97. (80.) Μαχλὰς ἐγὼ γενόμην Βυζαντίδος ἔνδοθι Ῥώμης, ὠνητὴν φιλίῳ πᾶσι χαριζομένη· εἰμι δὲ Καλλιρόη πολυδαίδαλος, ἣν ὑπ’ ἔρωτος οἰστρηθεὶς Θωμᾶς τῇδ’ ἔθετο γραφίδι, δεικνὺς ὅσσον ἔχει πόθον ἐν φρεσίν ἶσα γὰρ αὐτῷ κηρῷ τηκομένῳ τήκεταί οἱ κραδίη. 98. (109.) εἰς Ἱππόλυτον διαλεγόμενοι τῇ τροφῷ τῆς Φαίδρας. Ἱππόλυτος τῆς γρηὸς ἐπ’ οὔατι νηλέα μῦθον φθέγγεται· ἀλλ’ ἡμεῖς οὐ δυνάμεσθα κλύειν· ὅσσον δ’ ἐκ βλεφάροιο μεμηνότος ἐστι νοῆσαι, ὅττι παρεγγυάᾳ μηκέτ’ ἄθεσμα λέγειν. 99. (244.) Εἰς εἰκόνα Σατύρου πρὸς τῇ ἀκοῇ τὸν αὐλὸν ἔχοντος καὶ ὥσπερ ἀκροωμένου. Αὐτομάτως, Σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει, ἢ τι παρακλίνας οὖας ἄγεις καλάμῳ; ἐς δὲ γελῶν σίγησεν· ἴσως δ’ ἂν φθέγξατο μῦθον, ἀλλ’ ὑπὸ τερπωλῆς εἴχετο ληθεδόνι. οὐ γὰρ κηρὸς ἔρυκεν ἑκὼν δ’ ἠσπάζετο σιγὴν, θυμὸν ὅλον τρέψας πηκτίδος ἀσχολίῃ. 100. (331.) Εἰς εἰκόνα πλουτάρχου. Σεῖο πολυκλήεντα τύπον στήσαντο, Χερωνεῦ Πλούταρχε, κρατερῶν υἱέες Αὐσονίων· ὅττι παραλλήλοισι βίοις Ἕλληνας ἀρίστους Ῥώμης εὐπολέμοις ἥρμοσας ἀλλὰ τεοῦ βιότοιο παράλληλον βιόν ἄλλον οὐδὲ σὺ γ’ ἂν γράψαις· οὐ γὰρ ὅμοιον ἔχεις.