70. (IX, 644.) Εἰς τὸ αὐτο. Εὖγε μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεὶ μίμνειν καὶ σκαπάνης ἄλγεα καὶ πενιης· λιτὰ δέ σοι κὼ δεῖπνα, καὶ ἐν ξυλόχοισι καθεύδεις, ὕδατος ἐμπλήσας λαιμὸν ἀμετροπότην. ἔμπης ἀρτίπος ἐσσι, κω ἐνθάδε βαιὰ καθεσθεὶς αὐτίκα γαστέρα σὴν θῆκας ἐλαφροτάτην. οὐδὲ καταψήχεις ἱερὴν ῥάχιν, οὐδέ τι μηροὺς τύπτεις, αὐτομάτως φόρτον ἀπωσάμενος. τλήμονες οἱ πλουτοῦντες, ἰδ’ οἱ κείνοισι συνόντες, οἶς πλέον ἀρτεμίης εὔαδεν εἰλαπίνη. 71. (IX, 653.) Εἰς οἶκον κείμενον ἐν ὕψει έν Βυζαντίῳ. „Τῆς ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν” ἔννεπεν Ἀσκραῖος, δῶμα τόδε προλέγων, κλίμακα γὰρ ταναὴν περόων κεκαφηότι ταρσῷ, ἱδρῶτι πλαδαρὴν ἀμφεδίηνα κόμην· ὑψόθι δ᾿ εἰσενόησα θαλασσαίην περιωπήν. ναὶ τάχα τῆς Ἀρετῆς πιστότατος θάλαμος. 72. (IX, 662.) Χῶρος ἐγὼ τοπρὶν μὲν ἔην στυγερωπὸς ἰδέσθαι, πηλοδόμοις τοίχοις ἀμφιμεριζόμενος· ἐνθάδε δὲ ξείνων τε καὶ ἐνδαπίων καὶ ἀγροίκων νηδὺς ἐπεγδούπει λύματα χευομένη. ἀλλὰ πατήρ με πόληος ἐναλλάξας Ἀγαθίας, θῆκεν ἀρίζηλον τὸν πρὶν ἀτιμότατον. 73. (IX, 665.) Εἶξον ἐμοὶ Δάφνης ἱερὸν κλέτας, ἔκτοθι πόντου κείμενον, ἀγραύλου κάλλος ἐρημοσύνης. ἐνθάδε γὰρ Νύμφαι δενδρίτιδες, αἵ τ’ ἐνὶ πόντῳ Νηρείδες ξυνὴν θέντο συνηλυσίην. ἀμφ’ ἐμὲ γὰρ μάρναντο· δίκασσε δὲ Κυανοχαίτης, καί με παρ’ ἀμφοτέραις μέσσον ἔθηκεν ὅρον. 74.* ΙΧ, 677.) Τεῦξε με πολλὰ καμὼν Μουσώνιος, οἶκον ἀγητὸν τηλίκον, ἀρκτῴοις ἄσθμασι βαλλόμενον. ἔμπης οὐκ ἀπέειπεν ἀφεγγέα δώματα Μοίρης, ἀλλά με καλλείψας ἐν χθονὶ ναιετάει. καὶ ῥ’ ὁ μὲν εἰς ὀλίγην κεῖται κόνιν· ἡ δὲ περισσὴ τέρψις ἔπι ξείνοις ἀνδράσιν ἐκκέχυμαι.