80. (X, 64.) Ἦ ῥά γε ποῦ τὸ φρύαγμα τὸ τηλίκον; οἱ δὲ περισσοὶ πῆ ἔβαν ἐξαίφνης ἀγχίποροι κόλακες; νῦν γὰρ ἑκὰς πτόλιος φυγὰς ᾤχεο· τοῖς πρότερον δὲ οἰκτροῖς τὴν κατὰ σοῦ ψῆφον ἔδωκε Τύχη. πολλὴ σοι, κλυτοεργὲ Τύχη, χάρις, οὕνεχ’ ὁμοίως πάντας ἀεὶ παίζεις, κεἰσέτι τερπόμεθα. 81. (X, 66.) Εὖτέ τις ἐκ πενίης πλούτου τύχοι, ἠδὲ καὶ ἀρχῆς, οὐκέτι γιγνώσκει τις πέλε τὸ πρότερον. τήν ποτε γὰρ φιλίην ἀπαναίνεται. ἀφρονέων δὲ, τέρψιν ὀλισθηρῆς οὐ δεδάηκε Τύχης. ἦς ποτε γὰρ πτωχὸς ταλαπείριος οὐκ ἐθέλεις δὲ, αἰτίσσας ἀκόλους, νῦν ἑτέροις παρέχειν. πάντα, φίλος, μερόπεσσι παρέρχεται· εἰ δ’ ἀπιθήσεις, ἔμπαλιν αἰτίζων, μάρτυρα σαυτὸν ἔχοις. 82. (X, 68) Καλὸν μὲν στυγόδεμνον ἔχειν νόον· εἰ δ’ ἄρ’ ἀνάγκη, ἀρσενικὴ φιλότης μήποτέ σε κλονέοι. θηλυτέρας φιλέειν ὀλίγον κακὸν, οὕνεκα κείναις Κυπριδίους ὀάρους πότνα δέδωκε φύσις. δέρκεο τῶν ἀλόγων ζώων γένος· ἦ γὰρ ἐκείνων οὐδὲν ἀτιμάζει θέσμια συζυγίης. ἄρσενι γὰρ θήλεια συνάπτεται. οἱ δ’ ἀλεγεινοὶ ἄνδρες ἐς ἀλλήλους ξεῖνον ἄγουσι γάμον. 83. (X, 69.) Τὸν θάνατον τί φοβεῖσθε, τὸν ἡσυχίης γενετῆρα, τὸν παύοντα νόσους καὶ πενίης ὀδύνας; μοῦνον ἅπαξ θνητοῖς παραγίγνεται, οὐδέ ποτ’ αὐτὸν εἶδέν τις θνητῶν δεύτερον ἐρχόμενον. αἱ δὲ νόσοι πολλαὶ καὶ ποικίλαι, ἄλλοτ’ ἐπ’ ἄλλων ἐρχόμεναι θνητῶν, καὶ μεταβαλλόμεναι. ΕΠΙΓΡ ΑΜΜΑΤΑ ΣΚΩΠΤΙΚΑ. 84. (XI, 57.) Γαστέρα μὲν σεσάλακτο γέρων εὐωδεῖ βακχῶ Οἰνοπίων, ἔμπης δ’ οὐκ ἀπέθηκε δέπας. ἀλλ’ ἔτι διψώων ἰδίῃ κατεμέμφετο χειρὶ, ὡς ἀπὸ κρητῆρος μηδὲν ἀφυσσαμένῃ. οἱ δὲ νέοι ῥέγχουσι, καὶ οὐ σθένος οὐδ’ ἀπ’ ἀριθμοῦ τὰς κύλικας γνῶναι τὰς ἔτι πινομένας. πῖνε, γέρον, καὶ ζῆθι· μάτην δ’ ἄρα θεῖος Ὄμηρος τείρεσθαι πολιὴν ἐκ νεότητος ἔφη.