90.* (XI, 372.) Lucillii in Anth. Plan. p.158. Σῶμα φέρων σκιοειδὲς, ἀδερκέι· σύμπνοον αὔρῃ, μὴ ποτε θαρσήσῃς ἄγχι τινὸς πελάσαι, μή τις ἔσω μυκτῆρος ἀναπνείων σε κομώσῃ, ἄσθματος ἠερίου πολλὸν ἀφαυρότερον. οὐ σὺ μόρον τρομέεις· τότε γὰρ πάλιν οὐδὲν ἄμειψας ἔσσεαι ὡσαύτως φάσμα, τόπερ τελέθεις 91.* (XI, 376.) Ammiani in Anth. Plan. p. 171. Ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼν, ἔγρετό μιν τοίης ἀμφὶ δικασπολίης· „ἡμετέρη θεράπαινα φύγεν ποτέ· τὴν δέ τις εὑρὼν, ἀλλοτρίην τ’ εἶναι λάτριν ἐπιστάμενος, ζεῦξεν ἑῷ θεράποντι· τέκεν δ’ ὑπὸ παῖδας ἐκείνῳ καὶ τινι δουλεύειν εἰσὶ δικαιότεροι;” ἐς δ’ ὅτε μερμήριξε, καὶ ἔδρακε βίβλον ἑκάστην, εἶπεν ἐπιστρέψας γυρὸν ἐπισκύνιον· „ἢ σοὶ, ἢ τῷ ἑλόντι τεὴν θεράπαιναν, ἀνάγκη δουλεύειν κείνους, ὧν χάριν ἐξερέεις δίζεο δ’ εὐμενέοντα δικασπόλον, αἶψα δ’ ἀποίσεις ψῆφον ἀρειοτέρην, εἴγε δίκαια λέγεις.” 92. (XI, 379.) Οὔ τις ἀλοιητῆρας ἰδεῖν ·τέτληκεν ὀδόντας ὑμετέρους, ἕνα σοῖς ἐν μεγάροις πελάσῃ· εἰ γὰρ ἀεὶ βούβρωστιν ἔχεις Ἐρυσίχθονος αὐτοῦ, ναὶ τάχα δαρδάψεις καὶ φίλον ὃν καλέεις. ἀλλ’ οὐ σεῖο μέλαθρά με δέξεται· οὐ γὰρ ἔγωγε βήσομαι ὑμετέρῃ γαστρὶ φυλαξόμενος. εἰ δέ ποτ’ ἐς τεὸν οἶκον ἐλεύσομαι, οὐ μέγ’ ἄνυσσεν Λαρτιάδης Σκύλλης χάσμασιν ἀντιάσας· ἀλλ’ ἔσομαι πολύτλας τις ἐγὼ πλέον, εἰ σὲ περήσω, Κύκλωπος κρυεροῦ μηδὲν ἐλαφρότερον. 93. (XI, 382.) Κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο, καὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων, νυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθὲν, καὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων· ἦλθε δὲ Καλλίγνωτος ὁ Κώϊος, ὁ πλατυλέσχης, τῆς παιωνιάδος πληθόμενος σοφίης, πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, οὐ τι περισσὸν ἄλλο προαγγέλλων, ἢ τὸ γενησόμενον. Ἀλκιμένους δ’ ἐδόκευεν ἀνάκλισιν, ἔκ τε προσώπου φράζετο, καὶ παλάμης ψαῦεν ἐπισταμένως. καὶ τὸ περὶ κρισίμων φαέων ἐλογίζετο γράμμα, πάντ’ ἀναπεμπάζων, οὐχ ἑχὰς Ἰπποκράτους. καὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνει σεμνοπροσωπήσας καὶ σοβαρευσάμενος. „εἴγε φάρυγξ βομβεῦσα, κὼ ἄγρια τύμματα πλευροῦ, κω πυρετῷ λήξῃ πνεῦμα δασυνόμενον, οὐκέτι τεθνήξει πλευρίτιδι, τοῦτο γὰρ ἡμῖν σύμβολον ἐσσομένης ἐστιν ἀπημοσύνης. θάρσει· τὸν νομικὸν δὲ κάλει, καὶ χρήματα σαυτοῦ εὖ διαθεὶς, βιότου λῆγε μεριμνοτόκου, καί με τὸν ἰητρὸν, προῤῥήσιος εἵνεκεν ἐσθλῆς, ἐν τριτάτη μοίρη κάλλιπε κληρονόμον.” ANTHOLOGIAE PLANUDEAE EPIGRAMMATA QUAE IN CODICE PALATINO NON REPERlUNTUR. 94. (36.) Εἰς εἰκόνα τινὸς σοφιστοῦ ἐν Περγάμῳ δοθεῖσαν ἐπὶ πρεσβείᾳ πολιτικὴ. Τὰς μὲν ὑπὲρ μύθων τε καὶ εὐτροχάλοιο μελίσσης εἰκόνας δηρὸν ὀφειλόμενος νῦν δ’ ὑπὲρ ἱδρώτων τε καὶ ἀστυόχοιο τῇδέ σε τῇ γραφίδι στήσαμεν, Ἡράκλαμον. εἰ δ’ ὀλίγον τὸ γέρας, μὴ μέμφεο· τοῖσδε γὰρ ἡμεῖς αἰεὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀμειβόμεθα.