<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg4026.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg4026.tlg002.1st1K-grc1" n="18"><p rend="indent"><label>18.</label><bibl xml:lang="lat">[1418b 39]</bibl>  Περὶ δὲ ἐρωτήσεως. τότε ποίει τὴν ἐρώτησίν σου, ὧ ῥῆτορ, ὅτε εἰς ἀτοπίαν εὐφυῶς κατακυλίσεις τὸν ἐρωτώμενον, ἐκ μιᾶς  ρωτημένης προτάσεως καὶ ἑτέρας ἢ ὁμολογουμένης ἢ δοθείσης· ὁμολογουμένου γὰρ εἰλημμένου ὡς παρὰ πάντων γινωσκομένου τοῦ ὅτι ὁ Λάμπων ἀτέλεστος ἦν ἢ δοθέντος παρ’ αὐτοῦ τοῦ Λάμπωνος ἐρωτηθέντος οὕτω συλλόγισαι·|
        
         <!-- <figure/> --><lb/><cb/>οἶδε τὰ μυστήρια <cb/>ὁ Λάμπων <cb/>καὶ πάλιν 
        <lb/><cb/>ἐξ ἀνάγκης τετελεσμένος <cb/>ἀτέλεστος 
        <lb/>τὸ συμπέρασμα ἄρα ἄτοπον. 
         
         <pb facs="commentariaina21pt12akaduoft_0665"/>
         <lb/>καὶ πάλιν ὡς ὡμολογημένου εἰλημμένου τοῦ <q rend="single">οἱ δαίμονες ἢ θεοὶ ἢ παῖδες θεῶν</q> πλέκε τὸν συλλογισμὸν 
         <!-- <figure/> -->
         <lb/><cb/>θεοὺς εἶναι δοξάζει <cb/>δαιμόνια δοξάζει, ὡς <cb/>ὁ Σωκράτης, 
         <lb/><cb/>κατὰ ἀλήθειαν <cb/>ὁ Μέλητος εἶπεν 
         
         <lb/>κατηγορήθη δὲ ὅτι τὰ δαιμόνια σέβεται Σωκράτης, ἐπεὶ πολλάκις ἔλεγεν, ὅτι σύνεστιν αὐτῷ τὸ δαιμόνιον θείᾳ μοίρᾳ παραπεμπόμενον ἐκ παιδὸς αὐτῷ. <q>ἔστι δὲ τοῦτο φωνή, ἢ ὅταν γένηται αἰεί μοι σημαίνει, ὃ ἂν μέλλω πράττειν, τοῦτο ἀποτρέπειν, προτρέπει δὲ οὐδέποτε. καὶ ἐάν τίς μοι τῶν φίλων ἀνακοινῶται καὶ γένηται ἡ φωνή, ἀποτρέπει.</q> ταῦτα καὶ  λάτων ἐν Θεάγει. τρίτον εἶδος ἐρωτήσεως τὸ εἰς ἐναντία ἄγον, ὡς τοῦτο· ὁμολογουμένου γὰρ τοῦ τὴν ἀνδρίαν ἀρετὴν εἶναι συνάγεται ἡ ἀν δρία κακία. ἀλλὰ καὶ τὸ εἰς παραδοξολογίαν, ὃ παρὰ τὰς διαφόρους γίνεται αἱρέσεις, ὡς καὶ ἐν τοῖς πολιτικοῖς ἔμαθες. οἱ Στωικοὶ εὐδαίμονα λέγουσι τὸν τὰς  ριαμικὰς συμφορὰς ὑπομένοντα, οἱ δὲ  εριπατητικοὶ τὸν μηδ’ ὅλως συμφοραῖς περιπίπτοντα. συλλόγισαι οὖν 
         
         <!-- <figure/> -->
         <lb/><cb/>δυσδαίμων  <cb/>Πριαμικαῖς συμφοραῖς <cb/>ὁ εὐδαίμων 
         <lb/><cb/><cb/>περιπεσὸν καὶ ὑπομεί-
         <lb/><cb/><cb/>νας αὐτάς</p></div></div></body></text></TEI>