89.* (XI, 365.) In Anth. Plan. p. 133. ἄδηλον Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε μίη, οἶκον Ἀριστοφάνους ἦλθεν ἐς ἀστρολόγου, ᾔτεε δ’ ἐξερέειν, εἴπερ θέρος αἴσιον αὐτῷ ἔσται, καὶ σταχύων ἄφθονος εὐπορίη. ὃς δὲ λαβὼν ψηφῖδας, ὑπὲρ πίνακός τε πυκάζων, δάκτυλά τε γνάμπτων, φθέγξατο Καλλιγένει· „εἴτερ ἐπομβρηθῇ τὸ ἀρούριον, ὅσσον ἀπόχρη, μηδέ τιν’ ὑλαίην τέξεται ἀνθοσύνην, μηδὲ πάγος ῥήξῃ τὴν αὔλακα, μηδὲ χαλάζῃ ἄκρον ἀποδρυφθῇ δράγματος ὀρνυμένου, μηδὲ νεβροὶ κείρωσι τὰ λήι·α, μηδέ τιν’ ἄλλην ἠέρος ἢ γαίης ὄψεται ἀμπλακίην, ἐσθλόν σοι τὸ θέρος μαντεύομαι, εὖ δ’ ἀποκόψεις τοὺς στάχυας· μούνας δείδιθι τὰς ἀκρίδας.” 90.* (XI, 372.) Lucillii in Anth. Plan. p.158. Σῶμα φέρων σκιοειδὲς, ἀδερκέι· σύμπνοον αὔρῃ, μὴ ποτε θαρσήσῃς ἄγχι τινὸς πελάσαι, μή τις ἔσω μυκτῆρος ἀναπνείων σε κομώσῃ, ἄσθματος ἠερίου πολλὸν ἀφαυρότερον. οὐ σὺ μόρον τρομέεις· τότε γὰρ πάλιν οὐδὲν ἄμειψας ἔσσεαι ὡσαύτως φάσμα, τόπερ τελέθεις 91.* (XI, 376.) Ammiani in Anth. Plan. p. 171. Ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼν, ἔγρετό μιν τοίης ἀμφὶ δικασπολίης· „ἡμετέρη θεράπαινα φύγεν ποτέ· τὴν δέ τις εὑρὼν, ἀλλοτρίην τ’ εἶναι λάτριν ἐπιστάμενος, ζεῦξεν ἑῷ θεράποντι· τέκεν δ’ ὑπὸ παῖδας ἐκείνῳ καὶ τινι δουλεύειν εἰσὶ δικαιότεροι;” ἐς δ’ ὅτε μερμήριξε, καὶ ἔδρακε βίβλον ἑκάστην, εἶπεν ἐπιστρέψας γυρὸν ἐπισκύνιον· „ἢ σοὶ, ἢ τῷ ἑλόντι τεὴν θεράπαιναν, ἀνάγκη δουλεύειν κείνους, ὧν χάριν ἐξερέεις δίζεο δ’ εὐμενέοντα δικασπόλον, αἶψα δ’ ἀποίσεις ψῆφον ἀρειοτέρην, εἴγε δίκαια λέγεις.” 92. (XI, 379.) Οὔ τις ἀλοιητῆρας ἰδεῖν ·τέτληκεν ὀδόντας ὑμετέρους, ἕνα σοῖς ἐν μεγάροις πελάσῃ· εἰ γὰρ ἀεὶ βούβρωστιν ἔχεις Ἐρυσίχθονος αὐτοῦ, ναὶ τάχα δαρδάψεις καὶ φίλον ὃν καλέεις. ἀλλ’ οὐ σεῖο μέλαθρά με δέξεται· οὐ γὰρ ἔγωγε βήσομαι ὑμετέρῃ γαστρὶ φυλαξόμενος. εἰ δέ ποτ’ ἐς τεὸν οἶκον ἐλεύσομαι, οὐ μέγ’ ἄνυσσεν Λαρτιάδης Σκύλλης χάσμασιν ἀντιάσας· ἀλλ’ ἔσομαι πολύτλας τις ἐγὼ πλέον, εἰ σὲ περήσω, Κύκλωπος κρυεροῦ μηδὲν ἐλαφρότερον.