93. (XI, 382.) Κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο, καὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων, νυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθὲν, καὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων· ἦλθε δὲ Καλλίγνωτος ὁ Κώϊος, ὁ πλατυλέσχης, τῆς παιωνιάδος πληθόμενος σοφίης, πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, οὐ τι περισσὸν ἄλλο προαγγέλλων, ἢ τὸ γενησόμενον. Ἀλκιμένους δ’ ἐδόκευεν ἀνάκλισιν, ἔκ τε προσώπου φράζετο, καὶ παλάμης ψαῦεν ἐπισταμένως. καὶ τὸ περὶ κρισίμων φαέων ἐλογίζετο γράμμα, πάντ’ ἀναπεμπάζων, οὐχ ἑχὰς Ἰπποκράτους. καὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνει σεμνοπροσωπήσας καὶ σοβαρευσάμενος. „εἴγε φάρυγξ βομβεῦσα, κὼ ἄγρια τύμματα πλευροῦ, κω πυρετῷ λήξῃ πνεῦμα δασυνόμενον, οὐκέτι τεθνήξει πλευρίτιδι, τοῦτο γὰρ ἡμῖν σύμβολον ἐσσομένης ἐστιν ἀπημοσύνης. θάρσει· τὸν νομικὸν δὲ κάλει, καὶ χρήματα σαυτοῦ εὖ διαθεὶς, βιότου λῆγε μεριμνοτόκου, καί με τὸν ἰητρὸν, προῤῥήσιος εἵνεκεν ἐσθλῆς, ἐν τριτάτη μοίρη κάλλιπε κληρονόμον.” ANTHOLOGIAE PLANUDEAE EPIGRAMMATA QUAE IN CODICE PALATINO NON REPERlUNTUR. 94. (36.) Εἰς εἰκόνα τινὸς σοφιστοῦ ἐν Περγάμῳ δοθεῖσαν ἐπὶ πρεσβείᾳ πολιτικὴ. Τὰς μὲν ὑπὲρ μύθων τε καὶ εὐτροχάλοιο μελίσσης εἰκόνας δηρὸν ὀφειλόμενος νῦν δ’ ὑπὲρ ἱδρώτων τε καὶ ἀστυόχοιο τῇδέ σε τῇ γραφίδι στήσαμεν, Ἡράκλαμον. εἰ δ’ ὀλίγον τὸ γέρας, μὴ μέμφεο· τοῖσδε γὰρ ἡμεῖς αἰεὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀμειβόμεθα. 95. (41.) Εἰς εἰκόνα ἀνατεθεῖσαν ἐν τοῖς Πλακιδίας ὑπὸ τῶν τοῦ νέου σκρινίου. Θωμᾶν, παμβασιλῆος ἀμεμφέα κηδεμονῆα, ἄνθεσαν οἱ τὸ νέον τάγμα μετερχόμενοι, θεσπεσίης ἄγχιστα συνωρίδος, ὄφρα καὶ αὐτῇ εἰκόνι χῶρον ἔχη γείτονα κοιρανίης. αὐτὸς γὰρ ζαθέοιο θρόνους ὕψωσε μελάθρου, πλοῦτον ἀεξήσας, ἀλλὰ μευ εὐσεβίης. εὔγνωμον τὸ πόνημα. τι γὰρ γραφὶς οἶδεν ὀπάσσαι, εἰ μὴ τοῖς ἀγαθοῖς μνῆστιν ὀφειλομένην; 96. (59.) Εἰς Βάκχην ἐν Βυζαντίῳ. Οὔπω ἐπισταμένην τάχα κίμβαλα χερσὶ Βάκχην αἰδομένην στήσατο λαοτύπος. οὕτω γὰρ προνένευκεν· ἔοικε δὲ τοῦτο βοώσῃ· „ἔξιτε, καὶ παταγῶ, μηδενὸς ἱσταμένου.”