69. (IX, 643.) Εἰς τὸ αὐτό. Τι στενάχεις κεφαλὴν κεκακωμένος; ἐς τι δὲ παρὰ οἰμώζεις, μελέων πάγχυ βαρυνομένων; ἐς τι δὲ γαστέρα σεῖο ῥαπίσμασιν ἀμφιπατάσσεις, ἐκθλίψαι δοκέων μάστακος ἐργασίην; μόχθων τοσσατίων οὔ σοι χρέος, εἰ παρὰ δαιτὶ μὴ τοῦ ἀναγκαίου πουλὺ παρεξετάθης, ἀλλ’ ἐπὶ μὲν στιβάδος φρονέεις μέγα, καὶ στόμα τέρπεις βρώμασιν, εὐτυχίην κεῖνα λογιζόμενος· ἐνθάδε δ’ ἀσχάλλεις· μούνη δ’ ἀλιτήματα λαιμοῦ ἡ γαστὴρ τίνει πολλάκι τυπτομένη. 70. (IX, 644.) Εἰς τὸ αὐτο. Εὖγε μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεὶ μίμνειν καὶ σκαπάνης ἄλγεα καὶ πενιης· λιτὰ δέ σοι κὼ δεῖπνα, καὶ ἐν ξυλόχοισι καθεύδεις, ὕδατος ἐμπλήσας λαιμὸν ἀμετροπότην. ἔμπης ἀρτίπος ἐσσι, κω ἐνθάδε βαιὰ καθεσθεὶς αὐτίκα γαστέρα σὴν θῆκας ἐλαφροτάτην. οὐδὲ καταψήχεις ἱερὴν ῥάχιν, οὐδέ τι μηροὺς τύπτεις, αὐτομάτως φόρτον ἀπωσάμενος. τλήμονες οἱ πλουτοῦντες, ἰδ’ οἱ κείνοισι συνόντες, οἶς πλέον ἀρτεμίης εὔαδεν εἰλαπίνη. 71. (IX, 653.) Εἰς οἶκον κείμενον ἐν ὕψει έν Βυζαντίῳ. „Τῆς ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν” ἔννεπεν Ἀσκραῖος, δῶμα τόδε προλέγων, κλίμακα γὰρ ταναὴν περόων κεκαφηότι ταρσῷ, ἱδρῶτι πλαδαρὴν ἀμφεδίηνα κόμην· ὑψόθι δ᾿ εἰσενόησα θαλασσαίην περιωπήν. ναὶ τάχα τῆς Ἀρετῆς πιστότατος θάλαμος. 72. (IX, 662.) Χῶρος ἐγὼ τοπρὶν μὲν ἔην στυγερωπὸς ἰδέσθαι, πηλοδόμοις τοίχοις ἀμφιμεριζόμενος· ἐνθάδε δὲ ξείνων τε καὶ ἐνδαπίων καὶ ἀγροίκων νηδὺς ἐπεγδούπει λύματα χευομένη. ἀλλὰ πατήρ με πόληος ἐναλλάξας Ἀγαθίας, θῆκεν ἀρίζηλον τὸν πρὶν ἀτιμότατον.