15. [1416a 28] Ὁ Εὐριπίδης τὸν Ὑγιαίνοντα νάγκασε δοῦναι ἀντί δοσιν. ἡ δὲ ἀντίδοσις λειτούργημα ἦν ὑπὲρ τῆς πόλεως εἰς τριηραρχίας, εἰς σιτίσεις, εἰς ἐκστρατείας, εἰς πλωίμους, ἵνα ἀνθ’ ἑαυτοῦ δώσει τις τόσους ἢ τόσους. διὰ τοῦτο τοίνυν κατηγόρησε τοῦ Εὐριπίδου οὗτος ὁ Ὑγιαίνων ὡς ἀσεβοῦς γράψαντος ἐν τῷ δράματι Ἱππολύτου τὸ ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρήν . καὶ γὰρ ἡ θεράπαινα ἡ τροφὸς τῆς Φαίδρας περὶ τοῦ τῆς δεσποίνης μὲν αὐτῆς μητρυιᾶς δὲ τοῦ νεανίσκου μέλλουσα εἰπεῖν αὐτῷ περὶ ἔρωτος ὅρκοις αὐτὸν προεκράτησε, μὴ πρός τινα εἰπεῖν τὸ λαλη θησόμενον· ὁ δὲ ὑπέσχετο ὁρκώσας· εἶτα ὡς ὕστερον εἶπεν ἐκείνη τὸν ἔρωτα πρὸς Ἱππόλυτον, ὁ δὲ γανάκτησεν, ἀνέμνησεν ἐκείνη περὶ τοῦ ὅρκου ὁ δ’ εἶπεν ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρήν ἤτοι οὐκ ἐπιώρκησα, ὦ τροφέ· τότε γὰρ γίνεται ἐπιορκία, ὅταν ὁ νοῦς συμφωνήσῃ καὶ ἡ γλῶττα· ἐγὼ δὲ πρὸ τοῦ μαθεῖν τὴν φρένα μου τὸ λαληθησόμενον συνηρπάγην κατὰ μόνην τὴν γλῶτταν ὀμόσας· καὶ λοιπὸν οὔτε ὤμοσα, εἰ δὲ καὶ ὤμοσα, οὐκ ἐπιώρκησα . ἀσεβὴς ἄρα ἐστὶν ὁ Εὐριπίδης , φησὶν ὁ Ὑγιαίνων, διδάξας ἀπὸ τούτου τοῦ ἰαμβείου ὁρκωμοτεῖν τοὺς ἀνθρώπους . πάλιν δὲ καὶ οὗτος ὁ Εὐριπίδης οἷον ἀσεβῆ αὐτὸν λέγει, διότι , φησίν, εἰ καὶ δί κησά τι, ἐν Διονυσίοις ἐκρίθην ἂν παρ’ αὐτοῖς τοῖς ἐξάρχοις τῆς ἑορτῆς. νῦν δὲ κακῶς ποιεῖς, ὧ Ὑγιαίνων, κατηγορῶν μου ἐν τοῖς δημοσίοις δικα στηρίοις· τὰ γὰρ ἐν τῇ τελετῇ τοῦ θεοῦ Διονύσου παρ’ αὐτοῖς τοῖς τελετ άρχαις δικάζονται . 16. [1417a 6] Φησὶν Ἡρόδοτος περὶ Αἰγυπτίων ἐν τῷ λόγῳ τῆς μούσης Εὐτέρπης, ὅτι τὸν Ψαμμήτιχον ἀπεδίδρασκον τὸν βασιλέα αὐτῶν τινὲς Αἰγύπτιοι· οὗτοι δὲ καὶ παρ’ αὐτοῦ πάλιν ἐκαλοῦντο ἀναμνήσαντος αὐτοὺς παίδων καὶ γυναικῶν· τῶν δέ τινα λέγεται δείξαντα τὸ αἰδοῖον 156 εἰπεῖν, ἔνθα ἂν τοῦτο ἦ, ἔσεσθαι αὐτοῖς καὶ γυναῖκας καὶ τέκνα. [1417a 12 ] Ὅσα μὴ πραττόμενα ἢ οῖκτον ἤ. ἐἀν γὰρ πραάξῃς τινὰ εἰς οἶκτον κινοῦντα τοὺς δικαστάς, πάντως ἐκεῖνα κακά εἰσιν, οἷον εἰ πέπρακταί σοι φόνος ἤ τι ἕτερον τῶν ἀπειρημένων, τότε οἰκτίζονται ἐπὶ σοὶ οἱ ἀκροαταί. σίγα οὖν περὶ τῶν τοιούτων. ἀλλὰ καὶ περὶ τῶν, ὅσα δείνωσιν φέρει ἢ ἀγανάκτησιν ἢ δεικνύουσί σε δεινὸν ῥήτορα· δεινὸς γὰρ οὐχ ὁ φρόνιμος καὶ ἀγαθός, ἀλλ’ ὁ πονηρὸς ἄνθρωπος καὶ εὐφυὴς τὰ πράγματα μεταχειρίσασθαι καὶ τοιῶσδε καὶ τοιὼσδε· οἷος ἦν τὰ πολλὰ ὁ Ὀδυσσεύς, περὶ οὖ Κύκλωψ εἶπε πρὸς τοὺς Κύκλωπας Οὔτις με βιάζεται δόλῳ δὲ βίηφι καὶ εὐθὺς ἀκούσαντες ἐκεῖνοι ἀπηλλάγησαν. [1417a 13] Ἡ Ἀλκίνου παραδιήγησις. μέμνηται τούτου ὁ λάτων ἐν τῷ λόγῳ τῶν ολιτειῶν, ἔνθα περί τε τοῦ Ἀρμενίου Ἠρὸς λέγει ἀλλὰ καὶ περὶ τοῦ Ἀριδαίου τοῦ ἐπὶ ἀσπαλάθων κναμπτομένου, περὶ οὗ ὁδῷ προιόντες ἐροῦμεν. 17. [1418b 29] Χρημάτων ἃ ἔλιπον οὐδὲν ἔτι. τί γάρ, ὅτι ἴσως ὁ πατὴρ ταύτης ἦν ἐν τῇ οἰκείᾳ πατρίδι πλούσιος, ἐπεὶ δὲ πολιορ κουμένης τῆς αὐτοῦ πόλεως ἔφυγεν, ἃ ἔλιπον , φησίν, ἐκεῖ χρήματα, νῦν οὐδέν εἰσι. καὶ μή μοι ἀπιστήσητε· οὐδὲ γὰρ ἀπώμοτόν ἐστιν ὃ λέγω καὶ ἀνέλπιστον, ἀλλ’ οἱ σωφρονέστεροι πιστεύουσί μοι. 18. [1418b 39] Περὶ δὲ ἐρωτήσεως. τότε ποίει τὴν ἐρώτησίν σου, ὧ ῥῆτορ, ὅτε εἰς ἀτοπίαν εὐφυῶς κατακυλίσεις τὸν ἐρωτώμενον, ἐκ μιᾶς ρωτημένης προτάσεως καὶ ἑτέρας ἢ ὁμολογουμένης ἢ δοθείσης· ὁμολογουμένου γὰρ εἰλημμένου ὡς παρὰ πάντων γινωσκομένου τοῦ ὅτι ὁ Λάμπων ἀτέλεστος ἦν ἢ δοθέντος παρ’ αὐτοῦ τοῦ Λάμπωνος ἐρωτηθέντος οὕτω συλλόγισαι·| οἶδε τὰ μυστήρια ὁ Λάμπων καὶ πάλιν ἐξ ἀνάγκης τετελεσμένος ἀτέλεστος τὸ συμπέρασμα ἄρα ἄτοπον. καὶ πάλιν ὡς ὡμολογημένου εἰλημμένου τοῦ οἱ δαίμονες ἢ θεοὶ ἢ παῖδες θεῶν πλέκε τὸν συλλογισμὸν θεοὺς εἶναι δοξάζει δαιμόνια δοξάζει, ὡς ὁ Σωκράτης, κατὰ ἀλήθειαν ὁ Μέλητος εἶπεν κατηγορήθη δὲ ὅτι τὰ δαιμόνια σέβεται Σωκράτης, ἐπεὶ πολλάκις ἔλεγεν, ὅτι σύνεστιν αὐτῷ τὸ δαιμόνιον θείᾳ μοίρᾳ παραπεμπόμενον ἐκ παιδὸς αὐτῷ. ἔστι δὲ τοῦτο φωνή, ἢ ὅταν γένηται αἰεί μοι σημαίνει, ὃ ἂν μέλλω πράττειν, τοῦτο ἀποτρέπειν, προτρέπει δὲ οὐδέποτε. καὶ ἐάν τίς μοι τῶν φίλων ἀνακοινῶται καὶ γένηται ἡ φωνή, ἀποτρέπει. ταῦτα καὶ λάτων ἐν Θεάγει. τρίτον εἶδος ἐρωτήσεως τὸ εἰς ἐναντία ἄγον, ὡς τοῦτο· ὁμολογουμένου γὰρ τοῦ τὴν ἀνδρίαν ἀρετὴν εἶναι συνάγεται ἡ ἀν δρία κακία. ἀλλὰ καὶ τὸ εἰς παραδοξολογίαν, ὃ παρὰ τὰς διαφόρους γίνεται αἱρέσεις, ὡς καὶ ἐν τοῖς πολιτικοῖς ἔμαθες. οἱ Στωικοὶ εὐδαίμονα λέγουσι τὸν τὰς ριαμικὰς συμφορὰς ὑπομένοντα, οἱ δὲ εριπατητικοὶ τὸν μηδ’ ὅλως συμφοραῖς περιπίπτοντα. συλλόγισαι οὖν δυσδαίμων Πριαμικαῖς συμφοραῖς ὁ εὐδαίμων περιπεσὸν καὶ ὑπομεί- νας αὐτάς 17. [1418b 27] Ἀνώτερον εἴρηται τὸ ὅπερ Ἰσοκράτης ποιεῖ ἐν τῷ Φιλίππῳ καὶ ἐν τῇ Ἀντιδόσει· ἔγραψε γὰρ μετὰ τὴν γεγονυῖαν εἰρήνην μεταξὺ τοῦ Φιλίππου καὶ τῶν Ἀθηναίων παρ’ Αἰσχίνου καὶ Δημο σθένους τῷ Φιλίππῳ ὡς φίλῳ καὶ παραινεῖ αὐτῷ ἀπὸ τοῦ νῦν διαλλά ξαντα τὰς Ἑλληνικὰς πόλεις τὰς μεγάλως στασιαζούσας πρὸς ἑαυτὰς στρα τεῦσαι κατὰ ερσῶν. εἰ καὶ ὁ Φίλιππος οὐκ ἐπείσθη αὐτῷ, ἀλλ’ ὕστερον ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος ἀναγνοὺς τὸν λόγον· ἐστράτευσε γὰρ οὗτος κατὰ Δαρείου τοῦ καὶ Ὤχου λεγομένου. ἡ στάσις τοῦ λόγου πραγματικὴ καὶ ἐν τῇ Ἀντιδόσει. περὶ τριηραρχίας ἔμελλε γενέσθαι ἀντίδοσις πρὸς τοὺς συγγενεῖς τοῦ Ἰσοκράτους. ὁ γοῦν ἐχθρὸς τοῦ Ἰσοκράτους ὁ Λυσίμαχος ἔπεισε τοὺς Ἀθηναίους ἀντιδοῦναι παρὰ τοὺς ἄλλους αὐτοῦ συγγενεῖς αὐτὸν τὸν Ἰσοκράτην ὡς πλούσιον κατὰ πολὺ γεγονότα ἀπὸ τῶν μαθητῶν αὐτοῦ καὶ ἐντεῦθεν δυνατὸν εὑρισκόμενον εἰς τὸ λειτούργημα· τοὺς γὰρ ἥττους λόγους ἐδίδαξε τοὺς μαθητὰς κρείττους ποιεῖν· δεινοπαθήσας οὖν ἐφ’ οἷς τε κατ’ αὐτοῦ εἶπεν ὁ ἀντίδικος καὶ ἐπὶ τῇ τριηραρχίᾳ (πολλὰ γὰρ δαπανήματα ἀντεδίδου ἐν τῇ ἐπιζημίῳ ταύτῃ ἀρχῇ) τὸν παρόντα γέγραφεν πβ´ γεγονὸς ἐτῶν λόγον.