77.* (IX, 768.) Pauli Silentiarii apud Brunckium. Εἰς τὸ αὐτό. Παιγνία μὲν τάδε πάντα· Τύχης δ’ ἐτερότροπος ὁρμὴ ταῖς ἀλόγοις ταύταις ἐμφέρεται βολίσιν. καὶ βροτέου βιότου σφαλερὸν μίμημα νοήσεις, νῦν μὲν ὑπερβάλλων, νῦν δ’ ἀπολειπόμενος. αἰνέομεν δὴ κεῖνον, ὃς ἐν χύβῳ τε κύβῳ τε χάρματι καὶ λύπη μέτρον ἐφηρμόσατο. 78.* (IX, 769.) Pauli Silentiarii apud Brunckium. Εἰς τὸ αὐτό. Τοῖς μὲν πρηυνόοις τάδε παίγνια· τοῖς δ’ ἀκολάστοις λύσσα καὶ ἀμπλακίη καὶ πόνος αὐτόματος. ἀλλὰ σὺ μὴ λέξῃς τι θεημάχον ὕστατος ἕρπων, μηδ’ ἀναροιβδήσῃς ῥινοβόλῳ πατάγῳ. δεῖ γὰρ μήτε πονεῖν ἐν ἀθύρμασι, μήτε τι παίζειν ἐν σπουδῇ. καιρῷ δ’ ἴσθι νέμειν τὸ πρέπον, ΕΠΙΓΡΑΜΜΑΤΑ ΠΡΟΤΡΕΠΤΙΚΑ. 79. (X, ,4.) Εὔδια μὲν πόντος πορφύρεται· οὐ γὰρ ἀήτης κύματα λευκαίνει φρικὶ χαρασσόμενα. οὐκέτι δὲ σπιλάδεσσι περικλασθεῖσα θάλασσα ἔμπαλιν ἀντωπὸς πρὸς βάθος εἰσάγεται. οἱ ζέφυροι πνείουσιν· ἐπιτρύζει δὲ χελιδὼν κάρφεσι κολλητὸν πη·ξαμένη θάλαμον. θάρσει ναυτιλίης ἐμπείραμε, κἂν παρὰ Σύρτιν, κἂν παρὰ Σικελικὴν ποντοπορῇς κροκάλην. μοῦνον ἐνορμίταο παραὶ βωμοῖσι Πριήπου ἢ σκάρον, ἢ βῶκας φλέξον ἐρευθομένους. 80. (X, 64.) Ἦ ῥά γε ποῦ τὸ φρύαγμα τὸ τηλίκον; οἱ δὲ περισσοὶ πῆ ἔβαν ἐξαίφνης ἀγχίποροι κόλακες; νῦν γὰρ ἑκὰς πτόλιος φυγὰς ᾤχεο· τοῖς πρότερον δὲ οἰκτροῖς τὴν κατὰ σοῦ ψῆφον ἔδωκε Τύχη. πολλὴ σοι, κλυτοεργὲ Τύχη, χάρις, οὕνεχ’ ὁμοίως πάντας ἀεὶ παίζεις, κεἰσέτι τερπόμεθα.