19. [1419b 33] Ἀρχὴ μὲν τοῦ ἐπιλόγου ὀφείλει εἶναι τοιαύτη ὅτι ἃ ὑπεσχόμην ἢ ἐν τῷ προοιμίῳ ἢ ἐν τῇ διηγήσει εἰπεῖν κατὰ τοῦδε, ἀπέδειξα ἐν τοῖς ἀγῶσι διὰ τῶνδε καὶ τῶνδε τῶν ἐπιχειρημάτων . [1419b 33] καὶ δι᾽ ὅ· ταῦτα δὲ εἶπον διὰ τὸ δεῖξαι τὸν Αἰσχίην δύσνουν εἶναι κατὰ τῆς πόλεως καὶ μὴ θαρρεῖν αὐτῷ ὑμᾶς · [1420a 1] ἢ ἐξ εἰρωνείας, οἷον οὗτος μὲν ὁ ἀντίδικός μου εἶπε τὰ μεγάλα ἐκεῖνα καὶ θαυμαστὰ οὐδὲν ὄντα, ἐγὼ δὲ τὰ μικρὰ ἐκεῖνα καὶ ἀγεννῆ ἐξ ἐναντίας τοῖς λαληθεῖσι . [1420a 2] καὶ τί ἂν ἐποίει· πάντως ἐκενοδόξει καὶ ἐβρενθύετο καὶ ἐνεκαυχᾶτο ταῖς ἀποδείξεσιν, εἰ καλῶς εἶπε · τοῦτο ἕτερος τόπος τοῦ ἐξ εἰρωνείας ἐπιχειρῆσαι. [1420b 2] τέλος δὲ τοῦ ἐπιλόγου τοιοῦτον αὖθις ὀφείλει ὡς ἐπὶ τοῖς ἄνω λόγοις εἰρημένον εἴρηκα, παρακατ έχετε, μιμνήσκεσθε, φυλάττετε .