95. (41.) Εἰς εἰκόνα ἀνατεθεῖσαν ἐν τοῖς Πλακιδίας ὑπὸ τῶν τοῦ νέου σκρινίου. Θωμᾶν, παμβασιλῆος ἀμεμφέα κηδεμονῆα, ἄνθεσαν οἱ τὸ νέον τάγμα μετερχόμενοι, θεσπεσίης ἄγχιστα συνωρίδος, ὄφρα καὶ αὐτῇ εἰκόνι χῶρον ἔχη γείτονα κοιρανίης. αὐτὸς γὰρ ζαθέοιο θρόνους ὕψωσε μελάθρου, πλοῦτον ἀεξήσας, ἀλλὰ μευ εὐσεβίης. εὔγνωμον τὸ πόνημα. τι γὰρ γραφὶς οἶδεν ὀπάσσαι, εἰ μὴ τοῖς ἀγαθοῖς μνῆστιν ὀφειλομένην; 96. (59.) Εἰς Βάκχην ἐν Βυζαντίῳ. Οὔπω ἐπισταμένην τάχα κίμβαλα χερσὶ Βάκχην αἰδομένην στήσατο λαοτύπος. οὕτω γὰρ προνένευκεν· ἔοικε δὲ τοῦτο βοώσῃ· „ἔξιτε, καὶ παταγῶ, μηδενὸς ἱσταμένου.” 97. (80.) Μαχλὰς ἐγὼ γενόμην Βυζαντίδος ἔνδοθι Ῥώμης, ὠνητὴν φιλίῳ πᾶσι χαριζομένη· εἰμι δὲ Καλλιρόη πολυδαίδαλος, ἣν ὑπ’ ἔρωτος οἰστρηθεὶς Θωμᾶς τῇδ’ ἔθετο γραφίδι, δεικνὺς ὅσσον ἔχει πόθον ἐν φρεσίν ἶσα γὰρ αὐτῷ κηρῷ τηκομένῳ τήκεταί οἱ κραδίη. 98. (109.) εἰς Ἱππόλυτον διαλεγόμενοι τῇ τροφῷ τῆς Φαίδρας. Ἱππόλυτος τῆς γρηὸς ἐπ’ οὔατι νηλέα μῦθον φθέγγεται· ἀλλ’ ἡμεῖς οὐ δυνάμεσθα κλύειν· ὅσσον δ’ ἐκ βλεφάροιο μεμηνότος ἐστι νοῆσαι, ὅττι παρεγγυάᾳ μηκέτ’ ἄθεσμα λέγειν. 99. (244.) Εἰς εἰκόνα Σατύρου πρὸς τῇ ἀκοῇ τὸν αὐλὸν ἔχοντος καὶ ὥσπερ ἀκροωμένου. Αὐτομάτως, Σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει, ἢ τι παρακλίνας οὖας ἄγεις καλάμῳ; ἐς δὲ γελῶν σίγησεν· ἴσως δ’ ἂν φθέγξατο μῦθον, ἀλλ’ ὑπὸ τερπωλῆς εἴχετο ληθεδόνι. οὐ γὰρ κηρὸς ἔρυκεν ἑκὼν δ’ ἠσπάζετο σιγὴν, θυμὸν ὅλον τρέψας πηκτίδος ἀσχολίῃ.