<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg4026.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg4026.tlg002.1st1K-grc1" n="16"><p rend="indent"><label>16.</label><bibl xml:lang="lat">[1417a 6]</bibl> Φησὶν Ἡρόδοτος περὶ Αἰγυπτίων ἐν τῷ λόγῳ τῆς μούσης Εὐτέρπης, ὅτι τὸν Ψαμμήτιχον ἀπεδίδρασκον τὸν βασιλέα αὐτῶν τινὲς Αἰγύπτιοι· οὗτοι δὲ καὶ παρ’ αὐτοῦ πάλιν ἐκαλοῦντο ἀναμνήσαντος <pb facs="commentariaina21pt12akaduoft_0664"/> αὐτοὺς παίδων καὶ γυναικῶν· τῶν δέ τινα λέγεται δείξαντα τὸ αἰδοῖον 156 εἰπεῖν, ἔνθα ἂν τοῦτο ἦ, ἔσεσθαι αὐτοῖς καὶ γυναῖκας καὶ τέκνα.</p><p rend="indent"><bibl xml:lang="lat">[1417a 12</bibl>] Ὅσα μὴ πραττόμενα ἢ οῖκτον ἤ. ἐἀν γὰρ πραάξῃς τινὰ εἰς οἶκτον κινοῦντα τοὺς δικαστάς, πάντως ἐκεῖνα κακά εἰσιν, οἷον εἰ πέπρακταί σοι φόνος ἤ τι ἕτερον τῶν ἀπειρημένων, τότε οἰκτίζονται ἐπὶ σοὶ οἱ ἀκροαταί. σίγα οὖν περὶ τῶν τοιούτων. ἀλλὰ καὶ περὶ τῶν, ὅσα δείνωσιν φέρει ἢ ἀγανάκτησιν ἢ δεικνύουσί σε δεινὸν ῥήτορα· δεινὸς γὰρ οὐχ ὁ φρόνιμος καὶ ἀγαθός, ἀλλ’ ὁ πονηρὸς ἄνθρωπος καὶ εὐφυὴς τὰ πράγματα μεταχειρίσασθαι καὶ τοιῶσδε καὶ τοιὼσδε· οἷος ἦν τὰ πολλὰ ὁ Ὀδυσσεύς, περὶ οὖ Κύκλωψ εἶπε πρὸς τοὺς Κύκλωπας <q rend="single">Οὔτις με βιάζεται δόλῳ  δὲ βίηφι</q> καὶ εὐθὺς ἀκούσαντες ἐκεῖνοι ἀπηλλάγησαν.</p><p rend="indent"><bibl xml:lang="lat">[1417a 13]</bibl> Ἡ Ἀλκίνου παραδιήγησις. μέμνηται τούτου ὁ  λάτων ἐν τῷ λόγῳ τῶν  ολιτειῶν, ἔνθα περί τε τοῦ Ἀρμενίου Ἠρὸς λέγει ἀλλὰ καὶ περὶ τοῦ Ἀριδαίου τοῦ ἐπὶ ἀσπαλάθων κναμπτομένου, περὶ οὗ ὁδῷ προιόντες ἐροῦμεν.</p></div></div></body></text></TEI>