ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΠΙΓΡΑΜΜΑΤΑ. ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΠΙΓΡΑΜΜΑΤΑ. * ΕΚ ΤΗΣ ΑΝΘΟΛΟΓΙΑΣ ΚΩΝΣΤΛΝΤΙΝΟΤ ΤΟΥ ΚΕΦΑΛΑ. 1.* (Anth. Gr. ex editione Fr. Iacobsii IV, 3.) Αγαθίου Σχολαστικοῦ Ἀσιανοῦ Μυριναίου συλλογὴ γέων ἐπιγραμμάτων ἐκτεθεῖσα έν Κωνσταντίνου πόλει πρὸς Θεόδωρον Δεκουρίωνα τὸν Κοσμᾶ εἴρηται δὲ τὰ προοίμια μετὰ τὰς συνεχεῖς ἀκροάσεις τὰς κατ’ ἐκεῖνο καιροῦ γενομένας. Οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένους ἐκ τῆς τοσαύτης τῶν λόγων πανδαισίας, ἔτι που τὰ σιτία προσκορως ἐρυγγάνειν· κὼ δὴ κάθησθε τῇ τρυφῇ σεσαγμένοι. λόγων γὰρ ἡμῖν πολυτελῶν καὶ ποικίλων πολλοὶ προθέντες παμμιγεῖς εὐωχίας, περιφρονεῖν πείθουσι τῶν εἰθισμένων. τί δὲ νῦν ποιήσομεν; τὰ προὐξειργασμένα οὕτως ἐάσω συντετῆχθαι κείμενα ἡ καὶ προθῶμαι τῆς ἀγορᾶς ἐν τῷ μέσῳ παλιγκαπήλοις εὐτελῶς ἀπεμπολῶν; καὶ τίς μετασχεῖν τῶν ἐμῶν ἀνέξεται; τίς δ’ ἂν πρίαιτο τοὺς λόγους τριωβόλου, εἰ μὴ φέροι πως ὦτα μὴ τετρημένα; ἀλλ’ ἐστιν ἐλπὶς εὐμενῶς τῶν δρωμένων ὑμᾶς μεταλαβεῖν, κοὐ κατεβλακευμένως. ἔθος γὰρ ὑμῖν τῇ προθυμίᾳ μόνῃ, τῇ τῶν καλούντων, ἐμμετρεῖν τὰ σιτία· καὶ πρός γε τοῦτο δεῖπνον ἠρανισμένον ἥκω προθήσων ἐκ νέων ἡδυσμάτων. ἐπεὶ γὰρ οὐκ ἔνεστιν ἔξ ἐμοῦ μόνου ὑμᾶς μεταλαβεῖν, ἄνδρες, ἀξίας τροφῆς, πολλοὺς ἔπεισα συλλαβεῖν μοι τοῦ πόνον, καὶ συγκαταβαλεῖν καὶ συνεστιᾶν πλέον. καὶ δὴ παρέσχον ἀφθόνως οἱ πλούσιοι ἐξ ὧν τρυφῶσι, καὶ παραλαβὼν γνησίως ἐν τοῖς ἐκείνων πέμμασι φρυάττομαι. τοῦτο δέ τις αὐτῶι προσφόρως, δείκνυς ἐμὲ, ἴσως ἐρεῖ πρὸς ἄλλον, ἀρτίως ἐμοῦ μάζαν μεμαχότος μουσικήν τε καὶ νέαν, οὗτος παρέθηκε τὴν ὑπ’ ἐμοῦ μεμαγμένην. ταυτὶ μὲν οὖν ἐρεῖ τις, οἴδα, τῶν σοφῶν, τῶν ὀψοποιῶν, ὧν χάριν δοκῶ μόνος εἶναι τοσαύτης πανδαισίας. θαρρῶν γὰρ αὐτοῖς λιτὸν οἴκοθεν μέρος καὐτὸς παρέμιξα, τοῦ δοκεῖν μὴ παντελῶς ξένος τις εἶναι τῶν ὑπ’ ἐμοῦ συνηγμένων. ἀλλ’ ἐξ ἑκάστου σμικρὸν ἐξάγω μέρος, ὅσον ἀπογεῦσαι. τῶν δὲ λοιπῶν εἰ θέλοι τυχεῖν τις ἁπάντων, καὶ μετασχεῖν εἰς κόρον, ἴστω γε ταῦτα κατ’ ἀγορὰν ζητητέα. Κόσμον δὲ προσθεὶς τοῖς ἐμοῖς πονήμασιν, ἐκ τοῦ βασιλέως τοὺς προλόγους ποιήσομαι· ἅπαντα γάρ μοι δεξιῶς προβήσεται. καί μοι μεγίστων πραγμάτων ὑμνουμένων εὑρεῖν γένοιτο καὶ λόγους ἐπηρμένους. Μή τις ὑπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου βάρβαρος ἐς βασιλῆα βιημάχον ὄμμα τανύσσῃ, μηδ’ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην ὄρθιον ἀθρήσειεν· ἐποκλάζουσα δὲ γαίῃ, καὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων, Αὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις. Ἑσπερίη θεράπαινα, σὺ δ’ ἐς κρηπῖδα Γαδείρων, καὶ παρὰ πορθμὸν Ἴβηρα, καὶ Ὠκεανίτιδα Θούλην, ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννων κράατα μετρήσασα τεῇ κρυφθέντα κονίη, θαρσαλέαις παλάμῃσι φίλην ἀγκάζεο Ῥώμην. Καυκασίῳ δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίῃ, ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῷ σκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης, σύννομον Ἀδριάδεσσιν ἀναπλέξασα χορείην Φάσιάς εἱλίσσοιτο φίλῳ σκιρτήματι νύμφη, καὶ καμάτους μέλψειε πολυσκήπτρου βασιλῆος, μόχθον ἀποῤῥίψασα γιγαντείου τοκετοῖο. μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἄργος, ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου οὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων, εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον βῶλον κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν, ἢ διὰ τέχνης οὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσα παρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην. ἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος Βάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις. οὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλ’ ἐνὶ πόντῳ Ὑρκανίου κόλποιο, καὶ ἐς βυθὸν Αἰθιοπῆα Ἰταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ. ἀλλ’ ἴθι νῦν ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων, Αὐσόνιε, σκίρτησον, ὁδοίπορε, Μασσαγέτην δὲ ἀμφιθέων ἀγκῶνα, καὶ ἄξενα τέμπεα Σούσων Ἰνδῴης ἐπίβηθι κατοργάδος· ἐν δὲ κελεύθοις εἴποτε διψήσειας, ἀρύεο δοῦλον Ὕδασπιν· ναὶ μὴν κὼ κυανωπὸν, ὑπὲρ δύσιν ἄτρομος ἕρπων κύρβιας Ἀλκείδαο μετέρχεο θαρσαλέως δὲ ἴχνιον ἀμπαύσειας ἐπὶ Ψαμάθοισιν Ἰβήρων, ὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης, δίζυγος ἠπείροιο συναντήσασα κεραίη ἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης. ἐσχατιὴν δὲ Λιβυσσᾶν ἐπιστείβων Νασαμώνων ἔρχεο, καὶ παρὰ Σύρτιν, ὅπη νοτίῃσι θυέλλαις ἐς κλίσιν ἀντίπρῳρον ἀνακλασθεῖσα Βορῆος, καὶ ψαφαρὴν ἄμπωτιν ὕπερ ῥηγμῖνι ἁλίπλῳ ἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει. οὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης, ἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις βασιλῆος, ἔνθα κεν ἀίξειας, ἐπεὶ κυκλώσατο κόσμον κοιρανίη· Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζων ἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην. τουνεκεν, ὁππότε πάπα φίλης πέπληθε γαλήνης, ὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦ ἐλπίδες ἐθραύσθησαν ὑφ’ ἡμετέρῳ βασιλῆι, 100 δεῦρο, μάκαρ Θεόδωρε, σοφὸν στήσαντες ἀγῶνα παίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης. σοι γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον· εἰς σὲ δὲ μύθων ἐργασίην ἤσκησα, μιῇ δ’ ὑπὸ σύζυγι βίβλῳ ἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης, 105 καὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας, στέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης, ὡς φηγὸν Κρονίωνι, καὶ ὁλκάδας Ἐννοσιγαίῳ, ὡς Ἄρεϊ ζωστῆρα, καὶ Ἀπόλλωνι φαρέτρην, ὡς χέλυν Ἑρμάωνι, καὶ ἡμερίδας Διονύσῳ. 110 οἶδα γὰρ ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μεριμνᾷ εὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου. πρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων, ὄσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆς, ὡς προτέροις μακάρεσσιν ἀνειμένα· καί γὰρ ἐῴκει 115 γράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι. Ἀλλὰ πάλιν μετ᾿ ἐκεῖνα παλαίτερον εὖχος ὅσσαπερ ἥ γραφίδεσσι χαράξαμεν, ἢν τινι χώρῳ, εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλλης τέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις. 120 Καὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου ὅσσα θέμις τύμβοισι· τάπερ θεὸς ἐν μὲν ἀοιδῇ ἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίῃ δὲ διώκοι. Ὄσσα δὲ καἰ βιότοιο πολυσπερέεσσι κελεύθοις γράψαμεν, ἀσταθέος δὲ τύχης σφαλεροῖσι ταλάντοις, 125 δέθκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην. Ναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου, ὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς γράψαμεν· ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρῃ εἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείην, 130 καὶ γλυκεροὺς ἐς ἔρωτας· ἐν ἑβδομάτη δὲ μελίσσῃ, εὐφροσύνας Βάκχοιο, φιλακρήτους τε χορείας, καὶ μέθυ, καὶ κρητῆρα, καὶ ὄλβια δεῖπνα νοήσεις. 2.* (Ibid.) Tοῦ αὐτοῦ Ἀγαθίου. Στῆλαι καὶ γραφίδες καὶ κύρβιες, εὐφροσύνης μὲν αἴτια τοῖς ταῦτα κτησαμένοις μεγάλης· ἀλλ᾿ ἐς ὅσον ζώουσι· τὰ γὰρ κενὰ κύδεα φωτῶν ψυχαῖς οἰχομένων οὐ μάλα συμφέρεται· ἡ δ᾿ ἀρετὴ σοφίης τε χάρις καὶ κεῖθι συνέρπει, κἀνθάδε μιμνάζει μνῆστιν ἐφελκομένη. οὕτως οὔτε Πλατῶν βρενθύεται, οὔτ’ ἄρ’ Ὅμηρος, χρώμασιν ἢ στήλαις, ἀλλὰ μόνῃ σοφίη. ὄλβιοι ὧν μνήμη πινυτῶν ἐνὶ τεύχεσι βίβλων, ἀλλ᾿ οὐκ ἐς κενεὰς εἰκόνας ἐνδιάει. ΕΠΙΓΡ ΑΜΜΑΤΑ ΧΡΙΣΤΙΑΝΙΚΑ. 3.* (I, 34.) Εἰς εἰκόνα τοῦ ἀρχαγγέλου ἐν Πλάτῃ. Ασκοπον ἀγγελίαρχον, ἀσώματον εἴδει· μορφῆς, ἀ μέγα τολμήεις, κηρὸς ἀπεπλάσατο· ἔμπης οὐκ ἀχάριστον, ἐπεὶ βροτὸς εἰκόνα λεύσσων θυμὸν ἀπιθύνει κρείσσονι φαντασίῃ· οὐκέτι δ᾿ ἀλλοπρόσαλλον ἔχει σέβας, ἀλλ᾿ ἐν ἑαυτῷ τὸν τύπον ἐγγράψας ὡς παρεόντα τρέμει· ομματα δ᾿ ὀτρύνουσι βαθὺν νόον· οἶδε δὲ τέχνη χρώμασι πορθμεῦσαι τὴν φρενὸς ἱκεσίην. 4.* (I, 35.) Εἰς τὸν αὐτὸν ἐν τῷ Σωσθενίῷ. Καρικὸς Αἰμιλιανὸς, Ἰωάννης τε σὺν αὐτῶ, Ῥουφῖνος Φαρίης, Ἀγαθίης Ἀσίης, τέτρατον, ἀγγελίαρχε, νόμων λυκάβαντα λαχόντες, ἄνθεσιν εἰς σὲ, μάκαρ, τὴν σφετέρην γραφίδα, αἰτοῦντες τὸν ἔπειτα καλὸν χρόνον· ἀλλὰ φανείης ἐλπίδας ἰθύνων ἐσσομένου βιότου.