18. [1419a 25] Καὶ συμπεραινόμενον. ἐὰν ἐρωτήσῃ τις τὸ συμπέρασμα, μὴ ἀποκρίνου τηνικαῦτα ναί , ἀλλὰ λέγε μὲν καὶ τὸ ναί , προστίθει δὲ συνάμα καὶ τὴν αἰτίαν, ἵνα μὴ μεγάλως βλαβῇς. καὶ πλέκε τὸν συλλογισμὸν μετὰ τοῦ συμπεράσματος καὶ τῆς αἰτίας οὕτως πονηρὰ ἔπραξας ἀπεδέξω τοὺς τετρακοσίους καὶ σύ, Σοφόκλεις; ναί· οὐ γὰρ ἦν ἄλλα βελτίω. ὁρᾷς, πῶς εὐθὺς ἐτέθη ἐν τῷ συμπε ράσματι ἡ αἰτία, ἵνα μὴ καὶ αὐτὸς τιμωρηθῇ, εἰ ταύτην ἐσίγησεν. [1419a 31] Καὶ ὡς ὁ Λάκων. ἴδε καὶ τὸν τοῦ Λάκωνος συλλογισμόν, ὅπως ἀφορῶντος τοῦ συμπεράσματος εἰς βλάβην αὐτοῦ ὁ δὲ ἀπέφησεν αὐτὸ θεὶς τὴν αἰτίαν δικαίως ἀπώλοντο τούτοις τοῖς ἀποσφαγεῖ- καὶ σὺ * σιν ἐφόροις συνέπραξας ἔφορος ὤν; οὐ δῆτα· γνώμῃ γὰρ οἰκείᾳ ἔπραξα καὶ οὐ χρήμησιν, ὡς οὗτοι. [1419a 28] Πρόβουλοι δὲ παρ’ Ἀθηναίοις ἦσαν ὥσπερ οἱ παρὰ Ῥωμαίοις λεγόμενοι ὕπατοι. [1419b 1] Ἐὰν μὴ πολὺ περιῇ τοῦ ἀληθοῦς· ὅταν γὰρ ἀληθέ στερον ᾖ τὸ συμπέρασμα, τότε καὶ χωρὶς αἰτίας τίθει. [1419b 2] Περὶ δὲ γελοίων, δεῖ πονηρεύεσθαί σε, ὦ ῥῆτορ· ἐὰν μὲν ὁρᾷς τὸν ἀντίδικόν σου κατὰ σοῦ λέγοντα καὶ γενναῖα καὶ πιθανὰ 159 καὶ ὑπὸ τῶν ἀκροατῶν προσεκτικῶς ἀκουόμενον, τότε κίνησον γέλωτας, ἵνα συγχεθεῖεν καὶ ὁ λέγων ἅμα καὶ οἱ ἀκούοντες, ὡς ὁ Δημοσθένης ἐποίησε κατ’ Αἰσχίνου· εἶπε γὰρ ὁ Αἰσχίνης μισθωτός ἐστι καὶ προδότης , οἷον βαρβαρίσας τάχα ἀπὸ περιπετείας τῆς γλώττης, καὶ ὁ δῆμος ἅπας διωρθώσατο ὥσπερ τὸν λόγον ἀνακαγχάσας καὶ ἀναβοήσας ὁ Αἰσχίνης μισθωτός ἐστι καὶ προδότης , τότε ἀνθυποστρέψας ὁ Δημοσθένης τὸν λόγον πρὸς Αἰσχίνην εἶπεν ἀκούεις, Αἰσχίνη, πῶς ὁ δῆμος ἅπας βοᾷ, ὡς ὁ Αἰσχίνης προδότης ἐστὶ καὶ μισθωτός; εἶτα δὲ πάλιν, εἰ ὁ ἀντίδικός σου κατὰ σοῦ ἐκίνησε γέλωτα, ἔνδειξαι σὺ σπουδὴν εἰπὼν οὐκ ἔστι νῦν καιρὸς γέλωτος· περὶ σπουδαίων γάρ μοι ὁ λόγος καὶ ἀναγκαίων τῇ πόλει . [1419b 5] Εἴρηται δὲ καὶ ἐν τοῖς ερὶ ποιητικῆς, πόσα εἴδη γελοῖα, ἀλλὰ καὶ ἐν τοῖς Νικομαχείοις Ἠθικοῖς περὶ τὸ τέλος που τοῦ Δ, ἔνθα λέγει περὶ τῆς ἀληθευτικῆς ἕξεως καὶ τῶν ἄκρων αὐτῆς, ἀλαζο νείας καὶ εἰρωνείας· ἀληθὴς μὲν γάρ ἐστιν ὁ τὰ ἀληθῆ καὶ οἰκεῖα αὐτῷ ἐπιμαρτυρῶν, ὡς εἰ ὁ πολλοῦ ἄξιος πολλῶν ἑαυτὸν ἀξιοῖ καὶ μεγάλων, ἀλαζῶν δὲ ὁ, εἰ μικρῶν ἄξιος εἴη, μεγάλων ἑαυτὸν ἀξιῶν, εἴρων δὲ ὁ ἀνά παλιν ὁ, εἰ μεγάλων ἄξιος εἴη. μικρῶν ἢ οὐδενὸς ἑαυτὸν ἀξιῶν. λέγει δὲ ἐκεῖ ὁ Ἀριστοτέλης, ὅτι ἔστι καὶ δι’ ἀνάπαυσιν ἡμῶν εὑρημένη οἷον μεσότης, ἡ οὕτως ὀνομαζομένη εὐτραπελία καὶ ἐπιδεξιότης, ἄκρα δὲ αὐτῆς τὸ ἄγριον, ἀλλὰ καὶ τὸ βωμολόχον, οἷοι οἱ θυμελικοὶ καὶ ἑαυτοὺς κατὰ παρειῶν βάλλοντες ἢ κατὰ τῆς ἑαυτῶν πυγῆς λακτίζοντες καὶ ἄσεμνα πολλὰ καὶ καθ’ ἑαυτῶν καὶ κατ’ ἄλλων πραγματευόμενοι, ἵνα κινήσωσι γέλωτα διὰ τῶν τοιῶνδε ψόφων ἢ παροινήσεων ἢ σκωμμάτων. μεσότης δ’ ἐν τούτοις ἡ ἐπιδεξιότης. ᾗ χρᾶται καὶ ἡ παλαιὰ κωμῳδία καὶ ὁ ἐλευθέ ριος καὶ πεπαιδευμένος. [1419b 7] Ἔστι δὲ εἰρωνεία. | ἄλλως μεσότητος ἄκρον ἡ εἰρωνεία κακία τις οὖσα καὶ ἄλλως ἡ βωμολοχία. ἀλλὰ καὶ τὰ τάχα ἀστεῖα, ὧν μνήμην ποιεῖται ἐν τῇ ερὶ παίδων ἀναγωγῆς ὁ Χαιρωνεὺς λού ταρχος, βωμολοχίας ἄντικρύς εἰσιν, οὐκ εὐτραπελίας· ἅπαντες γὰρ οἰ ταῦτα εἰπόντες καὶ τοῖς, δι’ οὓς εἶπον, λύπην προὐξένουν καὶ καθ’ ἑαυτῶν φθόνους.