73. (IX, 665.) Εἶξον ἐμοὶ Δάφνης ἱερὸν κλέτας, ἔκτοθι πόντου κείμενον, ἀγραύλου κάλλος ἐρημοσύνης. ἐνθάδε γὰρ Νύμφαι δενδρίτιδες, αἵ τ’ ἐνὶ πόντῳ Νηρείδες ξυνὴν θέντο συνηλυσίην. ἀμφ’ ἐμὲ γὰρ μάρναντο· δίκασσε δὲ Κυανοχαίτης, καί με παρ’ ἀμφοτέραις μέσσον ἔθηκεν ὅρον. 74.* ΙΧ, 677.) Τεῦξε με πολλὰ καμὼν Μουσώνιος, οἶκον ἀγητὸν τηλίκον, ἀρκτῴοις ἄσθμασι βαλλόμενον. ἔμπης οὐκ ἀπέειπεν ἀφεγγέα δώματα Μοίρης, ἀλλά με καλλείψας ἐν χθονὶ ναιετάει. καὶ ῥ’ ὁ μὲν εἰς ὀλίγην κεῖται κόνιν· ἡ δὲ περισσὴ τέρψις ἔπι ξείνοις ἀνδράσιν ἐκκέχυμαι. 75.* (IX, 766.) Anth. Plan. p. 377. HSt. ἄδηλον Εἰς κωνωπεῶνα. πλέγμασι μὶν σκοπός ἐστι περισφίγξαι πετεηνῶν ἔθνεα, καὶ ταχινοὺς ἔνδοθεν ὀρταλίχους· αὐτὰρ ἐγὼ σεύειν ἐπιτέρπομαι, οὐδὲ καλύπτω ἔνδοθεν, ἀλλ’ εἴργω μᾶλλον ἐπειγομένους. οὐδέ μέ τις λήσειε, καὶ εἰ βραχὺς ἔπλετο, κώνωψ ἡμετέρης διαδὺς πλέγμα λινοστασίης. Ὀρνεαὶ που σώζω· μερόπεσσι δὲ λέκτρα φυλάσσω. ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος; 76.* (IX, 767.) Anth. Plan. p. 377. HSt. ἄδηλον; a Brunckio Paulo Silentiario tributum. Εἰς τάβλαν. Ἑξόμενος μὲν τῇδε παρ’ εὐλάϊγγι τραπέζῃ παιγνία κινήσεις τερπνὰ βολοκτυπίης. μήτε δὲ νικήσας μεγαλίζεο, μήτ’ ἀπολειφθεὶς ἄχνυσο, τὴν ὀλίγην μεμφόμενος βολίδα. καὶ γὰρ ἐπὶ σμικροῖσι νόος διαφαίνεται ἀνδρός· καὶ κύβος ἀγγέλλει βένθος ἐχεφροσύνης.