16. [1417a 6] Φησὶν Ἡρόδοτος περὶ Αἰγυπτίων ἐν τῷ λόγῳ τῆς μούσης Εὐτέρπης, ὅτι τὸν Ψαμμήτιχον ἀπεδίδρασκον τὸν βασιλέα αὐτῶν τινὲς Αἰγύπτιοι· οὗτοι δὲ καὶ παρ’ αὐτοῦ πάλιν ἐκαλοῦντο ἀναμνήσαντος αὐτοὺς παίδων καὶ γυναικῶν· τῶν δέ τινα λέγεται δείξαντα τὸ αἰδοῖον 156 εἰπεῖν, ἔνθα ἂν τοῦτο ἦ, ἔσεσθαι αὐτοῖς καὶ γυναῖκας καὶ τέκνα. [1417a 12 ] Ὅσα μὴ πραττόμενα ἢ οῖκτον ἤ. ἐἀν γὰρ πραάξῃς τινὰ εἰς οἶκτον κινοῦντα τοὺς δικαστάς, πάντως ἐκεῖνα κακά εἰσιν, οἷον εἰ πέπρακταί σοι φόνος ἤ τι ἕτερον τῶν ἀπειρημένων, τότε οἰκτίζονται ἐπὶ σοὶ οἱ ἀκροαταί. σίγα οὖν περὶ τῶν τοιούτων. ἀλλὰ καὶ περὶ τῶν, ὅσα δείνωσιν φέρει ἢ ἀγανάκτησιν ἢ δεικνύουσί σε δεινὸν ῥήτορα· δεινὸς γὰρ οὐχ ὁ φρόνιμος καὶ ἀγαθός, ἀλλ’ ὁ πονηρὸς ἄνθρωπος καὶ εὐφυὴς τὰ πράγματα μεταχειρίσασθαι καὶ τοιῶσδε καὶ τοιὼσδε· οἷος ἦν τὰ πολλὰ ὁ Ὀδυσσεύς, περὶ οὖ Κύκλωψ εἶπε πρὸς τοὺς Κύκλωπας Οὔτις με βιάζεται δόλῳ δὲ βίηφι καὶ εὐθὺς ἀκούσαντες ἐκεῖνοι ἀπηλλάγησαν. [1417a 13] Ἡ Ἀλκίνου παραδιήγησις. μέμνηται τούτου ὁ λάτων ἐν τῷ λόγῳ τῶν ολιτειῶν, ἔνθα περί τε τοῦ Ἀρμενίου Ἠρὸς λέγει ἀλλὰ καὶ περὶ τοῦ Ἀριδαίου τοῦ ἐπὶ ἀσπαλάθων κναμπτομένου, περὶ οὗ ὁδῷ προιόντες ἐροῦμεν.