<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg4026.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg4026.tlg002.1st1K-grc1" n="19b"><p rend="indent"><label>19.</label><bibl xml:lang="lat">[1419b 33]</bibl> Ἀρχὴ μὲν τοῦ ἐπιλόγου ὀφείλει εἶναι τοιαύτη ὅτι <q rend="single">ἃ ὑπεσχόμην ἢ ἐν τῷ προοιμίῳ ἢ ἐν τῇ διηγήσει εἰπεῖν κατὰ τοῦδε, ἀπέδειξα ἐν τοῖς ἀγῶσι διὰ τῶνδε καὶ τῶνδε τῶν ἐπιχειρημάτων</q>. <bibl xml:lang="lat">[1419b 33]</bibl> καὶ δι᾽ ὅ· <q rend="single">ταῦτα δὲ εἶπον διὰ τὸ δεῖξαι τὸν Αἰσχίην δύσνουν εἶναι κατὰ τῆς πόλεως καὶ μὴ θαρρεῖν αὐτῷ ὑμᾶς</q>· <bibl xml:lang="lat">[1420a 1]</bibl> ἢ ἐξ εἰρωνείας, οἷον <q rend="single">οὗτος μὲν ὁ ἀντίδικός μου εἶπε τὰ μεγάλα ἐκεῖνα καὶ θαυμαστὰ οὐδὲν ὄντα, ἐγὼ δὲ τὰ μικρὰ ἐκεῖνα καὶ ἀγεννῆ ἐξ ἐναντίας τοῖς λαληθεῖσι</q>. <bibl xml:lang="lat">[1420a 2]</bibl> καὶ τί ἂν ἐποίει· <q rend="single">πάντως ἐκενοδόξει καὶ ἐβρενθύετο καὶ ἐνεκαυχᾶτο ταῖς ἀποδείξεσιν, εἰ καλῶς εἶπε</q>· τοῦτο ἕτερος τόπος τοῦ ἐξ εἰρωνείας ἐπιχειρῆσαι. <bibl xml:lang="lat">[1420b 2]</bibl> τέλος δὲ τοῦ ἐπιλόγου τοιοῦτον αὖθις ὀφείλει ὡς ἐπὶ τοῖς ἄνω λόγοις εἰρημένον <q rend="single">εἴρηκα, παρακατ έχετε, μιμνήσκεσθε, φυλάττετε</q>.</p></div></div></body></text></TEI>