18. [1418b 39] Περὶ δὲ ἐρωτήσεως. τότε ποίει τὴν ἐρώτησίν σου, ὧ ῥῆτορ, ὅτε εἰς ἀτοπίαν εὐφυῶς κατακυλίσεις τὸν ἐρωτώμενον, ἐκ μιᾶς ρωτημένης προτάσεως καὶ ἑτέρας ἢ ὁμολογουμένης ἢ δοθείσης· ὁμολογουμένου γὰρ εἰλημμένου ὡς παρὰ πάντων γινωσκομένου τοῦ ὅτι ὁ Λάμπων ἀτέλεστος ἦν ἢ δοθέντος παρ’ αὐτοῦ τοῦ Λάμπωνος ἐρωτηθέντος οὕτω συλλόγισαι·| οἶδε τὰ μυστήρια ὁ Λάμπων καὶ πάλιν ἐξ ἀνάγκης τετελεσμένος ἀτέλεστος τὸ συμπέρασμα ἄρα ἄτοπον. καὶ πάλιν ὡς ὡμολογημένου εἰλημμένου τοῦ οἱ δαίμονες ἢ θεοὶ ἢ παῖδες θεῶν πλέκε τὸν συλλογισμὸν θεοὺς εἶναι δοξάζει δαιμόνια δοξάζει, ὡς ὁ Σωκράτης, κατὰ ἀλήθειαν ὁ Μέλητος εἶπεν κατηγορήθη δὲ ὅτι τὰ δαιμόνια σέβεται Σωκράτης, ἐπεὶ πολλάκις ἔλεγεν, ὅτι σύνεστιν αὐτῷ τὸ δαιμόνιον θείᾳ μοίρᾳ παραπεμπόμενον ἐκ παιδὸς αὐτῷ. ἔστι δὲ τοῦτο φωνή, ἢ ὅταν γένηται αἰεί μοι σημαίνει, ὃ ἂν μέλλω πράττειν, τοῦτο ἀποτρέπειν, προτρέπει δὲ οὐδέποτε. καὶ ἐάν τίς μοι τῶν φίλων ἀνακοινῶται καὶ γένηται ἡ φωνή, ἀποτρέπει. ταῦτα καὶ λάτων ἐν Θεάγει. τρίτον εἶδος ἐρωτήσεως τὸ εἰς ἐναντία ἄγον, ὡς τοῦτο· ὁμολογουμένου γὰρ τοῦ τὴν ἀνδρίαν ἀρετὴν εἶναι συνάγεται ἡ ἀν δρία κακία. ἀλλὰ καὶ τὸ εἰς παραδοξολογίαν, ὃ παρὰ τὰς διαφόρους γίνεται αἱρέσεις, ὡς καὶ ἐν τοῖς πολιτικοῖς ἔμαθες. οἱ Στωικοὶ εὐδαίμονα λέγουσι τὸν τὰς ριαμικὰς συμφορὰς ὑπομένοντα, οἱ δὲ εριπατητικοὶ τὸν μηδ’ ὅλως συμφοραῖς περιπίπτοντα. συλλόγισαι οὖν δυσδαίμων Πριαμικαῖς συμφοραῖς ὁ εὐδαίμων περιπεσὸν καὶ ὑπομεί- νας αὐτάς