18. [1419a 25] Καὶ συμπεραινόμενον. ἐὰν ἐρωτήσῃ τις τὸ συμπέρασμα, μὴ ἀποκρίνου τηνικαῦτα ναί , ἀλλὰ λέγε μὲν καὶ τὸ ναί , προστίθει δὲ συνάμα καὶ τὴν αἰτίαν, ἵνα μὴ μεγάλως βλαβῇς. καὶ πλέκε τὸν συλλογισμὸν μετὰ τοῦ συμπεράσματος καὶ τῆς αἰτίας οὕτως πονηρὰ ἔπραξας ἀπεδέξω τοὺς τετρακοσίους καὶ σύ, Σοφόκλεις; ναί· οὐ γὰρ ἦν ἄλλα βελτίω. ὁρᾷς, πῶς εὐθὺς ἐτέθη ἐν τῷ συμπε ράσματι ἡ αἰτία, ἵνα μὴ καὶ αὐτὸς τιμωρηθῇ, εἰ ταύτην ἐσίγησεν. [1419a 31] Καὶ ὡς ὁ Λάκων. ἴδε καὶ τὸν τοῦ Λάκωνος συλλογισμόν, ὅπως ἀφορῶντος τοῦ συμπεράσματος εἰς βλάβην αὐτοῦ ὁ δὲ ἀπέφησεν αὐτὸ θεὶς τὴν αἰτίαν δικαίως ἀπώλοντο τούτοις τοῖς ἀποσφαγεῖ- καὶ σὺ * σιν ἐφόροις συνέπραξας ἔφορος ὤν; οὐ δῆτα· γνώμῃ γὰρ οἰκείᾳ ἔπραξα καὶ οὐ χρήμησιν, ὡς οὗτοι. [1419a 28] Πρόβουλοι δὲ παρ’ Ἀθηναίοις ἦσαν ὥσπερ οἱ παρὰ Ῥωμαίοις λεγόμενοι ὕπατοι. [1419b 1] Ἐὰν μὴ πολὺ περιῇ τοῦ ἀληθοῦς· ὅταν γὰρ ἀληθέ στερον ᾖ τὸ συμπέρασμα, τότε καὶ χωρὶς αἰτίας τίθει. [1419b 2] Περὶ δὲ γελοίων, δεῖ πονηρεύεσθαί σε, ὦ ῥῆτορ· ἐὰν μὲν ὁρᾷς τὸν ἀντίδικόν σου κατὰ σοῦ λέγοντα καὶ γενναῖα καὶ πιθανὰ 159 καὶ ὑπὸ τῶν ἀκροατῶν προσεκτικῶς ἀκουόμενον, τότε κίνησον γέλωτας, ἵνα συγχεθεῖεν καὶ ὁ λέγων ἅμα καὶ οἱ ἀκούοντες, ὡς ὁ Δημοσθένης ἐποίησε κατ’ Αἰσχίνου· εἶπε γὰρ ὁ Αἰσχίνης μισθωτός ἐστι καὶ προδότης , οἷον βαρβαρίσας τάχα ἀπὸ περιπετείας τῆς γλώττης, καὶ ὁ δῆμος ἅπας διωρθώσατο ὥσπερ τὸν λόγον ἀνακαγχάσας καὶ ἀναβοήσας ὁ Αἰσχίνης μισθωτός ἐστι καὶ προδότης , τότε ἀνθυποστρέψας ὁ Δημοσθένης τὸν λόγον πρὸς Αἰσχίνην εἶπεν ἀκούεις, Αἰσχίνη, πῶς ὁ δῆμος ἅπας βοᾷ, ὡς ὁ Αἰσχίνης προδότης ἐστὶ καὶ μισθωτός; εἶτα δὲ πάλιν, εἰ ὁ ἀντίδικός σου κατὰ σοῦ ἐκίνησε γέλωτα, ἔνδειξαι σὺ σπουδὴν εἰπὼν οὐκ ἔστι νῦν καιρὸς γέλωτος· περὶ σπουδαίων γάρ μοι ὁ λόγος καὶ ἀναγκαίων τῇ πόλει . [1419b 5] Εἴρηται δὲ καὶ ἐν τοῖς ερὶ ποιητικῆς, πόσα εἴδη γελοῖα, ἀλλὰ καὶ ἐν τοῖς Νικομαχείοις Ἠθικοῖς περὶ τὸ τέλος που τοῦ Δ, ἔνθα λέγει περὶ τῆς ἀληθευτικῆς ἕξεως καὶ τῶν ἄκρων αὐτῆς, ἀλαζο νείας καὶ εἰρωνείας· ἀληθὴς μὲν γάρ ἐστιν ὁ τὰ ἀληθῆ καὶ οἰκεῖα αὐτῷ ἐπιμαρτυρῶν, ὡς εἰ ὁ πολλοῦ ἄξιος πολλῶν ἑαυτὸν ἀξιοῖ καὶ μεγάλων, ἀλαζῶν δὲ ὁ, εἰ μικρῶν ἄξιος εἴη, μεγάλων ἑαυτὸν ἀξιῶν, εἴρων δὲ ὁ ἀνά παλιν ὁ, εἰ μεγάλων ἄξιος εἴη. μικρῶν ἢ οὐδενὸς ἑαυτὸν ἀξιῶν. λέγει δὲ ἐκεῖ ὁ Ἀριστοτέλης, ὅτι ἔστι καὶ δι’ ἀνάπαυσιν ἡμῶν εὑρημένη οἷον μεσότης, ἡ οὕτως ὀνομαζομένη εὐτραπελία καὶ ἐπιδεξιότης, ἄκρα δὲ αὐτῆς τὸ ἄγριον, ἀλλὰ καὶ τὸ βωμολόχον, οἷοι οἱ θυμελικοὶ καὶ ἑαυτοὺς κατὰ παρειῶν βάλλοντες ἢ κατὰ τῆς ἑαυτῶν πυγῆς λακτίζοντες καὶ ἄσεμνα πολλὰ καὶ καθ’ ἑαυτῶν καὶ κατ’ ἄλλων πραγματευόμενοι, ἵνα κινήσωσι γέλωτα διὰ τῶν τοιῶνδε ψόφων ἢ παροινήσεων ἢ σκωμμάτων. μεσότης δ’ ἐν τούτοις ἡ ἐπιδεξιότης. ᾗ χρᾶται καὶ ἡ παλαιὰ κωμῳδία καὶ ὁ ἐλευθέ ριος καὶ πεπαιδευμένος. [1419b 7] Ἔστι δὲ εἰρωνεία. | ἄλλως μεσότητος ἄκρον ἡ εἰρωνεία κακία τις οὖσα καὶ ἄλλως ἡ βωμολοχία. ἀλλὰ καὶ τὰ τάχα ἀστεῖα, ὧν μνήμην ποιεῖται ἐν τῇ ερὶ παίδων ἀναγωγῆς ὁ Χαιρωνεὺς λού ταρχος, βωμολοχίας ἄντικρύς εἰσιν, οὐκ εὐτραπελίας· ἅπαντες γὰρ οἰ ταῦτα εἰπόντες καὶ τοῖς, δι’ οὓς εἶπον, λύπην προὐξένουν καὶ καθ’ ἑαυτῶν φθόνους. 19. [1419b 33] Ἀρχὴ μὲν τοῦ ἐπιλόγου ὀφείλει εἶναι τοιαύτη ὅτι ἃ ὑπεσχόμην ἢ ἐν τῷ προοιμίῳ ἢ ἐν τῇ διηγήσει εἰπεῖν κατὰ τοῦδε, ἀπέδειξα ἐν τοῖς ἀγῶσι διὰ τῶνδε καὶ τῶνδε τῶν ἐπιχειρημάτων . [1419b 33] καὶ δι᾽ ὅ· ταῦτα δὲ εἶπον διὰ τὸ δεῖξαι τὸν Αἰσχίην δύσνουν εἶναι κατὰ τῆς πόλεως καὶ μὴ θαρρεῖν αὐτῷ ὑμᾶς · [1420a 1] ἢ ἐξ εἰρωνείας, οἷον οὗτος μὲν ὁ ἀντίδικός μου εἶπε τὰ μεγάλα ἐκεῖνα καὶ θαυμαστὰ οὐδὲν ὄντα, ἐγὼ δὲ τὰ μικρὰ ἐκεῖνα καὶ ἀγεννῆ ἐξ ἐναντίας τοῖς λαληθεῖσι . [1420a 2] καὶ τί ἂν ἐποίει· πάντως ἐκενοδόξει καὶ ἐβρενθύετο καὶ ἐνεκαυχᾶτο ταῖς ἀποδείξεσιν, εἰ καλῶς εἶπε · τοῦτο ἕτερος τόπος τοῦ ἐξ εἰρωνείας ἐπιχειρῆσαι. [1420b 2] τέλος δὲ τοῦ ἐπιλόγου τοιοῦτον αὖθις ὀφείλει ὡς ἐπὶ τοῖς ἄνω λόγοις εἰρημένον εἴρηκα, παρακατ έχετε, μιμνήσκεσθε, φυλάττετε . 14. [1415a 4] Ὄπισθεν πρὸ δύο ἴσως τετραδίων περὶ ἐπιδεικτικῶν προοιμίων λέγων ἐμνήσθη ὁ Ἀριστοτέλης ἔπους τοῦ Κοιρίλλου. ἡ δὲ ὑπόθεσις τούτου τοιάδε· δάκνεται ἐπὶ τοῖς ποιητικοῖς ἀνδράσι τοῖς ἀκμάζουσιν ὡς ἔοικεν ἐπὶ τῶν ἡμερῶν αὐτοῦ καὶ οὕτω χαλεπαίνων ἀποφθέγγεται ταῦτα τὰ ἔπη ἆ μάκαρ, ὅστις ἔην κεῖνον χρόνον ἴδρις ἀοιδῆς, μουσάων θεράπων, ὅτ’ ἀκήρατος ἦν ἔτι λειμών· νῦν δ’ ὅτε πάντα δέδασται, ἔχουσι δὲ πείρατα τέχναι, ὕστατοι ὥστε δρόμου καταλειπόμεθ’ οὐδέ πῃ ἔστι πάντῃ παπταίνοντα νεοζυγὲς ἅρμα πελάσσαι καὶ τὰ ἑξῆς. αἰτιᾶται οὖν τὴν σύγχυσιν τῶν ποιητῶν καὶ ἀποδύρεται διὰ τὴν ποιητικὴν κοινωθεῖσαν καὶ συγχυθεῖσαν καὶ ὡσανεὶ μοιρασθεῖσαν παρὰ συγκλύδων καὶ ἀγελαίων καὶ βωμολόχων ἀνδρῶν, οἳ ὡς ἔοικεν ἐθρασύνοντο κατὰ τοῦ ἀνδρός. | [1415b 20] Ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα. ὁ Κρέων ἐπεὶ ἔπεμψέ τινα ὥστε ἰδεῖν, εἰ ἄθαπτος ὁ ολυνείκης, ὁ δὲ εὗρεν ἐκεῖνον τεθαμμένον, ἀνεπτερωμένος τὴν ἀκοὴν ἵστατο. ἔρχεται οὖν ὁ ἄγγελος καὶ ταῦτα τὰ ἰαμβεῖά φησιν οὐ τοσοῦτον εἴπω σοι τὸ πῶς ὀλίγα — ὁ δὲ ἐλθὼν δύσπνους εἰμὶ διὰ τὸ πολὺ τάχος —, ἀλλ’ ὅτι οὐδέν σοι μέλλω εἰπεῖν ἤτοι οὐχ ὃ ἀποδεκτόν σοι μέλλω ἐρεῖν, ἀλλ’ ὃ εἰς λύπην μᾶλλόν σοί ἐστιν, τὸ μαθεῖν σε δηλαδή, ὅτι παρά του τέθαπται ολυ νείκης . ἐν τῷ μεταξὺ δὲ τίθησι καὶ τὴν αἰτίαν τοῦ βραχεῖαν μὲν εἶναι τὴν μεταξὺ ὁδόν, δύσπιστον δὲ αὐτὸν φαίνεσθαι διὰ τὸ ἀργεῖν κατὰ τὴν ὁδὸν καὶ βουλεύεσθαί με καθ’ ἑαυτὸν ὑποχωρῆσαι καὶ φυγεῖν, ἵνα μή σοι ἄγγελος γένωμαι τοῦ λυπηροῦ· εἶτά φησι χοὕτως ὁδὸς βραχεῖα γίνεται μακρά· τέλος δὲ ἐνίκησέ με ὁ λογισμὸς τὸ ἐλθεῖν εἰς σὲ καὶ παθεῖν με τὸ μόρσιμον. διὰ γοῦν τὸ βραδύνειν με πολλὰ διὰ τὴν ἀνέλιξιν τῶν λογισ μῶν ὕστερον ὀξέως ἐβάδισα καὶ διὰ τοῦτο πλήρης ἱδρώτων γέγονα . τὸ δὲ 'τί φροιμιάζῃ' τοῦ Κρέοντός ἐστι λέγοντος τί προφέρεις τὰ κύκλῳ καὶ τὰ ἔξω τῆς ἀποστολῆς; τάχιον οὖν εἰπὲ τά, ἐφ’ οἷς ἀπεστάλης, καὶ μὴ φοβοῦ. 16. [1417a 13] Φησὶν ὁ λάτων ἐν τῷ δεκάτῳ τῶν ολιτειῶν ἀλλ’ οὐ μέντοι σοι, ἦν δ’ ἐγώ, Ἀλκίνου γε ἀπόλογον ἐρῶ, ἀλλ’ ἀλκίμου μὲν ἀνδρός, Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος αμφύλου, ὅς ποτε ἐν πολέμῳ τελευτήσας ἀναιρεθέντων δεκαταίων τῶν νεκρῶν ἤδη διεφθαρμένων ὑγιὴς μὲν ἀνῃρέθη, κομισθεὶς δ’ οἴκαδε μέλλων θάπτεσθαι δωδεκαταῖος ἐπὶ τῇ πυρᾷ κείμενος ἀνεβίω. οὕτως ὡς παροιμίᾳ τινὶ ὁ λάτων χρῆται τῷ ἀπολόγῳ Ἀλκίνου. | 14. [1415b 21] Τὸ δὲ 'τί φροιμιάζῃ' ἐν τισὶ τῶν ἀντιγράφων οὐ κεῖται.