμαρτυρήσομαι M 31 ἢ] ἡ Β 34 τῶ πολὺ τὸ ὀλίγον M καθ’ αὑτὸ τὸ μέγα ἢ τὸ μικρὸν ἐλέγετο , οὐκ ἄν ποτε τὸ μὲν ὄρος μικρὸν ἐλέγετο , ἡ δὲ κέγχρος μεγάλη. πάλιν ἐν μὲν τῇ κώμῃ πολλούς φαμεν εἶναι ἀνθρώπους, ἐν Ἀθήναις δὲ ὀλίγους, πολλῷ πλείους ὄντας. ἔτι τὸ μὲν δίπηχυ καὶ τὸ τρίπηχυ καὶ ἕκαστον τῶν τοιούτων ποσὸν σημαίνει · τὸ δὲ μέγα ἢ μικρὸν οὐ σημαίνει ποσόν, ἀλλὰ μᾶλλον πρός τι· πρὸς γὰρ ἕτερον θεωρεῖται καὶ τὸ μικρὸν καὶ τὸ μέγα. ὥστε φανερὸν ὅτι ταῦτα τῶν πρός τί ἐστιν. ἔτι ἐάν τε τιθῇ τις ταῦτα ποσὰ εἶναι ἐάν τε μὴ τιθῇ , οὐκ ἔστιν αὐτοῖς ἐναντίον οὐδέν · ὃ γὰρ μὴ ἔστιν αὐτὸ καθ’ αὑτὸ λαβεῖν, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται, πῶς ἂν εἴη τούτῳ τι ἐναντίον ; ἔτι δὲ εἰ τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία, συμβήσεται τὸ αὐτὸ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι, καὶ αὐτὰ δὲ ἑαυτοῖς εἶναι ἐναντία. συμβαίνει γάρ ποτε ἅμα τὸ αὐτὸ μέγα τε καὶ μικρὸν εἶναι· ἔστι δὲ πρὸς μὲν τοῦτο μικρόν, πρὸς ἕτερον δὲ τὸ αὐτὸ τοῦτο μέγα· ὥστε τὸ αὐτὸ καὶ μέγα κατὰ τὸν αὐτὸν εἶναι χρόνον καὶ μικρόν, ὥσθ’ ἅμα τἀναντία ἐπι- δέχεσθαι καὶ αὐτὰ δὲ αὑτοῖς εἶναι ἐναντία. ἀλλ’ οὐδὲν δοκεῖ ἅμα τἀναντία ἐπιδέχεσθαι, οἷον ἐπὶ τῆς οὐσίας· δεκτικὴ μὲν τῶν ἐναντίων εἶναι ἐλέγετο, ἀλλ’ οὐχί γε νοσεῖ καὶ ὑγιαίνει οὐδὲ λευκὸν καὶ μέλαν ἐστὶν ἅμα. ἀλλ’ οὐδὲ τῶν ἄλλων οὐδὲν ἅμα τἀναντία ἐπιδέχεται. καὶ αὐτὰ δὲ αὑτοῖς συμβαίνει ἐναντία εἶναι. εἰ γάρ ἐστι τὸ μέγα τῷ μικρῷ ἐναντίον, τὸ δ’ αὐτό ἐστιν ἅμα μέγα καὶ μικρόν, καὶ αὐτὸ ἑαυτοῦ εἴη ἐναντίον. ἀλλὰ τῶν ἀδυνάτων ἐστὶν αὐτὸ ἑαυτῶ εἶναι ἐναντίον. ὥστε εἰ καὶ μὴ τῶν πρός τι ταῦτά τις ἐρεῖ, ἀλλὰ τοῦ ποσοῦ, οὐδὲν ἐναντίον ἕξει. ‘Ως ἄν δὲ ταῦτα μᾶλλον διαρθρωθείη, ἐκεῖνα δεῖ προσθεῖναι, ὡς τοὐ ποσοῦ τὸ μέν ἐστιν ὡρισμένον, οἷον δύο, τρία, δίπηχυ, τρίπηχυ περιγέγραπται γάρ), τὸ δὲ ἀόριστον, ὡς τὸ μέγα καὶ τὸ μικρόν, καὶ πολὺ καὶ ὀλίγον · ἄδηλον γάρ, κατὰ τίνα ὑπεροχὴν ἢ ἔλλειψιν ὑπερέχει ἢ ἐλλείπει. διττὸν δὲ καὶ τοῦτο · τὸ μὲν ἁπλῶς ἀόριστον, τὸ δὲ πρός τι. τὸ μὲν γὰρ μὴ ἀναφερόμενον ἐφ’ ἕτερον ὁμογενές, κατὰ δὲ τὴν οἰκείαν διαφορὰν νοούμενον, τὴν πρὸς τὰ ἀνομοιογενῆ, ἁπλῶς ἀόριστον λέγεται· τὰ δὲ ὡς κατὰ σύγκρισιν τῶν ὁμογενῶν μεγάλα λεγόμενα καὶ μικρὰ ἢ πολλὰ καὶ ὀλίγα οὐχ ἀπλῶς ἀόριστα, ἀλλὰ κατὰ σχέσιν. ἄλλο μὲν γάρ ἐστι τὸ καθ’ ἑαυτὸ θεωρούμενον πλῆθος, ἄλλο δὲ τὸ κατὰ τὴν πρὸς ἕτερον σχέσιν. δεῖ δὲ τὸ μὲν καθ’ ἑαυτὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ἐν τοῖς καθ’ ἑαυτὰ καὶ ἀύλοις θεωρεῖν εἴδεσι, τὰ μὲν κατὰ τὴν ὑπεροχήν, τὰ δὲ κατὰ τὸ πλῆθος τῶν καθαρῶν λόγων· τὰ δὲ πρός 2. 4 ὅρος L 4 οὐκ ἄν—ἐλέγετο (5) om. M 7. 8 ἡ τὸ μικρὸν M 9 ἔτι] ἔστι L 10 τεθῇ utrobique L 12 τῶ μέγα M 15 μέγα τὸ αὐτὸ τοῦτο BM 17 αὐτοῖς 19 οὐχ ἡ γε L: ὐχ ἧ γε Μ 20 αὐτοῖς BL 21 ante μέγα add. καὶ M 23 ἑαυτὸ L post ἑαυτῷ add. τι B εἰ om. M μὴ om. M 25 δεῖ] δὴ BL 30 συμφορὰν M ὁμοιογενῆ M 32 ante οὐχ add. καὶ M 35 ἐν] καὶ M τι καὶ κατὰ σύγκρισιν ἐν τοῖς ἐνύλοις. τοῖς μὲν οὖν εἰρημένοις εἴδεσι τοῦ πόσου οὐδέν ἐστιν ἐναντίον. Μάλιστα δὲ ἡ ἐναντιότης τοῦ ποσοῦ περὶ τὸν τόπον δοκεῖ ὑπάρχειν· τὸ γὰρ ἄνω τῷ κάτω ἐναντίον τιθέασι, τὴν πρὸς τὸ μέσον χώραν κάτω λέγοντες διὰ τὸ πλείστην τῷ μέσῳ διάστασιν πρὸς τὰ πέρατα τοῦ κόσμου εἶναι. ἐοίκασι δὲ καὶ τὸν τῶν ἄλλων ἐναντίων ὁρισμὸν ἀπὸ τούτων ἐπιφέρειν· τὰ γὰρ πλεῖστον ἀλλήλων διεστηκότα τῶν ἐν τῷ αὐτῷ γένει ἐναντία ὁρίζονται. οἷς ἡμεῖς διαι- τῶντες λέγομεν, ὡς οὐδὲ ὁ τόπος, καθὸ ἐπιφάνεια καὶ διχῆ διίσταται, τὴν ἀντίθεσιν δέχεται, ἀλλ’ ἢ ἄρα, καθὸ πρός τι ἢ ποῦ. τούτοις γὰρ τῷ ἄνω πρὸς τὸ κάτω ἀντίθεσις γίνεται, καὶ ἄμεινον ἐν τούτοις κἀκεῖνα λέγειν· ὡς ἐπεὶ πρὸς τὸ πᾶν κάτω μέν ἐστιν, ἐφ’ ᾧ τὰ βάρος ἔχοντα φέρεται τοῦτο δὲ τὸ μέσον καὶ τὸ κέντρον), ἄνω δέ, ἐφ’ ᾧ τὰ κοῦφα τοῦτο δὲ τὸ κύκλῳ καὶ τὸ πέριξ), πρὸς ἡμᾶς δὲ κάτω μὲν τὰ ὑπὸ τοὺς πόδας, ἄνω δὲ τὰ ὑπὲρ κεφα- λῆς, τὰ μὲν πρὸς ἡμᾶς ἄνω καὶ κάτω λεγόμενα μόνως ἐστὶ πρός τι συμμεταβάλλει γὰρ ἑκάστοτε καὶ οὐκ ἔστι φύσει)· τὰ δὲ ἐν τῷ κόσμῳ, καθ’ ὅσον μὲν ἤρτηται αὐτοῖς ἐξ ἀλλήλων τὸ εἶναι, εἴη ἄν πρός τι· ὅτι δὲ τοιαῦτα πέ- φυκεν, οἷα λέγεται, καὶ οὐδέποτε μεταπίπτει καὶ πλεῖστον ἀλλήλων διέστηκε, ταύτῃ ἄν εἴη ἐναντία. διττὴ δὲ καὶ ἡ διάστασις· ἡ μὲν εἰδητική , ὡς ἐπὶ τοῦ ποιοῦ λευκὸν καὶ μέλαν , ἀγαθὸν καὶ κακόν, ἡ δὲ διαστηματική, ὡς ἡ ἐν ποσῷ, ἥτις καὶ κυρίως τοῦθ’ ὅπερ ἐστὶ λέγεται. οὐ λέγομεν δὲ ἐν τῷ κόσμῳ τὰ κατὰ διάμετρον ἐναντία, καίτοι γε τὴν πλείστην μᾶλλον ἀπόστασιν ἢ τὸ ἄνω πρὸς τὸ μέσον ἔχοντα, ὡς ἄμφω τῆς αὐτῆς ὄντα φύσεως· πέριξ γὰρ ἑκάτερον. τὸ δὲ μέσον τοῦ πέριξ κατὰ τὸ εἶδος διέστηκεν. καὶ τὸν τόπον δὲ οἱ μὲν τῶν πάλαι ὑπὸ τὰ πρός τι ἀνῆγον κατὰ τὸ περιέχειν καὶ περιέχεσθαι. οἱ δὲ ποσὸν ἔθεντο πρὸς τὸ διαστηματικὸν ἀποβλέψαντες. κατὰ τὰ αὐτὰ δὲ καὶ τὸ ἄνω καὶ τὸ κάτω οἱ μὲν ἐν τῷ παντὶ ἀπολείπουσι καὶ ἐναντία τίθενται, οἱ δὲ οὔτε ἐναντία οὔτε ἐν τῷ παντί, ὡς ὄντα τῶν πρός τι, ὥσπερ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν. τῶν μέντοι Πυθαγορείων περιεκτικώτερον τὸν τόπον ὁρισα- μένων ἢ ἡμεῖς ἐν τοῖς Φυσικοῖς τὸν γὰρ ἑκάστου εἴδους ὅρον, ἐν ᾧ ἵδρυται καὶ ἀφ’ οὗπερ ἀνέχεται, καὶ ὅλως τὸ τῶν ὄντων πέρας τόπον εἰπόντων), εἴη ἄν κατ’ αὐτοὺς καὶ τὸ ἄνω κατὰ τὴν τῆς οὐσίας ὑπεροχὴν καθαρότητι καὶ δυνάμει καὶ πᾶσι τοῖς τοιούτοις προέχον, τὸ δὲ κάτω τοῖς ἀντικειμένοις. διὰ ταῦτα καὶ ἡ ἐν τῷ παντὶ ἀνέχουσα πάντα καὶ σφίγγουσα δύναμις ἐν τῷ οὐ- ρανῷ ἱδρῦσθαι λέγεται κατὰ τὴν ὑπεροχὴν τοῦ πάντων πέρατος. καὶ περὶ μὲν τούτων τοσαῦτα εἰρήσθω. 2 οὐδενί ἐστιν Β: οὐδὲν ’στιν erasis duabus litteris L 4 τῷ κάτω scripsi: τὸ κάτω libri 6 τὸν] τὸ M ἐναντίον M 7 τῶν ἐναντίων ἐν τῷ αὐτῷ γένει ὁρίζονται L1: ἐναντίων post γένει transponit L2 διαιτῶντες scripsi: διαιτοῦντες libri 9 ἀλλ’ ἧ ἄρα L: ἀλλήλων ἄρα Μ cf. p. 23,8 τοῦ ἄνω Β: τὸ ἄνω Μ κἀκεῖνο ΒΜ 13 κάτω μὲν iterat M 16 ἤρτηνται M τὸ om. Μ 19 εἰ δὲ M ἡ (post ὡς) om. M 22 ὄντα] εἶναι M 23 μέσον] μία L 24 περιέχειν scripsi: περιέχον libri 27 ἐν τῷ παρόντι LM 29 ἐν τοῖς Φυσικοῖς] Phys. Δ 4, 212a 6 Οὐ δοκεῖ δὲ τὸ ποσὸν ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον , οἷον τὸ δίπηχυ. οὐ γάρ ἐστιν ἕτερον ἑτέρου μᾶλλον δίπηχυ. οὐδὲ ἐπὶ τοῦ ἀριθμοῦ, οἷον τὰ τρία τῶν πέντε οὐδὲν μᾶλλον τρία τῶν πέντε λέγεται, οὐδὲ τὰ πέντε τῶν τριῶν. οὐδέ γε ὁ χρόνος ἕτερος ἑτέρου μᾶλλον χρόνος λέγεται· οὐδὲ ἐπὶ τῶν εἰρημένων ὅλως οὐδενὸς τὸ μᾶλλον καὶ τὸ ἧττον λέγεται, ὥστε τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ᾧ γὰρ μή ἐστιν ἐναντίον, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον σύνεστιν. ἀρχὴ γὰρ τῆς ἐπὶ τὸ ἐναντίον μεταβολῆς ἡ ὕφεσις καὶ ἡ ἐλάττωσις τοὐ προυπάρχοντος εἴδους· μίξει γὰρ τῶν ἐναντίων ἡ ἀμύδρωσις. εἰ δὲ μεῖζον μέγεθος μεγέθους λέγομεν καὶ ἀριθμὸν ἀριθμοῦ πλείονα καὶ ἐλάττονα, καὶ ἐν τούτῳ πολὺ τὸ μᾶλλον καὶ τὸ ἧττον θεωροῦμεν μᾶλλον γὰρ μείζων τοῦ Ὑμηττοῦ ὁ Καύκασος ἢ ὁ Ἄθως, καὶ μᾶλλον πλείω τῶν τριῶν τὰ ζ΄ ἢ τὰ ε΄), κατὰ τὸ πρός τι αὐτοῖς τὸ μᾶλλον τοῦτο καὶ τὸ ἧττον ἐροῦμεν. εἰ μέντοι μᾶλλον μέγας ὁ Καύκασος ἀπολύτως λέγοιτο, ἧττον δὲ ὁ Ἄθως καὶ ἔτι ἧττον ὁ Ὑμηττός, τότε διὰ τὸ ἀόριστον συγχωρήσοι ἄν τις ἐπιδέχεσθαι τὸ ποσὸν τὸ μᾶλλον καὶ τὸ ἧττον, ὥσπερ καὶ ἐναντίωσιν· τὸ γὰρ μὴ πρός τι λεγόμενον μέγα ἀλλὰ καθ’ αὑτὸ ἀντίκειται τῷ καθ’ αὑτὸ λεγομένῳ μικρῷ. Ἴδιον δὲ μάλιστα τοὐ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι· τοῦτο γὰρ καὶ μόνῳ καὶ παντὶ πρόσεστιν. ἕκαστον γὰρ τῶν εἰρημένων ποσῶν ἴσον καὶ ἄνισον λέγεται, καὶ ἀριθμὸς καὶ χρόνος ἴσος καὶ ἄνισος λέγεται· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ῥηθέντων ἕκαστον ἴσον καὶ ἄνισον λέγεται. τῶν δὲ λοιπῶν ὅσα μή ἐστι ποσά, οὐ πάνυ ἂν δόξαιεν ἴσον καὶ ἄνισον λέγεσθαι, οἷον ἡ διάθεσις ἴση τε καὶ ἄνισος οὐδ’ ὅλως λέγεται, ἀλλὰ μᾶλλον ὁμοία καὶ ἀνο- μοία, καὶ τὸ λευκὸν ἴσον τε καὶ ἄνισον οὐ πάνυ λέγεται, ἀλλὰ μᾶλλον ὅμοιον. ὥστε τοῦ ποσοῦ μάλιστα ἂν ἴδιον τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι. ἅπαν γὰρ ποσόν, καθὸ τοιοῦτον, μετρητόν ἐστι· πᾶν δὲ μετρητὸν ἢ τοῖς αὐτοῖς μετρεῖται μέτροις ἢ πλείοσιν ἢ ἐλάττοσιν. ἴσον μὲν ἄν εἴη τὸ τοῖς αὐτοῖς μετρούμενον, τὸ δὲ πλείοσιν ἢ ἐλάττοσιν ἄνισον. καὶ γὰρ τοῖς ἄλλοις τὸ μετρητοῖς εἶναι διὰ τὸ ποσὸν ὑπάρχει· οὐ γὰρ ᾗ ξύλον μετρεῖται τὸ ξύλον, ἀλλ’ ἡ μέγεθος καὶ ποσὸν ἔχει. καὶ τὸ μὲν μέγεθος καὶ πηλίκον καὶ τὸ μετρεῖν ἀποδώσεις τῷ συνεχεῖ κυριολεκτῶν, τὸ δὲ πλῆθος καὶ ποσὸν καὶ ἀριθμεῖν τῷ διωρισμένῳ. ὥσπερ δὲ ἀριθμὸς ἀριθμῷ ἴσος καὶ ἄνισος λέγεται καὶ μέγεθος μεγέθει, οὕτω καὶ ῥοπὴ ῥοπῇ· οἷον μνᾶ πρὸς μνᾶν καὶ πρὸς τάλαντον ἴση ῥηθείη καὶ ἄνισος. οὐκ ἐν πᾶσι δὲ ἕψεται τὸ ἐπὶ τῆς ῥοπῆς ἴσον καὶ ἄνισον τῷ κατὰ τὸν ὄγκον ἢ τοῖς μεγέθεσιν, ἀλλὰ διαφωνήσει τοῖς πλείστοις, καὶ σχεδὸν ἐπὶ πάντων τῶν ἀνομοιοειδῶν σωμάτων ἄνισοι τοῖς ὄγκοις εἰσὶν αἱ ῥοπαί. ὥσπερ δὲ ἐπὶ τοὐ ποιοῦ τὸ ἴσον καὶ ἄνισον λέγεται κατὰ τὸ συνυπάρχον ποσόν, οὕτω κἀν τῷ 4 οὐδ’ ὅ γε ὁ χρόνος M χρόνος μᾶλλον M 7 τῆς] τις L 11 ὑμμητοῦ BL 13 μᾶλλον μέντοι M 13. 14 ἥττων M 14 συγχωρήσει M 16 καθ’ αὑτὰ Μ καθ’ αὑτῶ (ante λεγομένω) L 18 δὲ om. M 21 τῶν δὲ—λέγεσθαι (22) om. M 22 δόξαι Β 23 μᾶλλον om. M 26 μετριτόν L ἡ] ἐν M 28 μετρητὸν M1 29 ἧ ξύλω M 34 ὄγγον BL 36 ὄγγοις BL 37 κἀν L ποσῷ κατὰ τὸ συνὸν αὐτῷ ποιὸν τὸ ὅμοιον ῥηθείη καὶ ἀνόμοιον. τρίγωνα γὰρ καὶ τετράγωνα καὶ ὅλως σχήματα καὶ ὅμοια καὶ ἀνόμοια λέγεται · ποσὸν μὲν γὰρ τὸ σχῆμα κατὰ τὴν διάστασιν καὶ τὸν μερισμόν , ποιὸν δὲ κατὰ τὴν μορφὴν καὶ τὴν ἰδιότητα. καὶ αἱ ἀποφάσεις δὲ τοῦ ποσοῦ καὶ αἱ πτώσεις ὅμοιαι ταῖς ἐπὶ ταῖς οὐσίαις, ἐπὶ μέντοι τῶν πληθῶν διαφωνεῖ καὶ τοῦ ἑνός· οὔτε γὰρ ἐπὶ τοῦ ἑνὸς πληθυντικῶς ἐστιν ἐξενεγκεῖν, οὔτ’ ἐπὶ πλήθους ἑνικῶς. δι- πήχη δὲ καὶ μεγάλα καὶ πολλὰ λέγεται, καθάπερ δίπηχυ καὶ μέγα καὶ πολύ. λέγεται δὲ καὶ στερητικῶς ἐν τῷ ποσῷ · τὸ γὰρ ἄπειρον κατὰ στέρησιν τοῦ πέρας ἔχειν λέγεται. ὁμοίως δὲ καὶ τὸ ἀμερές, ὅτι τοῦ γένους ὄντα τῶν ἐχόντων οὐκ ἔχει, τὸ μὲν ἐπὶ τοῦ ἀριθμοῦ, τὸ δ’ ἐπὶ τῆς γραμμῆς. ὡς δὲ ἀπὸ τοῦ ποιοῦ παρεγκέκλιται τὸ πῶς, οἷον δικαίως, καλῶς, οὕτως ἀπὸ τοῦ ποσοῦ ποσαχῶς, οἷον τριχῶς, καὶ ἔτι ποσάκις, δίς, τρίς, πολλάκις, ὀλιγάκις. ἕκαστον δὲ τῶν ὄντων ἓν καὶ ὅλον λέγεται, στιγμὴ δὲ καὶ μονὰς ὅλα οὐ λέ- γονται· ὅλον μὲν γάρ ἐστι τὸ συμπεπληρωμένον πᾶσι τοῖς μέρεσι· ταῦτα δὲ καὶ ἀμερῆ. Ἀρχὰς δὲ ταῦτα τοῦ τε διωρισμένου ποσοῦ καὶ τοῦ συνεχοῦς ἐν τοῖς ἄνω διορισάμενοι, δεῖ καὶ τὴν ἐν ἀμφοτέροις συνορᾶν διαφορὰν καὶ κοινότητα. ἓν μὲν οὖν τῷ ἀριθμῷ ὅλον λέγεται, ὃ καθ’ ὅλον ἑαυτῷ συνέχεται καὶ περι- γράφεται καὶ τῶν ἄλλων κεχώρισται· ὅταν δὲ πρὸς τῷ ἓν εἶναι καὶ ἀπηρημωμένον τυγχάνει καὶ ἄζυγον καὶ χωρὶς ἑτέρου ὁμογενοῦς, μόνον κατονομάζεται. ὅθεν οὐ διαφέρει μόνωσιν εἰπεῖν ἢ μονάδα. ἕνωσις δέ ἐστιν ἡ τῶν τοῦ ἑνὸς πρὸς ἄλληλα μορίων συνέχεια. λέγεται δὲ καὶ ἡ μονὰς στιγμὴ θέσιν οὐκ ἔχουσα καὶ ἡ στιγμὴ μονὰς θέσιν ἔχουσα. ἀπορωτάτως δὲ ἰδίως περὶ στιγμῆς ἔχοντες λάβοιμεν ἄν τινα περὶ αὐτῆς ἐξ ἀναλύσεως ἔννοιαν. ἐπεὶ γὰρ ἅπαν τὸ περατοῦν τοῦ περατουμένου λείπεται μιᾷ διαστάσει, τριχῆ δὲ τὸ σῶμα διίσταται καὶ περατοῦται ὑπὸ τῆς ἐπιφανείας, ἡ δὲ ὑπὸ γραμμῆς, γραμμὴ δὲ ὑπὸ σημείου, εἰς δύο μὲν ἡ ἐπιφάνεια διαστήσεται, κατά τε μῆκος καὶ πλάτος μιᾷ γὰρ ἐλλείψει τοῦ σώματος, τῇ εἰς βάθος), ἡ δὲ γραμμὴ οὔτε τὴν εἰς βάθος οὔτε τὴν εἰς πλάτος διάστασιν ἔχουσα μόνην ἕξει τὴν εἰς μῆκος, ἡ μέντοι στιγμὴ μηδεμιᾶς τῶν διαστάσεων ὑπολειπομένης μενεῖ ἀδιάστατος. γένεσιν δὲ συνεχοῦς καὶ διωρισμένου καὶ ὅλως ποσοῦ ἄνωθεν οὕτω δεῖ θεωρεῖν. ἡ τοῦ ἑνὸς δύναμις, ἀφ’ οὗ πᾶν τὸ ποσὸν ἀπογεννᾶται, διατείνεται δι’ ὅλων ἡ αὐτὴ καὶ ὁρίζει ἕκαστον προἰοῦσα ἀφ’ ἑαυτῆς. ᾗ μὲν οὖν δι’ ὅλων διήκει παντάπασιν ἀδιαιρέτως καὶ ᾗ τὴν πρόοδον ποιεῖται μίαν καὶ ἀδιαίρετον, τὸ συνεχὲς ὑφίστησιν· ᾗ δὲ προἰοῦσα ἵσταται καθ’ ἕκαστον τῶν εἰδῶν καὶ ὁρίζει καὶ ἑνοποιεῖ, κατὰ τοῦτο τὸ διωρισμένον παράγει. κατὰ δὲ τὴν περιέχουσαν ἅμα τὰς δύο ταύτας ἐνεργείας μίαν κυριωτάτην αἰτίαν τὰ δύο ποσὰ παράγει · ἅμα γὰρ καὶ μένει καὶ πρόεισι. περιέχει γὰρ ἡ τῶν νοητῶν μέτρων δύναμις ἅμ ἀμφότερα ἐν ἑνὶ τῷ αὐτῷ, τά τε μένοντα καὶ τὰ προιόντα· ἐντεῦθεν 8 στερητικὸν L 13. 14 λέγεται M 18 καθόλου M 19 πρὸς τὸ M ἀπῃωρημένον M 23 ἔχουσαν (post οὐκ) L καὶ—ἔχουσα om. M 25 τὸ περατουμένου L 29 εἰς τὸ μῆκος M 32 πᾶν om. M 33 ἡ αὐτὴ] αὐτὴ LM 35 ἵσταται post εἰδῶν transponit M 39 τὰ (post καὶ) om. M ἐν τῷ κόσμῳ παντὶ τοῦ τε συνεχοῦς ἡ φύσις προῆλθεν, ἥτις καλεῖται μέγεθος κατὰ ἕνωσιν καὶ ἀλληλουχίαν , καὶ ἡ τοῦ διωρισμένου, ἥτις καλεῖται πλῆθος κατὰ σωρείαν τε καὶ παράθεσιν , κοινὸν ἔχοντα τὸ τοσόνδε ὡς μέτρον καὶ πέρας. καὶ κατὰ μὲν τὴν τοῦ μεγέθους οὐσίαν εἷς ὁ κόσμος ἐστί τε καὶ νο- εἷται , σφαιρικὸς καὶ συμπεφυκὼς ἑαυτῷ διατεταμένος καὶ ἀλληλουχούμενος, κατὰ δὲ τὸ πλῆθος ἥ τε σύνταξις καὶ ἡ διακόσμησις ἡ ἐκ τῶν τοσῶνδε φέρε εἰπεῖν στοιχείων καὶ ζώων ἢ φυτῶν θεωρεῖται, καὶ ἐναντιοτήτων ἢ ὁμοιοτήτων τόσων καὶ τόσων. εἰ οὖν ἐν ταῖς εἰκόσιν οὕτω ταῦτα κεχώρισται, πολὺ πρό- τερον- ἐν τοῖς νοουμένοις γένεσι καὶ πρὸ τούτων ἐν τοῖς καθ’ αὑτὰ ἀύλοις εἴδεσι διέστηκε, κοινὸν ἔχοντα, ὡς εἴρηται, τὸ μέτρον καὶ τὸ πέρας. διὰ ταῦτα καὶ πολυχουστέρα τῶν ἄλλων κατηγοριῶν ἡ περὶ τοῦ ποσοῦ θεωρία · αἱ γὰρ κυριώταται τῶν μαθηματικῶν ἐπιστῆμαι περὶ αὐτὸ διατρίβουσιν, ἡ μὲν γεωμετρία καὶ ἀστρονομία περὶ τὸ συνεχὲς καταγινόμεναι, ἡ μὲν τὸ κατὰ τὴν μονήν οἷον τὴν γῆν, ἡ δὲ τὸ κατὰ τὴν κίνησιν, οἷον τὸν οὐρανόν· ἀριθμη- τικὴ δὲ καὶ μουσικὴ περὶ τὸ διωρισμένον, ἡ μὲν τὸ καθ’ αὑτό, ἡ δὲ τὸ πρὸς ἕτερον· Τῆς τῶν πρός τι τάξεως οὔσης ἀμφισβητησίμου πως, πότερον ἡγεῖσθαι δεῖ τοὐ ποιοῦ ἢ ἕπεσθαι, ἡμεῖς μετὰ τὸ ποσὸν τετάχαμεν καὶ πρὸ τῆς ποιότητος. ἐπεὶ γὰρ συνεχῆ (£ivai) τὴν διδασκαλίαν ἔδει καὶ μὴ ἀπηρτημένην διὰ μακροῦ, πολὺς δ’ ἐν τῷ τοῦ ποσοῦ ὁ τοῦ πρός τ· λόγος συγκαταμέμικται (μέγα γὰρ ἐκεῖ καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον οὐχ ὡς ποσὰ ἀλλ’ ὡς τῶν πρός τι συνεξητάζετο , καὶ ἔτι τῷ ποσῷ ὑπεροχὴ καὶ ἔλλειψις συνυφίσταται, ὅθεν οἱ λόγοι τοὐ τε ὑπερέχοντος πρὸς τὸ ὑπερεχόῳνον, ἐν οἷς αἱ τοῦ πρός τι σχέσεις συνυφεστήκασιν, καὶ προυφεστῶτος μεγέθους καὶ πλήθους ἐπιγίνεται τὸ μεῖζόν τε καὶ βραχύτερον καὶ τὸ πλεῖον καὶ ἔλαττον), εἰκότως εὐθὺς τὴν μετὰ τὸ ποσὸν τοῖς πρός τι χώραν ἐνείμαμεν. εἴ τις δὲ καὶ τὴν ποιότητα ὡς καθ’ αὑτὸ καὶ τῇ οὐσίᾳ σὺ ἴ̀γενεστ--ραν προετίθη τῶν πρός τι, φυσικώτερον ἂν ἦν κἀκεῖνος τῇ τάξει χρώμενος. ἀδιαφόρως δὲ καὶ τὴν ἐπιγραφὴν κατὰ τὸν ἀριθμὸν ἐκδεξόμεθα • ὅ τε γὰρ λόγος ἀξιοῖ πᾶσαν κατηγορίαν καὶ ἓν εἶναι καὶ πολλά, ἓν μὲν κατὰ τὴν ἐν τῷ γένει περιοχήν, πολλὰ δὲ διὰ τὸν εἰς πλῆθος τῶν εἰδῶν μερισμόν, καὶ τὰ πρός τι δήπου, καθ’ ὅσον μὲν ἐν πλήθει τὴν σχέσιν ἔχουσι, πολλὰ ἔσται, καθ’ ὅσον δὲ ἡ ἐν πλείοσι σχέσις καθ’ ἓν ἕστηκε καὶ νε- νόηται καὶ μιᾷ ἰδιότητι τῇ σχετικῇ ἀφορίζεται, ἑνικῶς ἐπιγράφεται. ἐπεὶ δὲ καθάπαξ τὰ πρός τι σχέσεις εἰσίν , πότερον ἡ σχέσις αὕτη ἐν ὑποστάσει ἢ ὄνομα μόνον ἄλλως συνεκφερόμενον; ἀλλ’ ὅτι μὲν οὐ πᾶσαν σχέσιν ἀναι- ρετέον , δῆλον ἐκ τοῦ osiv, ὥσπερ τὴν οὐσίαν καὶ ποσότητα καὶ ποιότητα καὶ τῶν ἄλλων ἕκαστον γενῶν, οὕτω καὶ τὴν σχέσιν ἐν τοῖς οὖσι τίθεσθαι, πολλὴν χρείαν καὶ αὐτὴν παρεχομένην· οὔτε γὰρ τὰ γένη οὔτε τὰ ὑπ’ αὐτὰ ὄντα 1 τε om. M 5 συμπεφυκὸς M διατεταγμένος M 8 καὶ πόσων LM 17 Hερὶ τοῦ πρός τι superscribit L et al. m. M πως scripsi: ὡς Hbri πρότε- ρον M 19 εἶναι addidi 20 ὁ om. M 21 καὶ μικρόν om. M πόσα M 22 ὑπεροχὴ L 23 σχέσις L 27 προετίθει M 32 καθ’ ὅσον—νενόηται om. M 34 σχέσις εἰσίν L αὐτὴ M κοινωνίαν πρὸς ἄλληλα ἕξει τινά , εἰ μή τις εἴη σχέσεως ἐν τοῖς οὖσι λόγος. ἄτοπον δὲ καὶ τὴν τῶν διαφερόντων πρὸς ἄλληλα ἀναιρεῖν κοινωνίαν καὶ τῶν πρώτων πρὸς τὰ δεύτερα καὶ τῶν ἀσωμάτων πρὸς σώματα, οἷον ψυχῆς πρὸς σῶμα καὶ νοῦ πρὸς ψυχὴν καὶ ὅλως θεοῦ πρὸς ἄνθρωπον · οὐ γὰρ ὁμοούσια ταῦτα οὐδὲ ἡ ἕνωσις αὐτοῖς κατὰ σύμφυσιν, ἀλλὰ τῇ σχέσει συνδέδενται. τὸ δὲ καὶ ἁρμονίαν ἀναιρεῖν, οὐ τὴν ἐν φθόγγοις μόνην οὐδὲ τὴν ἐν τοῖς ἀριθμοῖς, ἀλλὰ καὶ τὴν ἐν οὐσίαις τε καὶ δυνάμεσι καὶ ἐνεργείαις, ἥτις ἐγγινομένη τοῖς οὖσι συνήγαγεν καὶ σχέσιν ἔχειν πρὸς ἄλληλα ἀπειργάσατο, ἔτι δὲ ἅπαν ἴσον καὶ σύμμετρον, πῶς οὐκ ἀφιλόσοφον καὶ παράλογον ; εἰ δὲ καὶ γεωμετρία καὶ μουσικὴ περὶ σχέσεις ἔχουσι τὸ εἶναι, ἀνυπόστατοι δ’ αὗται, πῶς οὐ γελοῖαι περὶ τοῦ μὴ ὄντος κατατριβόμεναι; καὶ ἐπὶ τούτοις πῶς ἐφετὸν ὁ θεὸς πᾶσι λέγεται, εἰ μηδεμία πρὸς τὸ ἐφετὸν τῷ ἐφιεμένῳ σχέσις; εἰ οὖν ταῦτα ἄτοπα, πολύ τι τὸ τῆς σχέσεως ἐστι γένος, οὐκ ἐν τοῖς αἰσθητοῖς μόνοις, ἀλλὰ καὶ ἐν τοῖς νοητοῖς καὶ ἐν τοῖς μετὰ τὰ νοητὰ ἀσωμάτοις. τοιγαροῦν καὶ χρῶνται πάντες αὐτῷ, καὶ ἀδύνατον ὁτιοῦν χωρὶς σχέσεως διαλεχθῆναι· τὸ γὰρ ταὐτὸν καὶ τὸ ἕτερον, ὧν οὐδὲ φθέγγεσθαι χωρὶς δυνάμεθα, τῆς τοῦ πρός τί ἐστι σχέσεως, καὶ ἡ τῶν συνθέτων σύστασις, κατὰ σύνοδον τῶν διαφερόντων γινομένη, κατὰ σχέσιν ὑφέστηκεν. ἀλλ’ οὐδ’ ὡς παραφυομένην ταῖς ἄλλαις κα- τηγορίαις τὴν τοῦ πρός τι ἐπεισοδιώδη ταύτην νομίσομεν, ἀλλὰ προηγουμένην οὖσαν καὶ κατ’ οἰκείαν διαφορὰν θεωρουμένην. αὕτη γὰρ κοινότης ἐστὶ διὰ πάντων ἥκουσα τῶν ἐναντίων καὶ τῶν ὁπωσοῦν διαφερόντων, καὶ τῶν ὅλων γενῶν καὶ τῶν ὑπ’ αὐτὰ τεταγμένων, ἥτις εἰ μὴ παρῆν, διεσπάσθη ἄν πάντα ἀπὸ πάντων. καὶ ἡ μέν τίς ἐστι σχέσις ἐν εἴδει καὶ λόγῳ ὑφεστῶσα, ἡ δὲ μετάσχεσις αὐτοῖς ἐν τοῖς μετειληφόσιν, οὐκ ἀπὸ γενέσεως ἢ κινήσεως ἢ ἄλλον τρόπον ἐπεισοδιώδη τὴν εἰς τὸ εἶναι πάροδον ἔχουσα. οὕτε γὰρ ἀπόστασις οὔτε παράθεσις οὕτε συναγωγὴ ἢ διάσχισις ἢ προσθήκη ἢ ἀφαίρεσις ἢ θέσις μορίων ἢ ὅλως τι τῶν τοιούτων τὴν σχέσιν ὑφίστησιν, ἐπεὶ τὰ αὐτὰ τῶν ἐναντίων ἐστὶ σχέσεων οἰστικὰ καὶ τὰ ἐναντία τῶν αὐτῶν. μόνως ἄρα κυρίως αἴτιον τῆς σχέσεως ἐστι τὸ μετασχεῖν τοῦ τῆς σχέσεως εἴδους , καὶ τὸ πρός τι κατὰ τὴν σχέσιν ἀνιχνευέσθω μόνην, μὴ συλλαμβανόντων ἡμῶν τὰ πράγματα, ὧν ἐστιν ἡ σχέσις. Τοσαῦτα καὶ περὶ τῆς τῶν πρός τι διηπορηκότες ὑπάρξεως ἑξῆς λέγομεν, τίνα ταῦτα οἰόμεθα. ἐπεὶ δὲ φθάνουσιν οἱ πρὸ ἡμῶν ὅρῳ τὴν φύσιν αὐτῶν ὑπογράψαντες, παρακολουθήσομεν ἐν πρώτοις αὐτοῖς προσιστοροῦντες καὶ διηγούμενοι, ὅ τι καὶ λέγουσι, καὶ κατὰ τὸν ἐκδοθέντα παρ’ ἐκείνοις τύπον τὴν τῶν πρός τι διδασκαλίαν ποιήσομεν. εἰ δέ τι προ·ιοῦσι φανείη ἐπιστασίας κατὰ τὸν ὅρον ἄξιον, καὶ τοῦτο τῆς προσηκούσης τεύξεται διορθώσεως, φιλοσόφως μέντοι καὶ ἀπαθῶς· πλημμελὲς γὰρ περὶ τηλικούτων κλεινοῖς ἀνδράσιν ἐπιτιμᾶν. 3 πρὸς τὰ ἀσώματα M 5 τῶν σχέσει L 6 τοῖς om. M 7 καὶ (post ἀλλὰ) om. M 10 γελοῖον M 13 μόνον M 15 καὶ οὐ δύναται M ὁτοιοῦν L 17 σύνοδον om. LM 28 καὶ τὰ ἐναντία iterat M μόνω, ut videtur, L 29 αἴτιον] ἕτερον M 31 ἐστιν om. M 34 παρα·κολουθήσωμεν M 38 περὶ]