Καὶ δὴ ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον ζῶον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον. τούτων γὰρ ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. ἐὰν γὰρ ἀποδιδῷ τις τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, ἴδιον ἑκατέρῳ λόγον ἀποδώσει· τὸ μὲν γὰρ οὐσίαν ἔμψυχον αἰσθητικὴν μεταβατικὴν ἐρεῖ, τὸ δὲ χρώματα τοιώσδε συντεθέντα, ζώου ἰδέαν ἐμφαίνοντα. τῶν δὲ ὁμωνύμων τὰ μέν ἐστιν ἀπὸ τύχης, ὡς Ἀλέξανδρος ὅ τε Πάρις καὶ ὁ Μακεδών, τὰ δὲ ἀπὸ διανοίας. καὶ τούτων τὰ μὲν καθ’ ὁμοιότητα, ὡς ἄνθρωπος καὶ ἡ 1 Titulum ab alia manu scriptum exhibet M: om. B post κατηγορίας add. περὶ ὁμωνύμων, συνωνύμων, παρωνύμων, ἑτερωνύμων, πολυωνύμων καὶ ἑτέρων LM, eademque habet Β 7 αὐτοῦ δηλοῦντος Β 8 post μὲν add. οὖν M 10 κατοὔνομα L 17 ἐπεξίουεν Β 22 τίς libri τὸ τὼ M εἰκὼν αὐτοῦ, τὰ δὲ κατ’ ἀναλογίαν ὡς ἀρχὴ μὲν ἀριθμῶν ἡ μονάς, γραμμῆς δὲ στιγμή, ποταμοῦ δὲ πηγὴ καὶ ζώου καρδία καὶ τρόπις ἐν νηί· ὡς γὰρ πρὸς ἀριθμὸν ἡ μονάς, οὕτω καὶ τἄλλα ἔχει, ὅπερ ἐστὶν ἀναλογίας ἴδιον. τὰ δὲ ὡς ὅταν ἀπό τινος κοινὴ ἐν πολλοῖς καὶ διαφόροις πράγμασι κατηγορία γίνηται· οἷον ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸν μὲν βιβλίον, ὅτι ἰατρικῶν ἔχει μαθη- μάτων ἀναγραφάς, ἰατρικὸν δὲ σμιλίον, ὅτι ὄργανόν ἐστι τῶν κατὰ τέχνην ἰατρικῶν τομῶν, ἰατρικὸν δὲ τὸ φάρμακον, ὅτι πρὸς ἴασίν ἐστι χρήσιμον. τὰ δὲ ὅταν διάφορα πρὸς ἓν ἀναφέρηται τέλος, ἐκείνου καὶ τῆς προσηγορίας τυγχάνοντα· ὥσπερ σιτίον ὑγιεινὸν καὶ φάρμακον καὶ γυμνάσιον καὶ τἄλλα ὅσα πρὸς τὴν ὑγείαν ὡς εἰς τέλος ἀναφερόμενα ὑγιεινὰ λέγομεν. δεῖ δὲ καὶ συνάπτειν τοὺς εἰρημένους δύο τρόπους εἰς ἓν καὶ ὁμοῦ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ὀνομάζειν καὶ μέσον μᾶλλον ὁμωνύμων καὶ συνωνύμων τίθεσθαι. ἔτι τῶν ἀπὸ διανοίας ὁμωνύμων καὶ τὰ κατ’ ἐλπίδα καὶ μνήμην λεγόμενα· Πλάτωνας γὰρ καὶ Ἀριστοτέλεις καλοῦμεν τοὺς παῖδας παραζηλοῦντες τῇ τῆς προσηγορίας κοινότητι τῶν κλεινοτάτων εἰς σοφίαν ἀνδρῶν, καὶ τῷ σώζεσθαι τῇ μνήμῃ τὸ γένος τὰ τῶν προγόνων τοῖς ἐκγόνοις ὀνόματα τίθεμεν. καὶ τῶν κατὰ μεταφορὰν δὲ λεγομένων ἔστιν ἃ τοῖς ὁμωνύμοις συντάττειν δεῖ. ἐπὰν γὰρ τὸ πρᾶγμα ἰήιον ὄνομα ἔχῃ, καταχρήσηται δὲ τις επ αὐτοῦ ἑτέρῳ μετα- φέρων καὶ χρώμενος, οὐχ ὁμώνυμον· οὐ γὰρ τὰ τροπικῶς εἰρημένα ὁμώνυμα ἂν εἴη τοῖς κυρίως λεγομένοις· ὅταν δὲ μὴ ἔχῃ ἄλλο, τότε ἐστὶν ὁμωνυμία. οἷον τῶν ὀρῶν τὴν ὑπώρειαν καὶ τὸ τοὐ πλοίου πηδάλιον, ἔτι δὲ καὶ τὰ βαστάζοντα τὴν κλίνην καὶ τὴν τράπεζαν μέρη κοινῶς πόδας προσαγο- ρεύομεν· ἀλλ’ ἐπὶ μὲν τῶν ὀρῶν καὶ τῆς νηός, ἐπεὶ φθάνει πρὸ τοῦ κοινοῦ κυρίῳ ὀνόματι δηλωθῆναι τὰ πράγματα, μεταφορὰ τοῦτ’ ἄν εἴη καθάπαξ καὶ οὐχ ὁμωνυμία· ἐπὶ δὲ τῆς τραπέζης καὶ τῆς κλίνης καὶ τῶν ζώων μὴ ὄντος ἰδίου ὀνόματος, καὶ πάντη διαφερόντων, μόνῳ δὲ κοινωνούντων ὀνόματι, εἴη ἄν ὁμωνυμία. ἐπεὶ δὲ τὸ ὄνομα κοινὸν καὶ τοῖς ἄλλοις τοῦ λόγου μέρεσιν, εἴη ἄν καὶ ἐν ῥήμασιν ὁμωνυμία· ὡς τὸ ἐρῶ τὸ λέξω καὶ τὸ ἐπιθυμῶ, καὶ τὸ ἠνδραπόδισται τό τε παθεῖν ὑφ’ ἑτέρου καὶ τὸ δρᾶσαι εἰς ἕτερον. ἔτι πέντε ταῦτα ἐπὶ τῶν ὁμωνύμων δεῖ παρατηρεῖν· ταὐτότητα. γένους, ταὐτότητα πτώσεως, ταὐτότητα γραφῆς, ταὐτότητα προσῳδίας, καὶ πρὸς τούτοις τὸ τῆς αὐτῆς εἶναι συνηθείας ἀμφότερα· εἰ γὰρ καθ’ ἕν τι τούτων παραλλάξειεν, οὐχ ὁμώνυμα. ὁ φάρος γὰρ καὶ τὸ φᾶρος οὐχ ὁμώνυμα, ὅτι μηδὲ ὁμογενῆ· καὶ ὁ ἐλάτης ἐπ’ εὐθείας ἀρρενικῶς καὶ ἐπὶ γενικῆς θηλυκῶς τοὐ φυτοῦ, ἔτι δὲ ἁγνὸς καὶ ἀγνώς, καὶ Ἀργὸς καὶ ἀργός, ὡς τὰ μὲν κατὰ τὴν πτῶσιν τὰ δὲ κατὰ τὴν γραφὴν τὰ δὲ κατὰ τὴν προσῳδίαν παραλλάξαντα, οὐκ ἄν εἴη ὁμώνυμα· καὶ τὸ ἅρμα δὲ ἐπεὶ παρ’ ἡμῖν μὲν ἐπὶ τοῦ ὅπλου τέτακται, ἐπὶ 4 κοινὴ M 6 σμηλίον L: σμηλίον Β 8 ἀναφέρεται L 9 σιτίον] τί ὃν M 10 post ἀναφερόμενα add. ἓν M 15 σοφίαι Β τῶ] τὸ M 16 τὸ] ὅτι M post ὀνόματα add. μὲν M τῶν] τὰ L1 17 δὲ om. M κἀν γὰρ M 18 καταχρήσαιτο Β 20 κυρίω, ut videtur, L: κυρίοις ΒΜ 21 ὑπόρροιαν M 23 νηός sic libri 28 λέγω Β 31 τὸ] ὅτι τοῦ M τοῦ ζεύγους δὲ παρὰ τοῖς παλαιοῖς, οὐχ ὁμώνυμον. καὶ περὶ μὲν ὁμωνύμων τοσαῦτα. Συνώνυμα δὲ λέγεται, ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κτὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός, οἷον ζῶον ὅ τε ἄνθρωπος καὶ ὁ βοῦς· ταῦτα γὰρ κοινῷ ὀνόματι προσαγορεύεται ζῷα, καὶ ὁ λόγος δὲ τῆς οὐσίας ὁ αὐτός. ἐὰν γὰρ ἀποδιδῷ τις τὸν ἑκατέρου λόγον, τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, τὸν αὐτὸν ἀποδώσει λόγον · οὐσία γὰρ ἄμφω αἰσθητικὴ μεταβατική. τετραχῶς δὲ τὸ συνώνυμον τῷ ὁμωνύμῳ συμπέπλεκται. ἢ γὰρ ἓν καὶ τὸ αὐτὸ πρᾶγμα κατ’ ἄλλο κὰλ ἄλλο ἑαυτοῦ ὄνομα πρὸς ἄλλο καὶ ἄλλο πρᾶγμα ὁμώνυμόν τέ ἐστι καὶ συνώνυμον, οἷον ὁ κόραξ ὁ ὄρνις, καθὸ μὲν κόραξ, ὁμώνυμος πρὸς τὸ ἐν τῇ θύρᾳ ὄργανον, καθὸ δὲ ὄρνις, συνώνυμος πρὸς τοὺς ἄλλους ὄρνιθας. ἢ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ διαφόροις ἑαυτοῦ ὀνόμασιν ὁμώνυμόν τέ ἐστι καὶ συνώνυμον, οἷον Αἴας ὁ τοῦ Τελαμῶνος πρὸς Αἴαντα τὸν Λοκρὸν καὶ ὁμώ- νυμος καὶ συνώνυμος, τὸ μὲν ὅτι Αἴας, τὸ δὲ ὅτι ἄνθρωπος. ἢ ὅτε καθ’ ἓν καὶ τὸ αὐτὸ ὁμώνυμά τέ ἐστι καὶ συνώνυμα, πρὸς ἄλλο μέντοι καὶ ἄλλο, ὡς ὁ κόραξ ὁ ὄρνις· πρὸς μὲν γὰρ τὸ ὄργανον ὁμώνυμος, συνώνυμος δὲ πρὸς τοὺς ἄλλους κόρακας. καὶ τέταρτον. ὃ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὁμώ- νυμόν τέ ἐστι καὶ συνώνυμον, ὡς ὁ παρ᾿ Ὁμήρῳ Μέλας, Ἄγριος· καθὸ μὲν γὰρ κύριον τὸ Μέλας, εἴη ἄν ὁμώνυμον τῷ κατὰ τὴν χρόαν μέλανι· εἰ μέντοι τύχῃ καὶ τὴν χρόαν μέλας ὁ οὕτω καλούμενος, συνώνυμος ἄν εἴη τῷ ὁμοίως μέλανι. οὕτως δὲ καὶ ὁ τὸ Ἄγριος κύριον ἔχων ὄνομα, εἰ καὶ τὴν τοῦ ἤθους προσλήψεται ἀγριότητα, ὁμώνυμός τε εἴη πρὸς τὸν τὸ ἦθος ἄγριον καὶ συνώ- νυμος. τούτοις δὲ κἀκεῖνα παρόμοια, ὅσα ἀπὸ τῶν ἀρετῶν παρηγμένα ἔν τισιν ὡς κύρια λέγεται οἷον Ἐλευθέριος, Φιλάρετος, εὐφρόσυνος, καὶ ὅσα ἀπὸ τῶν ἐθνικῶν, οἷον Ἰταλικός, Κρητικός, Ἐλευσίνιος. ἔτι τὸ ὁμώνυμον ἀντίφασιν ἐπιδέχεται· ὁ γὰρ γεγραμμένος ἄνθρωπος καὶ οὐκ ἄνθρωπος· τὸ δὲ συνώ- νυμον οὔ. τοσαύτα καὶ περὶ συνωνύμων. Παρώνυμα δέ ἐστιν, ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει τὴν κατὰ τοὕνομα προση·γορίαν ἔχει, οἷον ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς καὶ ἀπὸ τῆς ἀνδρείας ὁ ἀνδρεῖος. δεῖ δὲ καὶ ἐπὶ τῶν παρωνύμων ζητεῖν, τί τὸ πρῶτον καὶ τί τὸ ἀπ’ ἐκείνου παρωνομασμένον, καὶ ἔτι κοινωνίαν πράγματος καὶ δια- φοράν, καὶ κοινωνίαν ὀνόματος καὶ διαφοράν. τὸ γὰρ μουσικὴ γυνὴ καὶ μου· | σικὴ ἐπιστήμη, καὶ παρθένος καὶ παρθενική, ὡς τὰ μὲν πράγματος ἔχοντα διαφορὰν ὀνόματος ὅ οὔ, τὰ δὲ τὸ ἔμπαλιν διαλλάττοντα μὲν τῷ ὀνόματι ἀδιάφορα δὲ τῷ πράγματι, οὐ παρώνυμα. εἴη δ’ ἄν τῶν παρωνύμων καὶ τὰ 3 συνώνυμα δὲ] περὶ συνωνύμων superscribit L et al. m. M 6 τὸ] τῶ LM 11 τὰς ἄλλας M 14 ὅταν BM 15 μέντοι] μέν τι M 16 μὲν γὰρ om. M 17 ὅ τῶ αὐτῶ om. M 15) d om. L 20 6 om. M 25 ἀντίθεσιν M 28 Παρώνυμα δὲ—παρωνόμασται (4,2) post ἐρρέθη (4,20) ponit Β Περὶ παρωνύμων superscriptum M: in marg. adscriptum L 30 ὁ om. M καὶ om. B 31 πράγματος—διαφοράν (32) om. M 33 πράγματα M 34 ὀνόματα οὐ M 34 μὲν—δὲ (35) om. Β 35 εἴδἄν L πατρωνυμικὰ καὶ συγκριτικά, ἔτι δὲ ὑπερθετικὰ καὶ ὑποκοριστικά. ὑπὸ τὴν αὐτὴν δέ ἐστι κατηγορίαν τὸ παρώνυμον τῷ ἀφ’ οὗ παρωνόμασται. Πολυώνυμα δὲ γίνεται ὅταν διάφορα ὀνόματα καθ’ ἑνὸς πράγματος λέγηται, ἕνα καὶ τὸν αὐτὸν λόγον ἔχοντα, ὥσπερ ἄορ, ξίφος, σπάθη, φάσγανον · σίδηρος γὰρ ἀμφίστομος ταῦτα πάντα. δεῖ δὲ μὴ τοῦτο μόνον σκοπεῖν, εἰ τοὐ αὐτοῦ πλείονα κεῖται ὀνόματα, ἀλλ’ εἰ καὶ πρὸς τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ σημαινόμενον φέρονται. τὸ γὰρ ἀμερὲς καὶ τὸ ἐλάχιστον καθ’ ἑνὸς λεγόμενα πράγματος τοῦ στοιχείου, καὶ ἀρχὴ καὶ αἴτιον καθ’ ἑνὸς ἴσως τοῦ ποιητικοῦ καὶ κατὰ τῆς κύκλου περιφερείας τὸ κοῖλον καὶ τὸ κυρτὸν οὐ πολυώνυμα ἄν εἴη κυρίως, ἐπεὶ μὴ πρὸς τὸ αὐτὸ τοῦ πράγματος ἄμφω λέγεται, ἀλλ’ ἰδίαν ἑκάτερον περὶ τὸ αὐτὸ ὑπεσήμαινεν ἔννοιαν. κινδυνεύει δὲ καὶ ἐν τοῖς ὁμολο- γουμένως πολυωνύμοις λεγομένοις ὡς ἐπὶ τοῦ ἀνθρώπου, ὅταν ὁ αὐτὸς καὶ μέροψ καὶ βροτὸς λέγηται, ἐπεὶ ἕκαστον τῶν ὀνομάτων κατ’ ἄλλην καὶ ἄλλην σημασίαν ἐκδέδοται τὸ μὲν γὰρ κατὰ τὸ ἀναλογιστικόν, τὸ δὲ κατὰ τὴν τῆς διαλέκτου πρὸς τὰ ἔθνη διαφοράν, τὸ δὲ κατὰ τὸ θνητὸν τῆς συστάσεως), μὴ κυρίως πολυώνυμα λέγεσθαι. λείπεται δὴ ἐκεῖνα μόνα εἶναι πολυώνυμα, ἐφ’ ὧν οὐ κατὰ τὰς διφόρους σχέσεις τῆς μιᾶς φύσεως διάφορα κεῖται ὀνόματα, ἀλλ’ ὡς κατ’ αὐτήν, ἄλλου ἄλλως οὐκ ἐτυμολογικῶς ἀλλὰ κατὰ τὸ ἐπιτυχὸν ὀνομάσαντος. περὶ δὲ ἑτερωνύμων καὶ ἑτέρων, οὐδὲν πλέον ὑπὲρ αὐτῶν ἄλλο λέγεται, ἢ ὅσα ἐν ἀρχῇ ἐρρέθη. Αἰτία δὲ δι’ ἣν περὶ τῶν κατηγοριῶν εἰπεῖν προθέμενοι τοσαῦτα περὶ δια- φορᾶς ὀνομάτων ἐφιλοσοφήσαμεν πρότερον ἐκείνων, ὡς ἐπεὶ σκοπὸς ἡμῖν περὶ φωνῶν ἁπλῶν διαλαβεῖν, σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσων ἁπλῶν νοη- μάτων, καὶ περὶ τῶν ὄντων σκέψασθαι οὐ καθὸ εἰσίν, ἀλλὰ καθὸ παρὰ τῶν πολλῶν καὶ νοοῦνται καὶ λέγονται, πολλαχῶς δὲ κοινωνεῖ τὰ ὄντα καὶ πολλαχῶς διαφέρει, πολυειδὴς καὶ ἡ τῶν ὀνομάτων κοινωνία καὶ ἑτερότης γεγένηται, οὐκ ἦν δὲ εὐπετὲς τοῖς ἐκεῖ λεγομένοις ἕπεσθαι τῷ μὴ πρότερον περὶ τούτων ἐπεσκεμμένῳ· ἐπιστήμονος δὲ καὶ τὸ πρὸ τῆς κατὰ μέρος διδασκα- λίας τὰ χρησιμεύσοντα προεκτίθεσθαι. ὅλως δὲ περὶ ὀνομάτων καὶ τῆς χρείας αὐτῶν, καὶ τί δήποτε μόνος τῶν ἄλλων φωνὴν ἄνθρωπος ἔλαβεν, ἐκεῖνο εἰπεῖν δεῖ, ὡς εἰ μὲν ἦμεν ψυχὴ μόνη, μὴ κοινωνοῦντες σώματι, οὔτε φωνῆς ἂν ἐδεήθημεν οὔτε ὀνομάτων εἰς τὸ δηλοῦν ἀλλήλοις ἃ ἐννοούμεθα, κρείττονί τινι συναφῇ τῶν ψυχῶν συναπτομένων καὶ μεταδιδουσῶν ἀλλήλαις τῶν οἰκείων διανοημάτων. τὸ συμπεπλέχθαι γοῦν σώματι τὴν τῆς φωνῆς χρείαν ἐγέννγσεν· αἱ γὰρ ἀποστᾶσαι τοῦ νοῦ καὶ τῶν ὄντων ψυχαὶ καὶ διακριθεῖσαι 1 τὰ συγκριτικὰ M δὲ] καὶ M 2 post τὸ add. τε Β παρώνυμα L τῷ om. M 3 Περὶ πολυωνύμων margo L γίνεται] λέγεται M πράγματα BL λέγεται M 8 ἀρχὴν M καθ’ ἓν L ποιητοῦ Μ 9 τῆς τοῦ κύκλου M 11 ὁμολογουμένοις M: κυρίως Β 12 ὅτε M 13 λέγεται M ἐπεὶ om. B 14 ἐκδεδόσθαι Β γὰρ om. B ἀναλογιστικόν] cf. Plat. Crat. 17 p. 399 C 15 μὴ—λέγεσθαι (16) om. B 16 δὲ M 21 τῶν om. MB διαφορὰς M 22 ἐκείνου M: ἐκείνη (?) Β 25 λέγεται M 26 καὶ ἡ τῶν] νοητῶν M 29 χρησιμεύοντα M 30 ὁ ἄνθρωπος M ἔλαβεν] ἔχει M ἐκεῖνα B 31 ψυχὴ L 32 ἐννοῶμεν M ἀλλήλων οὐκ ἄλλῳ ἢ τούτῳ εἰς ὁμόνοιαν πάλιν συνάγονται καὶ τοῖς πράγμασι συναρμόζονται καὶ πρὸς νοῦν ἀναπέμπονται.