17. [1418b 27] Ἀνώτερον εἴρηται τὸ ὅπερ Ἰσοκράτης ποιεῖ ἐν τῷ Φιλίππῳ καὶ ἐν τῇ Ἀντιδόσει· ἔγραψε γὰρ μετὰ τὴν γεγονυῖαν εἰρήνην μεταξὺ τοῦ Φιλίππου καὶ τῶν Ἀθηναίων παρ’ Αἰσχίνου καὶ Δημο σθένους τῷ Φιλίππῳ ὡς φίλῳ καὶ παραινεῖ αὐτῷ ἀπὸ τοῦ νῦν διαλλά ξαντα τὰς Ἑλληνικὰς πόλεις τὰς μεγάλως στασιαζούσας πρὸς ἑαυτὰς στρα τεῦσαι κατὰ ερσῶν. εἰ καὶ ὁ Φίλιππος οὐκ ἐπείσθη αὐτῷ, ἀλλ’ ὕστερον ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος ἀναγνοὺς τὸν λόγον· ἐστράτευσε γὰρ οὗτος κατὰ Δαρείου τοῦ καὶ Ὤχου λεγομένου. ἡ στάσις τοῦ λόγου πραγματικὴ καὶ ἐν τῇ Ἀντιδόσει. περὶ τριηραρχίας ἔμελλε γενέσθαι ἀντίδοσις πρὸς τοὺς συγγενεῖς τοῦ Ἰσοκράτους. ὁ γοῦν ἐχθρὸς τοῦ Ἰσοκράτους ὁ Λυσίμαχος ἔπεισε τοὺς Ἀθηναίους ἀντιδοῦναι παρὰ τοὺς ἄλλους αὐτοῦ συγγενεῖς αὐτὸν τὸν Ἰσοκράτην ὡς πλούσιον κατὰ πολὺ γεγονότα ἀπὸ τῶν μαθητῶν αὐτοῦ καὶ ἐντεῦθεν δυνατὸν εὑρισκόμενον εἰς τὸ λειτούργημα· τοὺς γὰρ ἥττους λόγους ἐδίδαξε τοὺς μαθητὰς κρείττους ποιεῖν· δεινοπαθήσας οὖν ἐφ’ οἷς τε κατ’ αὐτοῦ εἶπεν ὁ ἀντίδικος καὶ ἐπὶ τῇ τριηραρχίᾳ (πολλὰ γὰρ δαπανήματα ἀντεδίδου ἐν τῇ ἐπιζημίῳ ταύτῃ ἀρχῇ) τὸν παρόντα γέγραφεν πβ´ γεγονὸς ἐτῶν λόγον.