16. [1417a 19] Ἐν οἷς ἀνώτερον περὶ προδιηγήσεως ἔλεγε καὶ ἤθους, εἶπεν, ὅτι οὐκ ἔχουσι τὰ μαθηματικὰ ἦθος, ὅτι οὐδὲ προαί ρεσιν οὐδὲ τὸ προαιρετὸν τέλος. φησὶν ἐν τῷ τρίτῳ τῶν Ἠθικῶν, ὅτι τὸ προαιρετὸν βουλευτόν ἐστι καὶ ἐφ’ ἡμῖν, οὐδεὶς δὲ βουλεύεται περὶ δια μέτρου ἢ κύκλου οὐδὲ περὶ τῶν καθ’ εἱρμὸν γινομένων οἷον τροπῆς ἰση μερίας, ἀλλὰ περὶ τῶν ἐφ’ ἡμῖν πρακτῶν. ὄντος δὲ τοῦ προαιρετοῦ βουλευτοῦ ὀρεκτοῦ τῶν ἐφ’ ἡμῖν, καὶ ἡ προαίρεσις ἂν εἴη βουλευτικὴ ὄρεξις τῶν ἐφ’ ἡμῖν. ἡ δὲ μαθηματικὴ ζήτησιν μὲν ἔχει, οὐ μὴν βού λευσιν· πᾶσα μὲν γὰρ βούλευσις ζήτησις, οὐ μὴν δὲ πᾶσα ζήτησις βού λευσις· καθολικωτέρα γὰρ ἡ ζήτησις. [1417a 13] Ὅν ὁ λάτων λέγει ἐν τῷ μύθῳ τῆς νεκυίας αὐτοῦ περὶ τῆς ἀναβιώσεως τοῦ Ἠρὸς καὶ περὶ τῶν ἐν Ἅιδου κολαστηρίων ἀπό λογον τοῦ Ὀδυσσέως πρὸς Ἀλκίνοον τὸν Φαίακα, τοῦτον ὧδε ὁ Ἀριστο τέλης λέγει παραδιήγησιν· ρώτα γὰρ ἐν Ἅιδου ὁ Ὀδυσσεὺς τὸν Τερεσίαν περὶ τῶν οἴκοι καὶ τὴν ἑαυτοῦ μητέρα περὶ ηνελόπης καὶ τοῦ υἱοῦ καὶ εἰ ἔγημέ τις αὐτοῦ τὴν γυναῖκα ἢ οὔ, καὶ ἐν ὀλίγοις ἔπεσιν Ὅμηρος τὴν τοιαύτην παραδιήγησιν γράφει. φησὶν ὁ ρόκλος κατὰ δή τινα ζῆλον τῶν παρ’ Ὁμήρῳ νεκυιῶν μετάγεται καὶ ὁ λάτων ἐπὶ μύθους, ἐν οἷς ὁ ποιητὴς ἀφηγούμενον ποιεῖ τὸν Ὀδυσσέα ⟨τὰ⟩ ἐν Ἅιδου θεάματα πρὸς τὸν Ἀλκίνουν .