Ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου ἤγουν συνωνύμως 3 καὶ οὐσιωδῶς, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται, οἷον ὁ ἄνθρωπος κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορεῖται καὶ τὸ ζῶον κατὰ τοῦ ἀνθρώπου· οὐκοῦν καὶ κατὰ τοῦ τινὸς ἀνθρώ- που τὸ ζῶον κατηγορηθήσεται. καὶ κατὰ τοῦδε τοῦ λευκοῦ λεγόμενον τὸ ἀπλῶς λευκόν, κατ’ ἐκείνου δὲ τὸ χρῶμα· καὶ κατὰ τοῦ μερικοῦ δὲ ἄρα τὸ καθόλου χρῶμα κατηγορηθήσεται. τὸ μέντοι δισύλλαβον ἢ τὸ γένος κατὰ μὲν τοῦ ζώου κατηγορηθήσεται, κατὰ δὲ τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου, καθ’ ὧν τὸ ζῶον, οὔ · οὐ γὰρ ὡς καθ’ ὑποκειμένου κατὰ τοῦ ζώου ταῦτα ἐλέγετο. Τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων, ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί, οἷον ζώου καὶ ἐπιστήμης. ζώου μὲν γὰρ διαφοραὶ τό τε πεζὸν καὶ τὸ δίπουν καὶ τὸ πτηνὸν καὶ τὸ ἔνυδρον, ἐπιστήμης δὲ οὐδεμία τούτων· οὐ γὰρ διαφέρει ἐπιστήμη ἐπιστήμης τῷ δίπουν εἶναι. τῶν δέ γε ὑπ’ ἄλληλα γενῶν οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι διαφοράς. τὰ γὰρ ἐπάνω τῶν ὑπ’ αὐτὰ εἰδῶν κατηγορεῖται, ὥστε ὅσαι κτὰ τοῦ κατηγορουμένου διαφοραί εἰσι, καὶ τοῦ ὑποκειμένου ἔσονται. τῶν γὰρ διαφορῶν αἱ μὲν γενῶν εἰσιν, αἱ δὲ εἰδῶν· καὶ τῶν τοῦ γένους αἱ μὲν συστατικαί, ὅσαι ὑπὲρ αὐτὸ καὶ καθολικώτεραι καὶ κατηγοροῦνται αὐτοῦ, αἱ δὲ διαιρετικαί, ὅσαι διῃρημένως μὲν κατ’ αὐτοῦ οὐ 2 ἡ ταύτης αἴσθησις om. BM ἀπολείπει Β 3 post ἁφὴν add. ὡς ἐπὶ τῆς τῶν δακτύλων συμπτύξεως M post ἕνωσιν add. ὡς ἐπὶ τοῦ ἀέρος M 7 post ἐγκατασπείρεται add. ὡς ἡ τοῦ μήλου οὐσία ἡ μετὰ τῆς ὀσμῆς ἐξερχομένη M 8 δὲ om. M 18 διαγωνίας M 20 κατηγορεῖται L 22 τινὸς] παντὸς M 29 ἑτερογενῶν Aristoteles 30 ζώων μὲν M 32 τῷ scripsi: τὸ libri δίπουν] δίπους Aristoteles 37 διῃρημέναι M λέγονται, ὁμοῦ δὲ πᾶσαι. τοῦ δὲ εἴδους εἰσὶν αἱ εἰδοποιοὶ μόναι, ὧν ἑκάστη κατὰ τὸ ἀντιδιῃρημένον πρὸς ἕκαστον τῶν εἰδῶν ἀφορίζεται, ἀλλ’ οὐχ ἅμα πᾶσαι. ὥσπερ δὲ εἴδη πλείονα πρὸς ἓν γένος, οὕτω πολλαὶ διαφοραὶ πρὸς ἓν εἶδος συντελοῦσιν· καὶ ὥσπερ ἕτερα γένη καὶ εἴδη τὰ ταῖς διαφόροις κατηγορίαις ὑποκείμενα λέγομεν, οὕτω καὶ διαφερούσας τῷ εἴδει διαφορὰς ἐπιζητοῦμεν, ἐπειδὴ πολλάκις καὶ τῶν ἑτέρων γενῶν, οἷον ζώου καὶ σκεύους, αἱ αὐταὶ δοκοῦσι διαφοραί καὶ γὰρ τῶν ζώων τὰ μέν ἐστιν ὑπόποδα τὰ δὲ ἄποδα, καὶ τῶν σκευῶν ὁμοίως ὑπόποδα μὲν κλίνη καὶ τράπεζα, ἄποδα δὲ τὰ πλείονα), ἀλλ’ οὐκέτι καὶ τῷ εἴδει, ἀλλὰ καθ’ ὁμωνυμίαν· κατὰ μεταφορὰν γὰρ καὶ ἐξ ἑτέρου κατωνομάσθη τὸ ἕτερον. οὐκ ἀπορεῖν δὲ δεῖ οὐδὲ πρὸς τὰς διαφορὰς καὶ τὸν τοῦ εἴδους ὁρισμόν, εἴπερ τὴν μὲν κατὰ διαφερόντων τῷ εἴδει, τὸ δὲ τῷ ἀριθμῷ ὁριζόμεθα, τῷ μονοειδεῖς τινας εἶναι διαφοράς οἷον ἀνθρώπῳ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ πυρὸς τὸ κοῦφον, καὶ γῆς τὸ βαρύ, αἳ καὶ ἀντιστρέφουσι τοῖς ὁριστοῖς), καὶ διὰ τὰ μοναδικὰ τῶν ἐν τῷ κόσμῳ εἰδῶν, οἷον ἥλιον καὶ σελήνην ἐπὶ τῶν ἀιδίων, ἐπὶ δὲ τῶν φθαρτῶν, οἷον ἱστοροῦσι περὶ τοῦ φοίνικος. αἱ μὲν γὰρ αὗται διαφοραί, εἰ καὶ μὴ κατὰ πλειόνων εἰδῶν λέγονται, τῷ διά τινα συντυχίαν πραγμάτων τὴν τῶν ὑποδεχο- μένων εἰς πλῆθος διάστασιν μὴ γενέσθαι, ἀλλ’ οὖν οὕτως ἔχουσιν ὥσπερ ἂν εἰ καὶ κατὰ πλειόνων ἐλέγετο. περὶ δὲ τῶν εἰδῶν ἐπὶ μὲν τοῦ φοίνικος, εἰ καὶ μὴ ἅμα τὰ ἄτομα, ἀλλ’ οὖν κατὰ διαδοχὴν πολλῶν κατηγορεῖται φοινίκων· τὸ δὲ ἐν τοῖς ἀιδίοις μοναδικὸν ἐν ὕλῃ κατατέτακται καὶ συντέθειται, καὶ οὐχ ὅμοιον τῷ ζητουμένῳ παρ’ ἡμῖν ἀκατατάκτῳ καὶ θεωρουμένῳ ἐν τοῖς πολλοῖς. τοσαῦτα ὡς πρὸς τὴν διδασκαλίαν χρησιμεύσοντα τῶν κατηγοριῶν προεκθέμενοι, ἤδη ἐπ’ αὐτὰς χωρῶμεν. πρότερον δὲ ὡς ἐν κεφαλαίῳ διὰ τὸ εὐσύνοπτον αὐτὰς διελώμεθα, εἶτα καὶ διεξοδικῶς καί τινα θεωρητικῶς περὶ αὐτῶν ἀπορήσομεν καὶ ζητήσομεν.