14. [1415a 4] Ὄπισθεν πρὸ δύο ἴσως τετραδίων περὶ ἐπιδεικτικῶν προοιμίων λέγων ἐμνήσθη ὁ Ἀριστοτέλης ἔπους τοῦ Κοιρίλλου. ἡ δὲ ὑπόθεσις τούτου τοιάδε· δάκνεται ἐπὶ τοῖς ποιητικοῖς ἀνδράσι τοῖς ἀκμάζουσιν ὡς ἔοικεν ἐπὶ τῶν ἡμερῶν αὐτοῦ καὶ οὕτω χαλεπαίνων ἀποφθέγγεται ταῦτα τὰ ἔπη ἆ μάκαρ, ὅστις ἔην κεῖνον χρόνον ἴδρις ἀοιδῆς, μουσάων θεράπων, ὅτ’ ἀκήρατος ἦν ἔτι λειμών· νῦν δ’ ὅτε πάντα δέδασται, ἔχουσι δὲ πείρατα τέχναι, ὕστατοι ὥστε δρόμου καταλειπόμεθ’ οὐδέ πῃ ἔστι πάντῃ παπταίνοντα νεοζυγὲς ἅρμα πελάσσαι καὶ τὰ ἑξῆς. αἰτιᾶται οὖν τὴν σύγχυσιν τῶν ποιητῶν καὶ ἀποδύρεται διὰ τὴν ποιητικὴν κοινωθεῖσαν καὶ συγχυθεῖσαν καὶ ὡσανεὶ μοιρασθεῖσαν παρὰ συγκλύδων καὶ ἀγελαίων καὶ βωμολόχων ἀνδρῶν, οἳ ὡς ἔοικεν ἐθρασύνοντο κατὰ τοῦ ἀνδρός. | [1415b 20] Ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα. ὁ Κρέων ἐπεὶ ἔπεμψέ τινα ὥστε ἰδεῖν, εἰ ἄθαπτος ὁ ολυνείκης, ὁ δὲ εὗρεν ἐκεῖνον τεθαμμένον, ἀνεπτερωμένος τὴν ἀκοὴν ἵστατο. ἔρχεται οὖν ὁ ἄγγελος καὶ ταῦτα τὰ ἰαμβεῖά φησιν οὐ τοσοῦτον εἴπω σοι τὸ πῶς ὀλίγα — ὁ δὲ ἐλθὼν δύσπνους εἰμὶ διὰ τὸ πολὺ τάχος —, ἀλλ’ ὅτι οὐδέν σοι μέλλω εἰπεῖν ἤτοι οὐχ ὃ ἀποδεκτόν σοι μέλλω ἐρεῖν, ἀλλ’ ὃ εἰς λύπην μᾶλλόν σοί ἐστιν, τὸ μαθεῖν σε δηλαδή, ὅτι παρά του τέθαπται ολυ νείκης . ἐν τῷ μεταξὺ δὲ τίθησι καὶ τὴν αἰτίαν τοῦ βραχεῖαν μὲν εἶναι τὴν μεταξὺ ὁδόν, δύσπιστον δὲ αὐτὸν φαίνεσθαι διὰ τὸ ἀργεῖν κατὰ τὴν ὁδὸν καὶ βουλεύεσθαί με καθ’ ἑαυτὸν ὑποχωρῆσαι καὶ φυγεῖν, ἵνα μή σοι ἄγγελος γένωμαι τοῦ λυπηροῦ· εἶτά φησι χοὕτως ὁδὸς βραχεῖα γίνεται μακρά· τέλος δὲ ἐνίκησέ με ὁ λογισμὸς τὸ ἐλθεῖν εἰς σὲ καὶ παθεῖν με τὸ μόρσιμον. διὰ γοῦν τὸ βραδύνειν με πολλὰ διὰ τὴν ἀνέλιξιν τῶν λογισ μῶν ὕστερον ὀξέως ἐβάδισα καὶ διὰ τοῦτο πλήρης ἱδρώτων γέγονα . τὸ δὲ 'τί φροιμιάζῃ' τοῦ Κρέοντός ἐστι λέγοντος τί προφέρεις τὰ κύκλῳ καὶ τὰ ἔξω τῆς ἀποστολῆς; τάχιον οὖν εἰπὲ τά, ἐφ’ οἷς ἀπεστάλης, καὶ μὴ φοβοῦ.