Τῶν λεγομένων εἶναι τὰ μέν εἰσιν ἀπλᾶ τῇ προφορᾷ, τῷ δὲ σημαινομένῳ συμπεπλεγμένα, οἷον τρέχω δηλοῖ γὰρ ἐμὲ καὶ τὸν δρόμον), καὶ ὅλως τὰ πρῶτα τῶν ῥημάτων καὶ δεύτερα πρόσωπα προφερόμενα ἀεὶ συννοουμένην ἔχουσι καὶ τὴν ὑποκειμένην οὐσίαν, καὶ ἔτι τῶν τρίτων τὰ ἐπὶ ὡρισμένων κείμενα ὡς τὸ ὕει καὶ σείει· ἔξωθεν γὰρ τὸ τῆς προνοίας προσυπακούεται ὄνομα. τὰ δὲ σύνθετα μὲν τῇ προφορᾷ, ἁπλᾶ δὲ τῇ σημασίᾳ, ὡς οἵ τε λόγοι τῶν πραγμάτων ἔχουσιν ἓν γὰρ καὶ ταὐτόν, εἰς ὃ τὰς διαφόρους λέξεις συνείρομεν), καὶ τὰ τοιάδε· ἀγαθοδαίμων, Νεάπολις καὶ τὰ παραπλήσια. τὰ δὲ συντέθειται καὶ τῇ λέξει καὶ τῷ νοήματι, ὡς λόγον ἀπαρτίζεσθαι τέλειον, οἰον ἄνθρωπος τρέχει, ἄνθρωπος νικᾷ. δὲ τῇ τε προφορᾷ καὶ τῷ σημαινομένῳ ἁπλᾶ, οἷον ἄνθρωπος, βοῦς, ἵσταται, τρέχει, νικᾷ. καὶ τούτων τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον μιᾶς τινος τῶν δέκα κατηγοριῶν ἐστι σημαντικόν, ἃς μετὰ μικρὸν διελόμενοι παραδώσομεν. πρὸ γοῦν τῆς ἐν- τελοῦς εἰς δέκα τῶν ὄντων διαιρέσεως καὶ τῆς ἐφ’ ἑκάστῳ διδασκαλίας τὴν εἰς τέσσαρα τούτων κεφαλαιώδη τομὴν καὶ διαίρεσιν ποιησόμεθα, διὰ τὸ καὶ τὸν τέταρτον συντιθέμενον τὸν δέκα ἀπογεννᾶν τὸν ἐν ἀριθμοῖς ἐντελῆ καὶ πληρέστατον. φθάνομεν δὲ καὶ τὴν τῶν λεγομένων εἰς τέσσαρα πεποιημένοι διαίρεσιν. ἐπεὶ δὲ τοῖς ἐναργοῦς τῶν πραγμάτων σημασίας φροντίζουσιν ἧττον ἔστιν οὗ ἡ τῶν συνήθων ὀνομάτων χρῆσις σπουδάζεται, καὶ ἡμεῖς ἐν τῇ διαιρέσει τὰ καθωμιλημένα παρέντες τὰ ἐναργῆ προεκθήσομεν, ἀντὶ μὲν οὐσίας τῷ οὐκ ἐν ὑποκειμένῳ χρώμενοι, ἀντὶ δὲ συμβεβηκότος τῷ ἐν ὑποκειμένῳ· τῷ τε καθ’ ὑποκειμένου καὶ οὐ καθ’ ὑποκειμένου ἀντὶ τοῦ καθόλου καὶ μερικοῦ. καὶ τούτων οὕτω προευκρινηθέντων λέγομεν. Τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν, οἷον ὁ ἄνθρωπος καθ’ ὑποκειμένου μὲν λέγεται τοῦ τινὸς ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν· καὶ ὅλως αἱ καθόλου οὐσίαι, τὰ ἀπηριθμημένα ὑπὸ τὴν γενικωτάτην οὐσίαν δηλαδὴ γένη καὶ εἴδη ὑπ’ ἄλληλα μέχρι τῶν ἀτόμων καθ’ ὑποκειμένου καὶ οὐκ ἐν ὑποκειμένῳ λεχθήσεται· κατὰ γὰρ τῶν ὑπ’ αὐτὰ κατηγορεῖται, καὶ οὐκ ἐν ἑτέροις ἀλλ’ ἐν ἑαυτοῖς τὴν ὕπαρξιν ἔχουσιν. τὰ δὲ ἐν ὑποκειμένῳ μέν ἐστι, καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέγεται, οἷον ἡ τὶς γραμματικὴ ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ, καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέγεται· καὶ τουτὶ τὸ λευκὸν ἐν ὑποκειμένῳ μέν ἐστι τῷ σώματι ἅπαν γὰρ χρῶμα ἐν σώματι), καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέ- γεται· καὶ ὅλως τὰ μερικὰ συμβεβηκότα καὶ ἄτομα οὔτε καθ’ ἑτέρων λέγεται οὔτε ἐν ἑαυτοῖς ἐστι. τὰ δὲ καθ’ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ τίν, οἷον ἡ ἐπιστήμη ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ· καθ’ ὑποκειμένου 6 ἔχει M ὡρισμένου Β 7 τὸ (ante ὕει) om. LM 10 συνείραμεν Γ’ 11 τῷ ὀνόματι L 12 τε 0111. M 15 κατὰ μικρὸν M 16 τὴν] καὶ Μ 17 ποιησώμεθα L1 18 τέσσαρα M: Δ Β δέκατον Β 20 τοῖς] τῆς M 29 οὐσίαν om. B 32 τὰ δὲ—λέγεται (33) om. M 33 ὑποκειμένη (?) Β 34 μὲν om. M 37 ἐστι scripsi: εἰσί libri δὲ λέγεται τῆς γραμματικῆς· καὶ τὸ καθόλου λευκὸν καθ’ ὑποκειμένου μὲν τοῦδε τοῦ μερικοῦ λευκοῦ, ἐν ὑποκειμένῳ δὲ τῷ σώματι ἐν ᾧ ὑπάρχει· καὶ ὅλως τὰ καθόλου συμβεβηκότα καὶ ἐν ἑτέροις εἰσίν ἐν ταῖς οὐσίαις γάρ), καὶ κατὰ τῶν ὑπ’ αὐτὰ μερικῶν κατηγορεῖται. τὰ δὲ οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται, οἷον ὁ τὶς ἄνθρωπος καὶ ὁ τὶς ἵππος καὶ ὅλως τὰ μερικὰ τῆς οὐσίας καὶ ἄτομα· οὐδὲν γὰρ τῶν τοιούτων οὔτε ἐν ὑποκειμένῳ οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται. τῷ μὲν γὰρ οὐσίας εἶναι ταῦτα ἐν ἑαυτοῖς καὶ οὐκ ἐν ἄλλοις ἔσται, τῷ δὲ ἐν μέρει κατ’ οὐδενὸς ὡς καθόλου κατηγορηθήσεται. πλὴν ἔνια τῶν ἀτόμων, εἰ καὶ μὴ τῆς οὐσίας, τῶν μέντοι ἄλλων κατηγοριῶν οὐδὲν κωλύει, εἰ μὴ καὶ πᾶσα ἀνάγκη, ἐν ὑπο- κειμένῳ εἶναι. ἐν ὑποκειμένῳ δὲ λέγω , ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν · καὶ τοῦτό ἐστι τὸ κοινῶς συμβεβηκός. οὐ γὰρ πᾶν τὸ ἔν τινι ὂν συμβεβηκός ἐστιν· οὔτε γὰρ τὸ ὡς μέρος ἐν ὅλῳ οὔτε τὸ ὡς ὅλον ἐν μέρεσιν, οὔτε τὸ ὡς εἶδος ἐν γένει οὗτ’ αὖ τὸ ὡς γένος ἐν εἴδει· ἀλλ’ οὐδὲ τὸ ὡς ἐν τόπῳ ἢ ἐν χρόνῳ ἢ ἐν τέλει ἢ ὡς εἶδος ἐν ὕλῃ ἢ ὡς ἐν τῷ κινοῦντι καὶ ἄρχοντι τὰ τῶν ἀρχομένων, ἀλλὰ τὸ ὡς ἐν ὑποκειμένῳ μόνον. διττὸν δὲ καὶ τὸ ὑποκείμενον, τό τε πρὸς κατηγορίαν, ὥσπερ τὰ μερικὰ τοῖς καθόλου, καὶ τὸ πρὸς ὕπαρξιν. διττὸν δὲ καὶ τοῦτο, ἥ τε ἄποιος ὕλη, ἣ κοινῶς πᾶσιν ὑπέστρωται καὶ παντός ἐστι δεκτικὴ σχήμαος καὶ χρώματος καὶ συμπάσης ἄλλης ποιότητος, καὶ ὃ ποιὸν ἰδίως ὑφίστασθαι λέγομεν, οἷον ἄνθρωπος, λίθος. πολλὰ οὖν τῶν ἐγγινομένων ὡς μὲν πρὸς τὸ πρῶτον ὑποκείμενον ἐν ὑποκειμένῳ ἐστίν · ἅπαν γὰρ χρῶμα καὶ πάσα ποιότης ἐν ὑποκειμένῳ τῇ ὕλῃ ἐστίν, οὐχ ὡς μέρη αὐτῆς ὄντα, καὶ ἀδύνατα χωρὶς αὐτῆς εἶναι. ἐπὶ δὲ τοῦ δευτέρου, οὐχ ἅπαν χρῶμα οὐδὲ πᾶσα ποιότης ἐν ὑποκειμένῳ ἐστίν, ἀλλὰ μόνον, ὅταν μὴ συμπληρωτικὰ τῆς τοῦ ὑποκειμένου οὐσίας ᾖ, ἃ δὴ καὶ κυρίως συμβεβηκότα ὀνομάζομεν· ὅταν δὲ οὐσίας ὦσι συστατικά οὐσιώδη ταῦτα καὶ μέρη οὐσιῶν. κὰλ δὴ τὸ λευκὸν ἐπὶ μὲν τοῦ ἐρίου ἢ τοῦ κύκνου, ἐπεὶ μὴ συντελεῖ τῇ τοῦ ὑποκειμένου οὐσίᾳ, ἐν ὑποκειμένῳ εἶναι καὶ συμβεβηκός λέγομεν· ἐπὶ δὲ τῆς χιόνος συμπληροῦν τὴν οὐσίαν αὐτῇ μέρος αὐτῆς τοῦτο καὶ ὑποκείμενον τίθεμεν. κατὰ τὰ αὐτὰ δὲ καὶ ἡ τοῦ πυρὸς θερμότης αὐτοῦ μὲν μέρος, ἐν ὑποκειμένῳ δὲ τῷ σιδήρῳ· γίνεται γὰρ καὶ ἀπογίνεται τοῦ δεκτικοῦ μένοντος. καὶ ἁπλῶς εἰπεῖν πᾶσαι αἱ μὴ ἐπείσακτοι ποιότητες ἀλλ’ οὐσιώδεις καὶ συμπληρωτικαὶ τῶν ὑποκει- μένων μέρη οὐσιῶν εἰσι καὶ τῇ οὐσίᾳ συντάττονται. ἐπιστῆσαι δὲ χρὴ ὡς οὐκ εἴπομεν τὸ συμβεβηκὸς ὁριζόμενοι, ἐν ᾧ ἦν, χωρὶς εἶναι ἀδύνατον, ἀλλ’ ἐν ᾧ ἐστί , διὰ τὰ ἐκεῖθεν ἀπαντῶντα περί τε τοῦ μήλου καὶ τῶν ἄλλων εὐωδῶν· πόρρωθεν γὰρ τῆς ὀσμῆς, συμβεβηκότος οὔσης, αἰσθανόμεθα.· ὡς 1 post δὲ add. οὐδενὸς M 6 τῶν om. M1 τοιοῦτον M1 8 τῷ—μέρει] ὡς δὲ μερικὰ M ὡς om. M 11 ὃ] ὅ, τι M ὑπάρχων M 1 16 τἄ om. L1 18 τὸ] τοῖς M 20 καὶ (ante χρώματος) om. BM 23 ἐποκειμένη M 24 ἀδύνατον Β 25 ἀλλὰ μόνον om. M: μόνον om. Β 26 ὃ δὴ BM καὶ om. M συμβεβηκὸς BM 27 ὦσι om. BM post δὴ add. καὶ M 28 κύκνου] σκύθου BL 34 post οὐσίᾳ add. οὐ M οὐκ ἂν ἐν τοῖς ὑποκειμέν·οις μενούσης, τοῦ αἰσθητηρίου μὴ θιγόντος, διέβαινεν ἡ ταύτης αἴσθησις πρὸς ἡμᾶς. ἀλλὰ γὰρ κἄν τὸ πρότερον ὑποκείμενον ἀπο- λείπῃ, ἀλλ’ οὖν συνεχοῦς ὄντος τοῦ παντὸς ἢ κατὰ ἁφὴν ἢ κατὰ ἕνωσιν μεταβαίνειν ἐφ’ ἕτερα οὐκ ἀδύνατον, καὶ ἔσται τοῦ μήλου μὲν ἐκτός, ἐν ὑποκειμένῳ δὲ τῷ ἀέρι. πᾶσα μὲν γὰρ εὐωδία καὶ ἅπαν τὸ τοιοῦτον συμβεβηκὸς μετὰ τῆς οἰκείας οὐσίας ἐστίν, ἔστ’ ἄν ᾖ, καὶ οὐδέποτε ταύτης ἀποστατεῖ · ἡ δὲ οὐσία ποτὲ μὲν ἐξαπλοῦται καὶ ταῖς ἄλλαις οὐσίαις ἐγκατασπείρεται, ποτὲ δὲ μεταβάλλει εἰς ἑαυτὴν τὰ συνεχῆ καὶ πεφυκότα πάσχειν, ὅπερ ἐπὶ τοῦ πυρὸς ὁρᾶται· οὐ γὰρ ὁ ἐξ ἀρχῆς σπινθήρ ἐστιν ὁ πᾶσαν τὴν ὕλην ἐπινεμόμενος, ἀλλὰ τὸ ἐξ ἐκείνου κατ’ ὀλίγον πολλαπλασιασθέν. ὅτι δέ τις καὶ οὐσία συνδιαφορεῖται τούτοις, δηλοῖ τό τε μῆλον ῥυτιδούμενον καὶ δαπανώμενα τὰ θυμιάματα. καὶ πρὸς τούτοις ἐκεῖνο ἰστέον, ὡς τεσσάρων ὄντων τῶν ἐν τῇ διαιρέσει παρ’ ἡμῖν προσληφθέντων, καθ’ ὑποκειμένου, οὐ καθ’ ὑποκειuένου, ἐν ὑποκειμένῳ, οὐκ ἐν ὑποκειμένῳ, καὶ ἑξαχῶς συνδοιαζομένων, καὶ ἀσυστάτων μὲν τῶν κατὰ μῆκος ἄμφω συζυγιῶν οὐσῶν τὰ γὰρ ἐναντία ἀλλήλοις συνυ- πάρξαι ἀδύνατον), συνισταμένων δὲ τῶν κατὰ βάθος καὶ διαγωνίως, ἡμεῖς ὡς πανταχοῦ διὰ τὸ ἀνελλιπὲς τὴν κατ’ ἀντίφασιν ἐξυμνοῦντες ἀντίθεσιν καὶ διαί- ρεσιν κἀνταῦθα πρὸς τὴν διδασκαλίαν τὰς διαγωνίους συζεύξεις ὡς ἀντιφασκουσας πρότερον ἐκδεδώκαμεν.