<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg4026.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg4026.tlg002.1st1K-grc1" n="15"><p rend="indent"><label>15.</label><bibl xml:lang="lat">[1416a 28]</bibl> Ὁ Εὐριπίδης τὸν Ὑγιαίνοντα  νάγκασε δοῦναι ἀντί δοσιν. ἡ δὲ ἀντίδοσις λειτούργημα ἦν ὑπὲρ τῆς πόλεως εἰς τριηραρχίας, εἰς σιτίσεις, εἰς ἐκστρατείας, εἰς πλωίμους, ἵνα ἀνθ’ ἑαυτοῦ δώσει τις τόσους ἢ τόσους. διὰ τοῦτο τοίνυν κατηγόρησε τοῦ Εὐριπίδου οὗτος ὁ Ὑγιαίνων ὡς ἀσεβοῦς γράψαντος ἐν τῷ δράματι Ἱππολύτου τὸ <q>ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρήν</q>. καὶ γὰρ ἡ θεράπαινα ἡ τροφὸς τῆς Φαίδρας περὶ τοῦ τῆς δεσποίνης μὲν αὐτῆς μητρυιᾶς δὲ τοῦ νεανίσκου μέλλουσα εἰπεῖν αὐτῷ περὶ ἔρωτος ὅρκοις αὐτὸν προεκράτησε, μὴ πρός τινα εἰπεῖν τὸ λαλη θησόμενον· ὁ δὲ ὑπέσχετο ὁρκώσας· εἶτα ὡς ὕστερον εἶπεν ἐκείνη τὸν ἔρωτα πρὸς Ἱππόλυτον, ὁ δὲ  γανάκτησεν, ἀνέμνησεν ἐκείνη περὶ τοῦ ὅρκου ὁ δ’ εἶπεν <q>ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρήν</q> ἤτοι <q rend="single">οὐκ ἐπιώρκησα, ὦ τροφέ· τότε γὰρ γίνεται ἐπιορκία, ὅταν ὁ νοῦς συμφωνήσῃ καὶ ἡ γλῶττα· ἐγὼ δὲ πρὸ τοῦ μαθεῖν τὴν φρένα μου τὸ λαληθησόμενον συνηρπάγην κατὰ μόνην τὴν γλῶτταν ὀμόσας· καὶ λοιπὸν οὔτε ὤμοσα, εἰ δὲ καὶ ὤμοσα, οὐκ ἐπιώρκησα</q>. <q rend="single">ἀσεβὴς ἄρα ἐστὶν ὁ Εὐριπίδης</q>, φησὶν ὁ Ὑγιαίνων, <q rend="single">διδάξας ἀπὸ τούτου τοῦ ἰαμβείου ὁρκωμοτεῖν τοὺς ἀνθρώπους</q>. πάλιν δὲ καὶ οὗτος ὁ Εὐριπίδης οἷον ἀσεβῆ αὐτὸν λέγει, <q rend="single">διότι</q>, φησίν, <q rend="single">εἰ καὶ  δί κησά τι, ἐν Διονυσίοις ἐκρίθην ἂν παρ’ αὐτοῖς τοῖς ἐξάρχοις τῆς ἑορτῆς. νῦν δὲ κακῶς ποιεῖς, ὧ Ὑγιαίνων, κατηγορῶν μου ἐν τοῖς δημοσίοις δικα στηρίοις· τὰ γὰρ ἐν τῇ τελετῇ τοῦ θεοῦ Διονύσου παρ’ αὐτοῖς τοῖς τελετ άρχαις δικάζονται</q>.</p></div></div></body></text></TEI>