[1356b 34] καὶ ἡ διαλεκτικὴ οὐ σκοπεῖ τὸ δοκοῦν τῷ καθεκάστῳ, f. 3r ἀλλὰ τὸ δοκοῦν τοῖς πλείστοις ἢ τοῖς σοφοῖς. οὐ τοίνυν συλλογίζεται ἐξ ὧν ἔτυχε· δοκοῦσι γάρ τινα καὶ τοῖς παραληροῦσιν ἔνδοξα· ἀλλ’ ἐκείνη μὲν συλλογίζεται ἐκ τῶν λόγου δεομένων ἤγουν τῶν λόγου ἀξίων τῶν δοκούντων τοῖς ἐλλογίμοις, ἡ δὲ ῥητορικὴ ἐκ τῶν ἤδη βουλεύεσθαι εἰωθότων ἤτοι τῶν βουλευτῶν. [1357a 1] ἔστι δὲ τὸ ἔργον αὐτῆς περί τε τοιούτων, περὶ ὧν βουλευόμεθα καὶ μὴ ἔχομεν τέχνας, ὥσπερ καὶ ἐν τοῖς Ἠθικοῖς εἶπε, περὶ τίνων ἐστὶν ἡ βούλευσις, ὅτι οὔτε περὶ τῶν ἀναγκαίων, εἰ κινηθῇ ὁ ἥλιος ἢ ἀνατελεῖ, οὔτε περὶ τῶν ἀδυνάτων, εἰ σύμμετρος ἡ διάμετρος, οὔτε περὶ ὧν ἐστι τέχνη καὶ ἐπιστήμη. οἶον εἰ τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν· ἀεὶ γὰρ οὕτως ἔχει, κἂν μὴ βουλευσώμεθα, τὰ ἀναγκαῖα· καὶ τοῦ τριγώνου αἱ τρεῖς γωνίαι οὐκ ἀπὸ βουλῆς ἀλλ’ ἐπιστήμη διδάσκονται. τοίνυν βουλευόμεθα περὶ τούτων, ὧν οὐκ ἔχομεν τέχνας, [ a 3] καὶ ἐν τοιούτοις ἀκροαταῖς, οἳ οὔκ εἰσι προειλημμένοι· τοῦτο γὰρ βούλεται λέγειν ἐκ τοῦ εἰπεῖν οἳ οὐ δύνανται διὰ πολλῶν συνορᾶν τὰ λεγόμενα ἐκ τοῦ μὴ προειλῆφθαι ἡνίκα γὰρ οὐκ ἔστι προειλημμένος, ἀκολουθεῖ ταῖς πίστεσι τοῦ λέγοντος κατὰ μικρὸν καὶ συμπεραίνει ἠρέμα προσέχων ἑκάστῳ τῶν λεγομένων καὶ διανύων ἡσύχῳ πόδι’ τὸ τοῦ λόγου τὴν εἰς γνῶσιν τῶν λεγομένων ἄγουσαν ὁδόν, οὐ μέντοι πόρρωθεν συλλογιζόμενος ὡς προειδὼς τὸ λεγόμενον. καὶ ἐν ἀκροαταῖς. ἤ, ὡς ἔφθην ὑφηγησάμενος, ἢ οὕτως οὐ δεινοῖς δια λεκτικοῖς οὐδὲ συλλογιζομένοις καὶ σοφισταῖς’· πεζὸς γὰρ καὶ καταλογάδην f. 3r ὁ λόγος· οἱ δ’ ἀκροαταὶ οὐ δύνανται διὰ πολλῶν τεθέντων παρὰ τοῖς ῥήτορσι συνορᾶν καὶ θεωρεῖν τὸ ἐκ τῶν πολλῶν συναγόμενον, οὐδὲ συλ λογίζεσθαι πόρρωθεν δύναται καὶ λέγεν, ὅτι ὅδε ὁ ῥήτωρ ἐκ τῆς ὁμωραινε νυμίας ταύτης ἢ τούτου τοῦ νῦν τεθέντος λόγου μέλλει πιθανολογεῖν τε καὶ ψεύδεσθαι, εἰ καὶ πολλὰ παρεμπλέκει μεταξύ. [ a 4] βουλευόμεθα δὲ περὶ τῶν ἐνδεχομένων γίνεσθαι ἀμφοτέρως ἔχειν, ἤγουν βουλευτέον περὶ τῶν ἐπαμφοτεριζόντων, οἷον εἰ μὲν πλεύσω καὶ ἐμπορεύσομαι, πλουτήσω, εἰ δ’ ἡσυχάσω καὶ μελέτῃ λόγων προσέξω, θεωρητικὸς γενήσομαι’. [ a 5] περὶ γὰρ τῶν ἀδυνάτων ἄλλως ἔχειν οὐδεὶς ὡς εἴπομεν βουλεύεται ἀεὶ γάρ εἰσιν ἀδύνατα, ὡς τὰ ἀναγκαῖα ἀεὶ ὄντα. [ a 7] ἐνδέχεται δὲ συλλογίζεσθαι καὶ ἀποδεικνύειν τὰ μὲν ἐξ ἀποδεδειγμένων πρότερον, οἷον συλλογίσασθαι βούλομαι τὰ κατηγορημένα· ἀπέδειξα τὸν Φίλιππον μηδὲν ἀπηγγελκότα ἀληθές’ καὶ τὰ ἑξῆς, τὰ δὲ ἐξ ἀσυλλογίστων μὲν δεομένων δὲ συλλογισμοῦ διὰ τὸ μὴ εἶναι ἔνδοξα, οἷον ὁ θάπτων νεοσφαγὲς σῶμα· εἰ μὲν μὴ παρίστασο μηδὲ ἔθαπτες, εἰ μὴ ἦν τὸ σῶμα νεοσφαγές, οὐκ ἂν ὑποψίαν δέδωκας᾽· ταῦτα λέγει δεόμενα συλλογισμοῦ καὶ ἀποδείξεως διὰ τὸ μὴ εἶναι ἔνδοξα. [ a 10] ἀνάγκη δὲ τούτων τῶν λε γομένων τὰ μὲν μὴ εἶναι εὐπαρακολούθητα διὰ τὸ εἶναι πολλά, τὸν δὲ ἀκροατὴν μὴ προειλημμένον, τὰ δὲ μὴ πιθανὰ εἶναι διὰ τὸ μὴ εἶναι αὐτόπιστα μηδὲ ὁμολογούμενα. [ a 13] ὥστε ἀναγκαῖον ἐντεῦθεν εἶναι τό τε ἐνθύμημα καὶ τὸ παράδειγμα, ἵνα καὶ πιθανὸς ὁ λόγος ᾖ καὶ ἀγωνιστικὸς καὶ ἀναγκαστικὸς ἐκ τῶν προτάσεων τοῦ ἐνθυμήματος καὶ τῆς ἐπαγωγῆς καὶ ἵνα εὐσύνοπτος ᾗ καὶ συντετμημένος καὶ εὐεπακολούθητος. [ a 16] δεῖ δὲ καὶ ἐξ ὀλίγων λέγειν καὶ κατασκευάζειν τὸ λεγόμενον καὶ πολλάκις ἐλαττόνων ἢ ἐξ ὧν ὁ συλλογισμός· τοῦ γὰρ συλλογισμοῦ ὄντος ἐκ δύο προτάσεων τὸ ἐνθύμημα ἔχει μίαν. ὃ γοῦν λέγει, τοιοῦτόν ἐστιν ὅτι συντομίας φροντίζων καὶ βραχυλογίας ἐκ μιᾶς προτάσεως συμπέ τὸ λεγόμενον τὸ γὰρ ἄλλο συνεννοεῖται τῷ ἀκροατῇ· ἐὰν γὰρ ᾖ γνώριμον, οὐδὲν δεῖ προστιθέναι . [ a 19] καὶ ἐπιφέρει τὸ παράδειγμα, οἷον ὅδε ὁ Δωριεὺς Ὀλύμπιον ἀγῶνα νενίκηκε · συμπέραινε οὖν στεφα|νίτης ἄρα , τὴν δὲ μείζονα τὴν λέγουσαν, ὅτι πᾶς ὁ Ὀλύμπια νικῶν f. 3v στεφανίτης, ἔασον· νοεῖται γὰρ καὶ μὴ προστεθεῖσα. οὕτω μὲν ἡ ἀλήθεια κατ’ ἐμὲ διαφαίνεται. ὁ μέντοι φιλόσοφος οὕτως ἐξηγήσατο τὸ ῥητὸν τὸ λέγον, ὅτι [ a 16] καὶ ἐξ ὀλίγων τε καὶ πολλάκις ἐλαττόνων ἢ ἐξ ὧν ὁ πρῶτος συλλογισμός· ἔφη γάρ, ὅτι πρῶτον μὲν ἀποδεῖξαι δεῖ τὸ πρᾶγμα διὰ λόγων μακροτέρων, εἶτα συλλογίσασθαι ἐκεῖνο διὰ λόγων ἐλατκαῖα, τόνων· ὡς καὶ ὁ Δημοσθένης συλλογίσασθαι βούλομαι τὰ κατηγορηθέντα· ἀπέδειξα τὸν Φίλιππον μηδὲν ἀληθὲς ἀπηγγελκότα’ καὶ τὰ ἑξῆς. δεῖ γοῦν ἐξ ὀλίγων τε καὶ πολλάκις ἐλαττόνων ὕστερον συλλογίζεσθαι ἢ ἐκ τοσούτων καὶ τοσαῦτα λέγειν, ἐξ ὧν ὁ πρῶτος συλλογισμὸς ἤγουν ἡ τοῦ πράγματος διὰ μακροῦ ἀφήγησις. κάλλιστον μὲν οὖν τὸ νόημα καὶ τῆς ἐκείνου συνέσεως καὶ μεγαλονοίας ἄξιον. δεῖ δὲ καὶ ἡμᾶς οἴκοθεν προσεπεξευρίσκειν τινά. [ a 22] ἐπεὶ δέ ἐστιν ὀλίγα μὲν τὰ ἀναγκαῖα. βούλεται διὰ τούτων εἰπεῖν ὡς, ἐπειδὴ τινὰ μὲν τῶν πραγμάτων, περὶ ἃκαταγίνονται οἱ ῥήτορες, ἀναγκαῖα, τινὰ δὲ ἐνδεχόμενα, πλείω δὲ τὰ ἐν δεχόμενα τῶν ἀναγκαίων, ἔσται καὶ τὰ ἐνθυμήματα τινὰ μὲν ἀναγκαῖα, τινὰ δὲ ἐοικότα καὶ ἐνδεχόμενα, ἐπεὶ δέ ἐστι φησὶν ὀλίγα μὲν τὰ ἀναγκαῖα, ἐξ ὧν οἱ ῥητορικοὶ συλλογισμοί, εἶτα λέγει καί, διὰ τί ὀλίγα. [ a 25] πράξουσιν † ἐπὶ μέτρον· σκοπεῖ γάρ τις περὶ ὧν πράξει. ταῦτα δὲ πάντα ἐνδεχομένης φύσεως. [ a 27] καὶ ἐπεὶ τὰ μὲν ἀναγκαῖα, τὰ δ’ ἐνδεχόμενα, καὶ σχεδὸν ὀλίγα τὰ ἀναγκαῖα, τὰ πλείω δὲ ἐνδεχό μενα, τὰ δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐνδεχόμενα ἐκ τοιούτων προτάσεων συλ λογίζονται ἐνδεχομένων, ὡς καὶ τὰ ἀναγκαῖα ἐξ ἀναγκαίων (τοῦτο δὲ δῆλον ἐκ τῶν Ἀναλυτικῶν), φανερὸν ὅτι αἱ προτάσεις, ἐξ ὧν τὰ ἐνθυμήματα, αἱ μὲν ἀναγκαῖαι, αἱ δὲ ὡς ἐπὶ τὸ πολύ, τὰ δὲ ἐνθυμήματα ἐξ εἰκότων καὶ σημείων εἰσὶ καὶ τὰ μὲν εἰκότα ὡς ἐπὶ τὸ πολύ, τὰ δὲ σημεῖα ἀναγ εἰ καὶ μὴ πάντα, ἀλλὰ τὰ τεκμηριώδη. [ a 33] ὥστε ἀνάγκη τού των ἐκ ἑκάτερον ταὐτο εἶναι ἐκείνοις, τὸ μὲν εἰκὸς τοῖς ἐνδεχομένοις πράγμασι, τὸ δὲ σημεῖον τὸ τεκμηριῶδες τοῖς ἀναγκαίοις. λέγει τοίνυν ἐφεξῆς, τί τὸ σημεῖον καὶ τί τὸ εἰκός, καὶ πῶς τοῦ σημείου τὸ μὲν ἀναγκαῖον καὶ τεκμήριον, τὸ δὲ ἀνώνυμον ὁμωνυμοῦν τῷ σημείῳ τῷ γένει, ἐν δεχόμενον δέ. [ a 34] εἰκὸς οὖν ἐστι τὸ ὡς ἐπὶ τὸ πολὺ γινόμενον, οἷον ὁ καλλωπιζόμενος ὡς ἐπὶ τὸ πολὺ πόρνος καὶ ὁ νύκτωρ πλανώμενος f. 3v ὡς ἐπὶ τὸ πολὺ κλέπτης, οὐ πᾶς δέ, καὶ ὁ πυκνὸν ἀναπνέων πυρέττει, οὐχ ἁπλῶς δὲ οὐδὲ ἐπὶ τὸ πολὺ ἀλλὰ καὶ ἐπ’ ἔλαττον· τοῦτο γὰρ τῆς φύσεως τὸ ποτὲ διαμαρτάνειν· εἰκὸς γὰρ τὸν ἔχοντα πανοπλίας τυραννῆσαι καὶ τὸν ὀρύττοντα θησαυρῷ ἐντυχεῖν καὶ τὸν ἐπὶ βαλανεῖον πορευόμενον φίλῳ ἐντυχεῖν ἀνδρὶ ἢ βιβλίῳ χρησίμῳ ἢ ἄλλῳ χρειωδεστάτῳ. [ a 36] οὕτω δὲ ἔχει τὸ εἰκὸς πρὸς ἐκεῖνο, πρὸς ὃ εἰκός , ὡς τὸ καθ’ ὅλου πρὸς τὸ κατὰ μέρος, ἀποδεικνύμενον καὶ κατασκευαζόμενον· οἷον ὁ δεῖνα νύκτωρ πλανᾶται· κλέπτης ἄρα . παρέλειψα τὸ πᾶς νύκτωρ πλανώμενος κλέπτης καὶ κατεσκεύασα διὰ τῆς ἐλάττονος καὶ μερικῆς προτάσεως τὸ λεγόμενον. ἐνταῦθα οὖν ἡ μὲν ἐλάττων μερική, ἡ δὲ μείζων, ἣν παραλιμπάνει, ψευδής, τὸ πᾶς ὁ νύκτωρ πλανώμενος κλέπτης , καὶ τὸ συμπέρασμα ψεῦδος. εἰ δ’ εἴπῃ, τὶς νύκτωρ πλανώμενος κλέπτης , αἱ δύο μερικαὶ προτάσεις εὑρίσκονται. τοιοῦτον μὲν τὸ εἰκός. καὶ οὕτω δὴ ἔχει τοῦτο τὸ εἰκὸς τὸ καὶ ἐπὶ πλέον καὶ ἐπ’ ἔλαττον πρὸς ἐκεῖνο, ὃ εἰκὸς μὲν ἐπὶ πολὺ δέ, ὡς τὸ καθ’ ὅλου πρὸς τὸ κατὰ μέρος· ὃ γὰρ περιέχει καὶ τὸ ἐπὶ πολὺ καὶ τὸ ἐπ’ ἔλαττον, πῶς οὐκ ἐπὶ πλέον καὶ καθολικώτερον τοῦ εἰκότος ἐκείνου, ὅπερ ἐστὶ μόνον ὡς ἐπὶ τὸ πολύ; τοῦ δὲ σημείου τὸ μὲν τεκμήριον, ὃ καὶ ἀναγκαῖόν ἐστι, τὸ δὲ ὁμώνυμον τῷ σημείῳ τῷ γένει, αὐτὸ ἀνώνυμον ὄν, ὃ καὶ λυτὸν καὶ οὐκ ἀναγκαῖόν ἐστιν ἀλλὰ καὶ ἀσυλλόγιστον. [ b 2] ἔστι δὲ τούτων τὸ μὲν ὡς τὸ καθ᾽ ἕκαστόν τι πρὸς τὸ καθ’ ὅλου, λυτὸν δέ, ὡς τὸ [ b 12] οἱ σοφοὶ δίκαιοι συμπέρασμα· Σωκρά της γὰρ σοφὸς ἦν καὶ δίκαιος. [ b 3] τὸ δὲ ὡς τῶν καθ’ ὅλου f. 4r τι πρὸς τὸ κατὰ μέρος· τούτου δὲ τὸ μὲν ἀναγκαῖον καὶ τεκμήριον, τὸ δὲ οὐκ ἀναγκαῖον ἀνώνυμον καὶ οὐκ ἀληθές. ῥητέον δὲ καὶ τὰ παραδείγματα τοῦ τεκμηρίου οὕτως· ἥδε ἡ γυνὴ γάλα ἔχει· τέτοκεν ἄρα. ὅδε πυρέττει· νοσεῖ ἄρα. ταῦτα ἀναγκαῖα σημεῖα καὶ ἄλυτα· τε κμήρια γάρ. ῥητέον δὲ καὶ τὸ λυόμενον· ὅδε πυκνὸν ἀναπνεῖ· νοσεῖ ἄρα ψεῦδος· οὐ γὰρ πᾶς ὁ πυκνὸν ἀναπνέων νοσεῖ, ἐπεὶ ὁ πνευστιῶν πυκνὸν μὲν ἀναπνεῖ, οὐ νοσεῖ δέ. ἴδωμεν δὲ καὶ τὴν λέξιν. [ b 1] τῶν σημείων φησὶ τὸ μὲν οὕτως ἔχει, ὡς τὸ καθ’ ἕκαστόν τι πρὸς τὸ καθ’ ὅλου (θήσει δὲ τούτου καὶ τῶν ἑξῆς παραδείγματα), τὸ δέ, ὡς τῶν καθ’ ὅλου τι πρὸς τὸ κατὰ μέρος. τούτου δ’ ἐλέγομεν τὸ μὲν τεκμήριον, τὸ δ’ ἀνώνυμον καὶ εἰκός. [ b 5] ἀναγκαῖα μὲν οὖν εἰσιν, ἐξ ὧν γίνεται συλλογισμὸς ἐν πρώτῳ σχήματι. διὸ καὶ τεκμήριον τὸ τοιοῦτο τῶν σημείων ἐστὶν ἤτοι ἀναγκαῖόν ἐστιν. [ b 7] ὅταν γὰρ μὴ f. 4r οἶόν τε ἐνδέχεσθαι λυθῆναι τὸ λεχθέν, τότε φέρειν οἴονταί τινες τεκμήριον ὡς πεπερασμένον καὶ δεδειγμένον καὶ τετελειωμένον διὰ προτάσεων ἀκριβῶν καὶ ἀληθῶν. [ b 10] ἔστι δὲ τῶν σημείων τὸ μέν, ὡς τὸ καθ’ ἕκαστον πρὸς τὸ καθ ὅλου, ὧδε. τοῦτο παράδειγμα τῆς πρώτης τομῆς τοῦ σημείου καὶ τοῦ πῶς ἔχει τὸ καθ’ ἕκαστον πρὸς τὸ καθ’ ὅλου, ὡς τὸ οἱ σοφοὶ δίκαιοι· Σωκράτης γὰρ σοφὸς ὤν δίκαιός ἐστιν . ἀσυλλόγιστον δέ ἐστιν ἐν τρίτῳ σχήματι, ὡς εἶπε καὶ ἐν τοῖς Ἀναλυτικοῖς, ἐκ δύο μερικῶν συναγόμενον. ἀλλὰ καὶ τὸ συμπέρασμα ψεῦδος· οὐ γὰρ πᾶς σοφὸς δίκαιος. [ b 14] τὸ δὲ οἷον εἴ τις εἴπῃ σημεῖον ὅτι νοσεῖ τὸ συμπέρασμα, πυρέττει γάρ ὁ μέσος ὄρος, ἢ τέτοκεν ἡ γυνή τὸ συμπέρασμα, ἔχει γὰρ γάλα ὁ μέσος ὅρος, ταῦτα ἀναγκαῖα. [ b 17] τὸ δὲ ὡς τὸ καθ’ ὅλου πρὸς τὸ κατὰ μέρος, οἷον εἴ τις εἴπῃ ὅδε πυρέττει τὸ συμπέρασμα· διὰ τί; διότι πυκνὸν ἀναπνεῖ ὁ μέσος ὅρος. πᾶς δὲ ὁ πυκνὸν ἀναπνέων νοσεῖ ἡ μείζων πρότασις· ψευδὴς γάρ. εὑρίσκεται δὲ ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστον ἐκ δύο καταφατικῶν καὶ τὸ ἥδε τέτοκεν· ὠχρὰ γάρ· πᾶσα δὲ ὠχρὰ τίκτει · τοῦτο γὰρ ψεῦδος. [ b 21] τί μὲν οὖν εἰκὸς καὶ τί σημεῖον καὶ τεκμήριον, ἐστενωμένως εἴρηκε νῦν, πλατύτερον δὲ ἐν τοῖς Ἀναλυτικοῖς. [ b 25] ῥητέον δὲ καὶ περὶ παραδείγματος. τὸ παράδειγμα ταὐτὸν μέν, ὡς εἴπομεν, τῇ ἐπαγωγῇ· ὃ γὰρ ἐν διαλεκτικῇ ἐπαγωγή, τοῦτο ἐν ῥήτορσι παράδειγμα.[ b 26] ἔστι δὲ τὸ παράδειγμα οὔτε ὡς μέρος πρὸς ὅλον· ὁ γὰρ ἐκ τοῦ μέρους τὸ ὅλον πιστούμενος ἐπαγωγὴν ποιεῖ· οἷον ὁ ἄνθρωπος τὴν κάτω γένυν κινεῖ, ὁ κύων, ὁ βοῦς, τὸ πρόβατον, ἡ ἄρκτος· πᾶν ἄρα ζῷον τὴν κάτω γένυν κινεῖ. πάλιν ἡ κορώνη ἄχολον οὖσα μακρόβιον, ὁ ἐλέφας, ἡ ἔλαφος· πᾶν ἄρα ἄχολον μακρόβιον. ὁ οὖν ἐκ τοῦ μέρους τὸ ὅλον δει κνύων ἐπαγωγικῶς συμπεραίνει. ἔχεις ἐντεῦθεν ὡς πόρισμα καὶ τί τὸ διά φορον ἐπαγωγῆς καὶ παραδείγματος· ἡ μὲν γὰρ ἐπαγωγὴ ὡς μέρος πρὸς ὅλον, τὸ δὲ παράδειγμα, ὡς ἐφεξῆς ἐροῦμεν, τοιοῦτόν ἐστιν, ἡνίκα ἐκ μέ μέρος δεικνύμενον ᾗ καὶ πιστούμενον· ὡς ὅταν κωλύῃ τις Διονυσίῳ δοῦναι φυλακὴν τοῦ σώματος Συρρακουσίους αἰτοῦντι, ἵνα μὴ ἐπιχειρήσῃ τυραννίδι· καὶ γὰρ Πεισίστρατος αἰτήσας παρ’ Ἀθηναίων φυλακὴν ἐτυράν νησε καὶ Θεαγένης παρὰ Μεγαρέων. ἑκάτερον δὲ τούτων, καὶ τὸ δεικνύμενον f. 4r καὶ τὸ δι’ οὗ δείκνυται καὶ κωλύεται, μέρη ἐστὶν ὅλου τοῦ ὅτι οἱ φυλακὴν αἰτοῦντες ἐπιτίθενται τυραννίδι. μέρος οὖν πρὸς μέρος, ὅμοιον πρὸς ὅμοιον τὸ παράδειγμα. [ b 27] οὐκ ἔστι δὲ οὐδ’ ὡς ὅλον πρὸς μέρος· ὡς γάρ, ἡνίκα ἐκ μέρους τὸ ὅλον, τότε ἐπαγωγὴ τὸ λεγόμενον, οὕτως, ἡνίκα τὸ μέρος ἐκ τοῦ ὅλου λαμβάνει τὴν πίστιν, συλλογισμὸς γί νεται. καὶ ἔστιν ἀναγκαστικωτάτη τῶν πίστεων αὕτη· ὃ γὰρ τῷ καθ’ ὅλου ὑπάρχει, τοῦτο ἐξ ἀνάγκης καὶ τῷ περιεχομένῳ ἐν τούτῳ καὶ μερικῷ· ἡνίκα γὰρ λέγω τὸ ἐλεεῖν δικαιοσύνη, πᾶσα δικαιοσύνη καλόν, πᾶν καλὸν ἀγαθόν, τὸ ἐλεεῖν ἄρα ἀγαθόν’ ἐκ τοῦ ἐν ὅλῳ συλλογιζόμενος τότε τὸ μέρος ἐκ τοῦ ὅλου δεικνύω· ὁ γὰρ δούς, ὅτι πᾶσα δικαιοσύνη καλόν, δίθυμημάτων δωσι καὶ τὸ ἐλεεῖν (ὃ τὶς δικαιοσύνη καὶ μέρος ἐστί) καλὸν καὶ ἀγαθόν. [ b 27] οὔτε οὖν τοιοῦτον τὸ παράδειγμα, ὡς ὅλον πρὸς μέρος, οὔτε ὡς ὅλον πρὸς ὅλον, οἷον ὡς πάντων τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, f. 4v οὕτω καὶ τῶν ἐναντίων αἰσθητῶν ἡ αὐτὴ αἴσθησις, καὶ ὡς πᾶσα νόσος βλάπτει τὸ σῶμα, οὕτω καὶ πᾶσα κακία τὴν ψυχήν· ἀλλ’, ὅπερ ἐλέγομεν, ὡς μέρος πρὸς μέρος, ὅμοιον πρὸς ὅμοιον, ὅταν ἄμφω μὲν ᾖ ὑπὸ τὸ αὐτὸ γένος· τό τε γὰρ τὸν Πεισίστρατον λαβεῖν φυλακὴν καὶ τὸ τὸν Διονύσιον ὑπὸ τὸ αὐτὸ γένος εἰσὶ τὸ ἐπιτίθεσθαι τυραννίδι. [ b 29] 5γνωριμώτερον δὲ θάτερον θατέρου ἐστί· τὸ μὲν γὰρ τὸν Διονύσιον τυραννίδι ἐπιθέσθαι ἄδηλον νῦν αἰτοῦντα φυλακὴν σώματος, τὸ δὲ τὸν Πειθυμημάτων σίστρατον καὶ Θεαγένη τῶν προδήλων· ἐπέθεντο γὰρ τυραννίδι φυλακὴν αἰτήσαντες. τὰ δ’ ἄλλα σαφῆ. [1358a 1] ἐξ ὧν μὲν οὖν γίνονται αἱ πίστεις, εἴρηται, τίνα εἰσίν, ὅτι ἐνθύμημα καὶ παράδειγμα, τὸ δὲ ἐνθύμημα ἐξ εἰκότων καὶ σημείων, τῶν δὲ σημείων τὰ μὲν ἀναγκαῖα καὶ τεκμήρια, τὰ δὲ ἀνώνυμα καὶ πιθανὰ καὶ λυτὰ καὶ οἷον εἰκότα. [ a 2] τῶν δὲ ἐν μεγίστη διαφορά. ἢ βούλεται εἰπεῖν, ὅτι εἰσὶ τόποι τινὲς κοινοὶ ἐφαρμόζοντες πᾶσιν, ὡς ὁ τοῦ μᾶλλον καὶ ἧττον, ὁ τοῦ δυνα τοῦ καὶ ἀδυνάτου, τοῦ μεγάλου καὶ μικροῦ, εἰσὶ δὲ ἄλλα ἐνθυμημάτων τισὶ μονομερῶς ἐφαρμόζοντα — παραδώσει οὖν πρῶτον μὲν περὶ τῶν ἰδίων ἑκάστοις, εἶτα καὶ περὶ τῶν κοινῶν τόπων —. ἢ ὃ λέγει, καὶ τοιοῦτον, ὅτι λανθάνει τοὺς πολλοὺς τὰ ἐνθυμήματα πολλὰ ὄντα καὶ διαφόρων πραγματειῶν, ἐπειδὴ τὰ μὲν ἠθικά εἰσιν ἐνθυμήματα, τὰ δὲ φυσικά, τὰ δὲ γεωμετρικὰ τυχόν, τὰ δὲ ἴσως ἀριθμητικά· ὥσπερ γὰρ ὁ διαλεκτικὸς ποτὲ μὲν συλλογίζεται φυσικόν τι θεώρημα λαβὼν καὶ εἴη ἂν τότε ὁ συλλογισμὸς φυσικός, ποτὲ δὲ ἠθικόν τι θεώρημα συλλογίζεται καὶ εἴη ἂν ὁ συλλο γισμὸς ἠθικός, ποτὲ δὲ γεωμετρικῶς συμπεραίνει, ἡνίκα ποιεῖ τὰ ψευδο γραφήματα, καὶ εἴη ἂν τότε γεωμετρικὸν τὸ συλλογιζόμενον, οὕτω καὶ ὁ ῥήτωρ ἐκ διαφόρων μεθόδων καὶ πραγματειῶν ἐνθυμήματα ποιῶν εὑρεθήσεται· f. 4v καὶ δόξαιεν ἂν ἴσως ταῦτα ῥητορικά, οὐκ εἰσὶ δέ, ἀλλ’ εἰ μὲν ἐκ τῆς ἠθικῆς, ἠθικά, εἰ δὲ ἐκ τῆς φυσικῆς, φυσικά. παραδείγματος δὲ χάριν ἔστω φυσικὸν ἐνθύμημα τόδε τὸ ἀδικεῖν φύσει· καλὸν ἄρα· πᾶν γὰρ τὸ φύσει καλόν· ἐπεὶ καὶ οἱ λύκοι φύσει ἀδικοῦντες καὶ ἁρπάζοντες ζῶσι καὶ οἱ ἰχθύες ἀδικοῦντες καὶ ἐσθίοντες τοὺς μικροὺς ζῶσι . πάλιν ὅδε τὰ ἀκρωτήρια μεγάλα ἔχει τῶν μερῶν· ἰσχυρὸς ἄρα καὶ πολεμιστής ,φυσικόν· εἰ δ’ εἴπωμεν ὅδε τιμῆς ἄξιος· σώφρων γὰρ καὶ ἀνδρεῖος καὶ δίκαιος , ἠθικὸν τὸ ἐνθύμημα. εἰ δὲ βούλομαι συμβουλεῦσαι φανῆναι τὸ ἡμέτερον στρατόπεδον ὀλίγον τοῖς πολεμίοις, καίτοι μυριοπληθὲς ὂν τυχόν, ἐρῶ οὕτως παραταττέσθω κατὰ κύκλον· πολυχωρητότατος γὰρ ὁ κύκλος· μικρὸν δὲ φαίνεται πορρωτέρω τὸ κυκλικῶς στρατηγοῦν καὶ φραττό μενον ἢ τὸ ἀνάπαλιν, εἰ βουλόμεθα πολὺ φανῆναι τὸ πλῆθος ὃν ὀλίγον, ἐροῦμεν ὡς ἐν τριγώνου σχήματι στρατοπεδευτέον καὶ παρατακτέον· πολλοὶ γὰρ φανούμεθα , συνεννοουμένης προτάσεως τῆς τὸ τρίγωνον μέγα δοκεῖ, εἰ καὶ ἔστιν ὀλιγοχώρητον . ταῦτα δὲ συνταγματικὰ καὶ γεωμετρικά. μὴ ζήτει δὲ τὸ ἀκριβὲς ἐν τοῖς παραδείγμασιν. ἔσται δὲ τυχὸν καὶ ἀριθμητι κὸν τὸ ἐνθύμημα· οἷον ὄρυγμα ποιήσας πορνοβοσκὸς δέκα ἀριστεῖς ἀπέ κτεινεν ἐρεῖς ἠτίμωκας τὸν τέλειον ἀριθμόν, ἐφόνευσας ἀριστεῖς . ὁ συλλο γισμὸς οἵδε δέκα ἀριστεῖς· ὁ δέκα τέλειος ἀριθμός· οἵδε ἐν τελείῳ ἀριθμῷ· ὁ τοίνυν ἀποκτείνας ἠτίμωσε τὸν δέκα καὶ τέλειον ἀριθμόν . [ a 2] τῶν ἐνθυμημάτων φησὶ μεγίστη διαφορὰ καὶ σχεδὸν λεληθυῖα τοὺς πολ λούς, ὥσπερ καὶ ἐν τῇ διαλεκτικῇ μεθόδῳ πολλοὶ οἱ συλλογισμοί, ἠθικοί, φυσικοί, γεωμετρικοί, ὁποῖοι οἱ ἐκ ψευδογραφημάτων, καὶ διαλεκτικοὶ καὶ διάφοροι. [ a 4] τὰ μὲν γὰρ τῶν ἐνθυμημάτων εἰσὶ ῥητορικὰ ἤτοι οἰκεῖα τῇ ῥητορικῇ, ὡς τὸ ὅδε πλανᾶται νύκτωρ· κλέπτης ἄρα , ὥσπερ καὶ ἐν τῇ διαλεκτικῇ εἰσι διαλεκτικοὶ οἰκεῖοι συλλογισμοί. [ a 6] τὰ δὲ τῶν ἐν θυμημάτων εἰσὶ κατὰ τὰς ἄλλας τέχνας καὶ ἐπιστήμας, τὰ μέν. ὡς εἴπομεν, ἠθικά, τὰ δὲ διαλεκτικά, εἴ γε ἐκ τῶν δοκούντων εἰσὶ τοῖς σοφοῖς, τὰ δὲ φυσικά· τοῦτο γὰρ δηλοῖ λέγων τὰ δὲ κατὰ τὰς ἄλλας τέχνας καὶ δυνάμεις, τὰς μὲν εὑρεθείσας καὶ τεχνωθείσας καὶ ὀργανωθείσας, f. 5r τὰς δὲ οὔπω καταληφθείσας, ὅτι ἴσως ὁ χρόνος πάλιν εὑρετὴς ἄλλων τε χνῶν φωραθήσεται· ἀλλὰ τὰ τῆς ἐπικρατούσης οἰήσεως καὶ τῆς διακένου σοφίας τὸ περιὸν ἐν πολλοῖς δέδοικα μὴ καὶ τὰς ὀργανωθείσας ἐντέχνως μεθόδους καὶ δυνάμεις καὶ ἐπιστήμας εἰς τὸ πρῴην ἄτεχνον ἐληλακέναι καὶ ἀντιπεριστῆναι παρασκευάσῃ κατὰ ἀνάλυσιν. ἀλλὰ τοῦτο μὲν ὡς ἐπεισοδιῶδες ἐάσθω καὶ πάρεργον. [ a 8] ὃ δὲ ἐλέγομεν, διὰ τοῦτο τὰ ἐνθυμή ματα λανθάνουσί τε τοὺς ἀκροατὰς οἰομένους εἶναι πάντα ῥητορικῆς, f. 5r πλὴν εὐδοκιμοῦσιν οἱ μᾶλλον ἐνθυμημάτων μὲν ἁπτόμενοι ἠθικῶν καὶ φυσικῶν, κατὰ τρόπον δὲ καὶ δεόντως μεταβαίνοντες ἐξ αὐτῶν καὶ οἰκεῖα τῇ ῥητορικῇ ταῦτα ποιοῦντες καὶ προσφυῶς συναρμόζοντες [ a 9] σαφὲς δ’ ἔσται τὸ λεγόμενον περὶ τῶν ἐνθυμημάτων διὰ πλειόνων ἐπεξεργασθέν. [ a 10] λέγω γὰρ οὐ μόνον εἶναι ἐπὶ τῆς διαλεκτικῆς καὶ ῥητορικῆς ἄλλον μὲν συλλογισμὸν γεωμετρικὸν καὶ ἕτερον φυσικόν, καὶ ἄλλο μὲν ἐνθύμημα ἠθικὸν καὶ ἑτεροῖον φυσικόν, ἀλλὰ πρὸς τούτοις λέγω καὶ κοινοὺς εἶναι τόπους πᾶσιν ἁρμόττοντας καὶ εἶναι τὸν αὐτὸν καὶ ἕνα τόπον φυσικῆς πραγματείας καὶ ἠθικῆς καὶ ῥητορικῆς καὶ διαλεκτικῆς καὶ ποιητικῆς καὶ [ a 13] πολλῶν διαφερόντων τῷ εἴδει, οἷον ὁ τοῦ μᾶλλον καὶ ἧττον τόπος καὶ τοῖς φυσικοῖς ἁρμόττει· τὸ μᾶλλον γὰρ κοῦφον ἄνω φέρεται μᾶλλον, τὸ δ’ ἧττον φέρεται μὲν ἄνω, ἧττον δέ, καὶ τὸ μᾶλλον βαρὺ μᾶλλον κάτω φέρεται. ἐπὶ δὲ ἰατρικῆς μᾶλλον ἡ θριδακίνη ψύχει, ἧττον δὲ ἥδε ἡ πόα. ἐπὶ δὲ τῶν ἠθικῶν μᾶλλον μὲν ἡ μεγαλοπρέπεια, ἧττον δὲ ἡ ἐλευθεριότης ἀγαθόν· ὑπερέχει γὰρ ἡ μεγαλο πρέπεια τῆς ἐλευθεριότητος, ἀρεταὶ δὲ ἄμφω· ὥσπερ καὶ ἐπὶ τῶν κακιῶν μᾶλλον μὲν κακὸν ἡ ἀκολασία, ἧττον δὲ ἡ ἀναισθησία. ἐπὶ δὲ τῆς δια λεκτικῆς μᾶλλον μὲν δοκεῖ τοῖς σοφοῖς τὴν ὑγείαν καὶ τὴν ἀρετὴν εἶναι ἀγαθόν, ἧττον δὲ τὸν πλοῦτον. ἐπὶ δὲ τῆς ῥητορικῆς μᾶλλον μὲν κακὸν ἡ ἱεροσυλία, ἧττον δὲ κακὸν ἡ κλοπή, καὶ μᾶλλον μὲν ὁ φόνος, ἧττον δὲ κακὸν τὸ αἰκίσαι, καὶ μᾶλλον μὲν ἀγαθὸν τὸ τύραννον ἀποκτεῖναι, ἦττον δὲ τὸ πεῖσαι ἀποσχέσθαι τῆς τυραννίδος. ἐπὶ δὲ γεωμετρίας μᾶλλον ὁ κύκλος πολυχωρητότερον, ἦττον δὲ τὸ τρίγωνον· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.οὕτως ὁ τοῦ μᾶλλον καὶ ἧττον τόπος κοινότατος. εἰσὶ δὲ καὶ τοῖς ῥήτορσι κοινοὶ τόποι, ἀφ’ ὧν καὶ ὁ πανηγυρίζων ὅτι δυνατὸν γενέσθαι τόδε κατασκευάζει καὶ ὁ συμβουλεύων καὶ ὁ ἀμφισβητῶν· καὶ ὁ περὶ τοῦ μέγα τόδε ἢ μικρὸν κοινὸς τοῖς τρισίν. [ a 16] εἰσὶ δὲ καὶ ἕτεροι τόποι τοιοῦτοι περὶ δικαίων ἤτοι ῥητορικῆς οἰκεῖοι ἢ περὶ φυσικῶν ἢ περὶ ὁτουοῦν, ἠθικῆς ἢ διαλεκτικῆς πραγματείας. καίτοι ταῦτα εἴδει διαφέρει τὰ ῥητορικὰ καὶ ἠθικὰ καὶ πολιτικά, ἀλλ’ ὅμως κοινοί τινες τόποι τούτοις ἐφαρμόττουσιν, ὡς δῆλον ἐκ τούτου τοῦ μᾶλλον καὶ ἧττον τόπου· οὐδὲν γὰρ μᾶλλον ἔσται ἐκ τούτου συλλογίσασθαι διαλεκτικῶς ἢ ἐνθύμημα εἰπεῖν περὶ δικαίων ῥητορικῶς ἢ περὶ φυσικῶν ἢ περὶ ὁτουοῦν ἑτέρου. [ a 16] ταῦτα δέ, ὡς εἴπομεν πολλάκις, τῷ εἴδει διαφέρει. ἐντεῦθεν δῆλον, ὡς ἔχομεν κοινοὺς τόπους πᾶσιν ἐφαρμόζοντας. ἴδια δὲ ἐπιχειρήματα καὶ πίστεις, ὅσα εἰσὶν ἐκ τῶν οἰκείων ἑκάστῳ εἴδει καὶ ὑποκειμένῳ προ τάσεων, οἷον περὶ φυσικῶν εἰσι προτάσεις, ἐξ ὧν οὔτε ἐνθύμημα f. 5r ἔσται ῥητορικὸν οὔτε συλλογισμός ἐστι περὶ τῶν ἠθικῶν· τί γὰρ κοινὸν νοήμασι φυσικοῖς καὶ ἠθικοῖς; [ a 20] καὶ περὶ τούτων αὖ, τῶν ἠθικῶν φημι καὶ ῥητορικῶν, εἰσὶν ἐνθυμήματα καὶ τόποι οἰκεῖοι, ἐξ ὧν οὐκ ἔστι συλλογισμὸς φυσικοῖς οἰκεῖος. [ a 21] ὁμοίως δὲ τοῦτ’ ἐπὶ πάντων· τὰ γὰρ τοῖς γεωμετρικοῖς οἰκεῖα οὐκ ἔσται τῶν ἀριθμητικῶν. κἀκεῖνα μέν, οἱ κοινῶς πᾶσιν ἐφαρμόζοντες τόποι, οὐ ποιεῖ περὶ οὐδὲν γένος ὑποκείμενον τέχνης τινὸς ἐπιστήμονα καὶ τεχνίτην· τοῦτο γὰρ δηλοῖ τὸ ἔμφρονα, ὅτι μὴ περὶ ἓν ὑποκείμενον καταγίνονται. [ a 23] ταῦτα δὲ ἤτοι τὰ ἴδια ἑκάστης φυσικῆς καὶ ἠθικῆς καὶ λογικῆς πραγματείας ἴσως καὶ ῥητορικῆς θεωρήματά τε καὶ ἐνθυμήματα ἐκλεξάμενός τις λήσει ποιήσας ἄλλην ἐπιστήμην τῆς διαλεκτικῆς καὶ ῥητορικῆς [ a 25] ἂν γὰρ τύχῃ ἀρχαῖς ὡρισμέναις καὶ ταύταις ἰδίας πορίσηται προτάσεις καὶ κατασκευάς, οὐκέτι διαλεκτικὴν οὐδὲ ῥητορικὴν ἑκ τούτων οὖσαν εὑρήσει καὶ γνώσεται· αὗται γὰρ οὐχ ὡρισμένον γένος ἔχουσιν ἀλλ’ ἐκείνην, ἧς ἔχει τὰς ἀρχάς, ἢ ἀτούτωνοὖσανριθμητικὴν τυχὸν ἢ γεωμετρίαν ἢ ἠθικήν, f. 5v καθάπερ εἴπομεν. [ a 26] ἔστι δὲ τὰ πλείω τῶν ἐνθυμημάτων ἐκ τούτων τῶν εἰδῶν τῶν κατὰ μέρος καὶ ἰδίων, τῶν οἰκείων ἑκάστῃ τέχνη θεωρημάτων, ἐκ δὲ τῶν κοινῶν τόπων τῶν πάσαις ἐφαρμοττόντων ἢ ταῖς πλείοσιν ἐπιστήμαις ὀλίγα. [ a 29] καθάπερ οὖν καὶ ἐν τοῖς Τοπικοῖς ἄλλους μὲν ἔχομεν τόπους κοινούς, ἑτέρους δὲ ἰδίους καὶ καταλλήλους καὶ προσφόρους τῇ κατασκευῇ τοῦ γένους ἢ τῇ ἀνασκευῇ, ἑτέρους δὲ οἰκείους τῇ δείξει τοῦ εἶναι τόδε εἶδος ἢ μή, οὕτω δὴ καὶ ἐνταῦθα διαιρετέον τῶν ἐνθυμημάτων τά τε εἴδη τὰ οἰκεῖα ἑκάστῳ, ἐξ ὧν τὸ δίκαιον (τοῦ δικανικοῦ) ἢ τὸ ἄδικον, καὶ ἐξ ὧν τὸ συμφέρον (τοῦ συμβουλευτικοῦ) ἢ τὸ βλαβερόν, καὶ ἐξ ὧν τὸ καλὸν καὶ τὸ αἰσχρόν (τοῦ πανηγυρικοῦ)· οὐ μὴν ἀλλὰ καὶ ἑτέρας πίστεις καὶ τόπους παραδώσει, ἐξ ὧν τόδε μέγα, τόδε δὲ μικρόν, καὶ ἐξ ὧν τόδε δυνατόν, τόδε δὲ ἀδύνατον. ταῦτά τε οὖν διαιρετέον τὰ ἴδια ἑκάστῳ, ἅπερ εἴδη λέγει, καὶ τοὺς κοινοὺς τόπους πάντων ὡς πᾶσιν ἐφαρμόζοντας. [ a 32] πρῶτον οὖν εἴπωμεν περὶ τῶν εἰδῶν, τῶν οἰκείων ἑκάστῳ λέγω πίστεων καὶ ἐνθυμημάτων καὶ τόπων· ἀλλὰ πρὸ τούτων εἴπωμεν, πόσα τὰ γένη τῆς ῥητορικῆς ἤγουν εἴδη, ὅπως διελόμενοι, πόσα ἐστὶ ταῦτα τὰ εἴδη αὐτῆς, περὶ τούτων παραδώσομεν ἐφεξῆς τὰ στοιχεῖα καὶ τὰς προτάσεις τῶν πίστεων, ἐξ ὧν ἕκαστον κατασκευάζεται ἢ ἀνα σκευάζεται, καὶ τῶν οἰκείων τόπων καὶ ἐνθυμημάτων. Ἔστι δὴ τῆς ῥητορικῆς εἴδη τρία τὸν ἀριθμὸν δηλονότι ὅτι τοσοῦτοι καὶ οἱ ἀκροαταί, δικαστής, ἐκκλησιαστὴς καὶ θεωρός. εἰς κατασκευὴν δὲ τοῦ ὅτι τρεῖς οἱ ἀκροαταὶ προσλαμβάνει λῆμμα τοιοῦτον f. 5v τὸ ὁ μὲν γὰρ λόγος ἐκ τριῶν σύγκειται, ἐκ τοῦ λέγοντος καὶ περὶ οὗ πράγματος λέγει καὶ πρὸς ὃν ἀκροατήν . τούτου τεθέντος, ὅτι ἕτερος ὁ λέγων καὶ ἄλλο τὸ περὶ οὗ λέγει, ἕτερος δὲ ὁ ἀκροατής, πρὸς ὅν, ἐφεξῆς θεωρεῖ τὸν ἀκροατήν. [ b 2] οὗτος δὲ ἢ θεωρός ἐστι τῆς δυνάμεως τοῦ πανηγυρίζοντος, καὶ ποιεῖ ἓν εἶδος, ἢ κριτής, ἀλλ’ εἰ μὲν περὶ μελλόντων, τὸν ἐκκλησιαστὴν σημαίνει, καὶ ἰδοὺ τὸ συμβουλευτικόν, εἰ δὲ περὶ παρελ θόντων, τὸν δικαστήν, καὶ ἰδοὺ τὸ δικανικόν. ἐφερμηνεύει δὲ τὸ λεγό μενον οὑτωσὶ φάσκων· [ b 4] ἔστι δὲ ὁ μὲν περὶ τῶν μελλόν τωνκρίνων ἐκκλησιαστής, ὁ δὲ περὶ τῶν γεγενημένων δικαστής, ὁ δὲ περὶ τῆς δυνάμεως τοῦ γράφοντος, εἴτε ἐντέχνως εἴτε ἀτέχνως ἐνεκωμίασε καὶ ἐπῄνεσε τὸ προκείμενον, ὁ τοιοῦτος θεωρός· καὶ ἰδοὺ τρία εἴδη. ἀλλὰ διὰ τί περὶ δυνάμεως εἴρηκεν, ἐρωτᾷς. ἐγώ σοι τὴν αἰτίαν ἀκριβῆ παραδώσω περιεργότερον καὶ αὐτὸς βασανίσας τὴν λέξιν· διηπόρηται γὰρ κἀμοί, διὰ τί ἐνταῦθα λέγει τὸν ἀκροατὴν τοῦ πανηγυρί ζοντος θεωρὸν τῆς ἐκείνου δυνάμεως· ἔστι γὰρ καὶ ἐν τοῖς δικαζομένοις καὶ συμβουλεύουσι δύναμις. ἡ δ’ αἰτία φαίνεται τοιαύτη καὶ τῆς σῆς ἀπο ρίας ἡ ἐπίλυσις ἀξία. ὁ μὲν συμβουλεύων τοῦτο μόνον δεικνύει τὸ συμ φέρον εἶναι τὸ περὶ οὗ ἡ συμβουλή, ἀλλὰ καὶ ἐξ ἀληθῶν καὶ δοκούντων καὶ φαινομένων πιθανῶν ὀφείλει κατασκευάζειν. ὁμοίως καὶ ὁ δικαζόμενος κατηγορῶν εἴτε ἀπολογούμενος δεῖξαι μέλλει, ὅτι γέγονε τόδε, οὐχ ἁπλῶς δὲ ἀλλὰ μετὰ βασάνου καὶ πίστεως ἀκριβοῦς. ὁ δὲ πανηγυρίζων ἐπαινῶν τοῦτο μόνον ἔχει σκοπὸν ἐγκωμιάσαι καὶ πολλάκις ἐκ ψευδῶν καὶ ἀπιθά νων τῷ περιόντι τῆς οἰκείας δυνάμεως κατασκευάζει τὸ λεγόμενον· τὴν δύναμιν οὖν ἐπιδείκνυται τὴν οἰκείαν δεικνὺς τὸν κώνωπα ἴσον τῷ λέοντι καὶ τὸν χειμῶνα κρείττω τοῦ θέρους καὶ τὴν μυῖαν ἐπαινετήν, ὥσπερ οἱ δεινοὶ ῥήτορες μυίας ἔπαινον ἐποιήσαντο. καὶ μᾶλλον θαυμάζεται ὁ ῥήτωρ καὶ τὴν οἰκείαν ἐκφαίνει δύναμιν, ὅταν τὰ προφανῶς φαῦλα μετασκευάσῃ καὶ δείξῃ ἐπαινετά· ποίας γὰρ δυνάμεως εἴποις ἂν τὸ τὸν Ἕκτορα τῷ Ἀχιλλεῖ ποιῆσαι ἴσον; οὐ πολλῆς καὶ ἐν λόγοις ἱκανῆς; τὸ δὲ μυίας ἐγκώ μιον οὐ δυνάμεως Δημοσθενικῆς καὶ ἐντέχνου; ὁ τοίνυν θεωρὸς τὴν δύνα μιν ὁρᾷ τοῦ ἐγκωμιάζοντος, εἰ ἐντέχνως ἢ μὴ ἐξῇρε τὸν ἐπαινούμενον·κἂν ἐκ τῶν ὁμολογουμένως φαύλων καὶ φευκτῶν ἐπιχειρήσας ἐπαινετὰ τὰ κατορθώματα τοῦ ἐγκωμιαζομένου ἔδειξε, μᾶλλον θαυμάζεται τῆς τοιαύτης δυνάμεως. ἀκολούθως δὲ καὶ ἐπιδεικτικὸν τὸ πανηγυρικὸν λέγεται τῆς δυνάμεως ἐντεῦθεν φαινομένης τοῦ λέγοντος, ὁποία ἐστίν· ὁ μὲν γὰρ δικα νικὸς ῥήτωρ ἢ τῇ ἀληθείᾳ τοῦ πράγματος βοηθούμενος καὶ νικῶν οὐ f. 6r τοσοῦτον ἐπαινετός ἐστιν ἢ πιθανὰ μὲν εἰπὼν καὶ ὅσα ἔδει ἡττηθεὶς δὲ οὐ τοσοῦτον ἐπίψογος· ὁ δὲ πανηγυρίζων ἢ ψέγων δείξας ἢ τὸ φαῦλον ἐπαινετὸν f. 6r ἢ τὸ ἐπαινετὸν φαῦλον θαυμαστὸς εὑρίσκεται καὶ πολλοὺς ἐπαινέτας εὑρίσκει τῆς οἰκείας δυνάμεως. [ b 6] ὥστε τρία γένη ἤγουν εἴδη τῆς ῥητορικῆς. σαφῆ δὲ τὰ ἑξῆς· τίνα γὰρ τὰ τρία εἴδη ταύτης καὶ τίνες οἱ χρόνοι τοῖς τρισί, σαφῶς διηγεῖται. [ b 20] τέλος δὲ ἑκάστοις ἕτερόν ἐστιν, τῷ μὲν συμβουλεύοντι τὸ συμφέρον καὶ βλαβερόν· ὁ γὰρ συμβουλεύων εἰς βέλτιον μὲν προτρέπει, ἀποτρέπει δὲ τοῦ χείρονος· τέλος δὲ καὶ σκοπὸν ἔχων ταῦτα τὰ ἄλλα χάριν τούτων λαμβάνει ὡς φέροντα πρὸς ἐκεῖνα, τὸ μὲν δίκαιον εἰς δεῖξιν τοῦ ὅτι συμφέρει, τὸ δὲ ἄδικον διὰ τὸ ὅτι οὐ συμφέρει βλαβερὸν ὄν, ὁμοίως τὸ καλὸν εἰς πίστωσιν τοῦ ὅτι συμφέρει, τὸ δ’ αἰσχρόν, ὅτι βλαβερὸν τόδε. [ b 25] τοῖς δὲ δικαζο μένοις τὸ δίκαιον καὶ τὸ ἄδικον, ὁ μὲν κατηγορῶν δεικνύων ἀδικῆσαι τὸν φεύγοντα, ὁ δὲ φεύγων οὐκ ἀδικῆσαι ἀλλὰ δίκαιον ποιῆσαι διατεινόμενος ἢ μὴ ποιῆσαι τὸ ἄδικον. [ b 26] τὰ δ’ ἄλλα καὶ οὗτοι συμπαραλαμβάνουσιν εἰς δεῖγμα τούτων, ὁ μὲν κατήγορος τὸ αἰσχρόν, τὸ βλαβερὸν καὶ τὰ λοιπὰ εἰς κατασκευὴν τοῦ ὅτι ἄδικον, ὁ δὲ φεύγων τὸ συμφέρον καὶ καλὸν εἰς βεβαίωσιν τοῦ ὅτι δίκαιον τὸ γεγονός. [ b 27] τοῖς δὲ ἐπαινοῦσι καὶ ψέγουσι τέλος τὸ καλὸν καὶ τὸ αἰσχρόν, τὰ δ’ ἄλλα καὶ οὗτοι συμπαραλαμβάνουσι, τὸ δίκαιον μὲν καὶ τὸ συμφέρον ἕνεκα τοῦ παρ’ αὐτοῖς κειμένου τέλους, λέγω δὴ τοῦ καλοῦ, τὸ δὲ ἄδικον καὶ βλαβερὸν ἕνεκα τοῦ δεῖξαι, ὅτι αἰσχρὸν τόδε τὸ προκείμενον εἰς ψόγον. [ b 29] σημεῖον δὲ τοῦ ταῦτα εἶναι τὰ τέλη τοῖς τρισί, διότι ἐπὶ τῶν δικανικῶν ἀμφισβητήσεων ἐνίοτε ὁ φεύγων ὁμολογεῖ τὸ γεγονὸς ἐκτὸς τῶν στοχαστικῶν ζητημάτων καὶ βλαβερὸν εἶναι συντίθεται, οὐ μὴν ἄδικον ὁμολογεῖ ἀποδεικνύων αὐτό (εἰ γὰρ συγκατετίθετο καὶ ἄδικον αὐτὸ εἶναι, [ b 33] οὐδὲ δικαστηρίων ἔδει), ὁ δὲ διώκων σπεύδει δεῖξαι ἄδικον. ὁ δὲ συμβουλεύων πολλάκις ἄδικον μὲν εἶναι λέγει τὸ περὶ οὖ ἡ συμβουλή, συμφέρον δέ· ὅτι μὲν γὰρ ἄδικον τὸ καταδουλοῦσθαι τοὺς ἀστυγείτονας καὶ μηδὲν βλάπτοντας, συντίθεται, συμβουλεύει δὲ καὶ προτρέπει ὡς ὠφελοῦν τὴν πόλιν. ὁρᾷς, ὅτι τέλος τοῦ συμβουλεύοντος οὐχὶ τὸ δίκαιον καὶ ἄδικον ἀλλὰ τὸ συμφέρον καὶ βλαβερόν. [ b 38] πάλιν οἱ ἐπαινοῦντες καὶ ψέγοντες οὐ φροντίζουσιν, εἰ μὴ συμφέρει τὸ γεγονὸς ὡς βλαβερὸν ἢ εἰ συμφέρει, σκοποῦσι δὲ μόνον, εἰ καλόν· εἰ δὲ καὶ βλαβερόν, ἐν ἐπαίνου μοίρᾳ μᾶλλον τοῦτο τιθέασιν, ὅτι τοῦ οἰκείου συμφέροντος ὀλιγωρήσας ὁ ἀριστεὺς τοιοῦτόν τι καλὸν τῇ πόλει περιεποιήσατο, νίκην τυχόν, ἐλευ θερίαν, τρόπαια, νόμων παρρησίαν ἢ ἄλλο τι, [1359a 3] ὁποῖόν τι καὶ Ἀχιλ λεὺς ἐποίησε βοηθήσας μὲν Πατρόκλῳ, ὅπερ ἐπαινετὸν καὶ καλόν, πεσὼν f. 6r δέ, ὃ οὐ συμφέρον. [ a 6] φανερὸν δὲ ἐκ τούτων τῶν νῦν εἰρημένων, ὅτι, εἰ τῆς ῥητορικῆς εἴδη τοσαῦτα καὶ μέρη, δεῖ προτάσεις ἔχειν οἰκείας τούτοις καὶ ἐνθυμημάτων εἴδη, ἐξ ὧν τὸ πανηγυρικὸν κατασκευασθήσεται,5 καὶ ἑτέρας, ἐξ ὧν τὸ δικανικόν, καὶ ἄλλας, ἐξ ὧν τὸ συμβουλευτικόν· [ a 7] τὰ γὰρ τεκμήρια καὶ τὰ εἰκότα καὶ τὰ σημεῖα ῥητορικαί εἰσι πίστεις καὶ προτάσεις· ὁ μὲν γὰρ ἁπλῶς συλλογισμὸς ἐκ προ τάσεών ἐστι, τὸ δὲ ἐνθύμημα συλλογισμός τις. φημὶ δὴ ῥητορικός, συνεστηκὼς ἐκ τεκμηριωδῶν προτάσεων καὶ εἰκότων καὶ σημείων.[ a 11] ἐπεὶ δὲ οὔτε πραχθῆναι οἷόν τε οὔτε πεπρᾶχθαι τὰ ἀδύ νατα. ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι οὐ μόνον χρῄζομεν τῶν ἐνθυμημάτων τῶν οἰκείων ἑκάστῳ καὶ καταλλήλων, ἀλλὰ καὶ τῶν κοινῶν· ἐπειδὴ γὰρ περὶ δυνατῶν γενέσθαι συμβουλεύει τις ἢ δικάζεται ἢ πανηγυρίζει, ὅτι οὔτε πανηγυρίζων τις ἐρεῖ πραχθῆναι τὰ ἀδύνατα οὔτε συμβουλεύων ἐρεῖ πραχθήσεσθαι τὰ ἀδύνατα οὔτε ὁ δικαζόμενος ἐρεῖ πεπρᾶχθαι τὰ ἀδύνατα — ἀναλόγως γὰρ τοῖς τρισὶν εἴδεσι τοὺς τρεῖς χρόνους ἀπέδωκεν —, ἐπὶ δὴ τούτῳ χρῄζομεν. φησί, τόπων κοινῶν, ἀφ’ ὧν καὶ ὁ πανηγυρίων καὶ ὁ συμβουλεύων καὶ ὁ δικαζόμενος ἀποδείξουσι δυνατὸν εἶναι τόδε ἢ μή.[ a 16] ἔτι δὲ χρῄζομεν τόπων κοινῶν εἰς τὸ δεῖξαι τόδε μέγα ἢ μικρόν, μέγα δὲ ἢ καθ’ αὑτό, ὡς ἡ ἀσέβεια, ἢ πρὸς ἄλλο, ὡς ἡ ἱεροσυλία πρὸς τὴν κλοπήν, καὶ μικρὸν ὁμοίως ἢ καθ’ αὐτό, ὡς τὸ ῥῆξαι τὸ τεῖχος καὶ νίκην ποιῆσαι, ἢ ὡς πρὸς ἄλλο, ὡς ἡ ἱεροσυλία μικρὸν πρὸς τὴν ἀσέ βειαν καὶ τὴν εἰς θεοὺς ὕβριν. [ a 23] δεῖ τοίνυν ἔχειν τόπους κοινοὺς τοῦ μείζονος καὶ τοῦ ἥττονος, οἷον τί μεῖζον ἀγαθόν, ὅπερ ὀφείλει δεῖξαι διὰ κοινῶν προτάσεων ὁ πανηγυρικός, καὶ τί μεῖζον ἀδίκημα ἢ δικαίωμα, f. 6v τοῦ δικανικοῦ· ὁμοίως δὲ καὶ περὶ τοῦ συμφέροντος καὶ βλαβεροῦ, τί μεῖζον καὶ τί ἧττον συμφέρον καὶ ποῖον βλαβερὸν καὶ ποῖον μή· ταῦτα γὰρ δηλῶν εἶπε [ a 26] καὶ περὶ τῶν ἄλλων. μετὰ ταῦτα διαιρετέον, περὶ τίνων μὲν συμβουλεύει ὁ συμβουλεύων, περὶ τίνων δὲ οἱ ἐπιδεικτικοὶ λόγοι εἰσὶ καὶ περὶ ὧν οἱ δικανικοί· ἐπεὶ γὰρ διωρισάμεθα, πόσα τὰ εἴδη τῆς ῥητορικῆς καὶ τί τὸ τέλος τούτων τῶν τριῶν καὶ πῶς χρῄζουσι καὶ κοινῶν τόπων καὶ προτάσεων καὶ εἰδῶν ἐνθυμημάτων οἰκείων καὶ προσφόρων ἑκάστῳ, ῥητέον καὶ περὶ τίνων βουλεύονταί τινες καὶ περὶ τίνων δικάζουσι καὶ περὶ τίνων πανηγυρίζουσι. καὶ νῦν μὲν ἐρεῖ, ὅτι περὶ πέντε τινῶν κυρίως συμβουλεύει ὁ συμβουλεύων, πολέμου καὶ εἰρήνης, ἀλλὰ καὶ περὶ χρημάτων, ὅθεν πορισθήσονται, ἔτι δὲ περὶ φυλακῆς τῆς χώρας, πρὸς τού τοις καὶ περὶ τῶν εἰσαγομένων καὶ ἐξαγομένων, ἀλλὰ καὶ περὶ νομοθεσίας· f. 6v ἐφεξῆς δὲ προϊὼν ἐρεῖ καὶ περὶ τίνων πανηγυρίζουσι καὶ περὶ τίνων δικά ζουσι.