65. (IX, 619) Εἰς λουτρὸν έν Βυζαντίῳ ἔχον Ἀφροδίτην λουομένην. Νῦν ἔγνων, Κυθέρεια, πόθεν νίκησας ἀγῶνα, τὴν πρὶν Ἀλεξάνδρου ψῆφον ὑφαρπαμένη. ἐνθάδε γὰρ τέγγουσα τεὸν δέμας, εὗρες ἐλέγξαι Ἥρην Ἰναχίοις χεύμασι λουσαμένην. νίκησεν τὸ λοετρόν· ἔοικε δὲ τοῦτο Παλλάς· ἐνικήθην ὕδασιν, οὐ Παφίῃ.” 66. (IX, 63 1.) Εἰς τὰ θερμὰ τὰ Ἀγαμεμνόνια έν Σμύρνη. Χῶρος ἐγὼ Δαναοῖς μεμελημένος, ἔνθα μολόντες τῆς Ποδαλειρείης ἐξελάθοντο τέχνης. ἔλκεα γὰρ μετὰ δῆριν ἐμοῖς ἀκέσαντο ῥεέθροις, βαρβαρικῆς λόγχης ἰὸν ἀπωσάμενοι. ἔνθεν ἀε·ξήθην ὀροφηφόρος· ἀντὶ δὲ τίμης τὴν Ἀγαμεμνονέην εὗρον ἐπωνυμίην. 67. (IX, 641.) Εἰς γέφυραν τοῦ Σαγγαρίου. Καἰ σὺ μεθ᾿ Ἑσπερίην ὑψαύχενα, καὶ ἔθνεα, καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην, Σαγγάριε, κρατερῇσι ῥοὰς ἀψῖσι πεδηθεὶς, αὐτὸς ἐδουλώθης κοιρανικῇ παλάμῃ. ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρὴς, κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ. 68. (IX, 642.) Εἰς σωτήρια έν Μυρίνῃ ἐκ προαστείῳ. Πᾶν τὸ βροτῶν σπατάλημα καὶ ἡ πολύολβος ἐδωδὴ ἐνθάδε κρινομένη τὴν πρὶν ὄλεσσε χάριν. οἱ γὰρ φασιανοί τε καὶ ἰχθύες, αἵ τ’ ὑπὲρ ἴγδιν τρίψιες, ἥ τε τόση βρωματομιξαπάτη, γίγνεται ἐνθάδε κόπρος· ἀποσσεύει δ’ ἄρα γαστὴρ ὁππόσα πειναλέη δέξατο λαυκανίη. ὀψὲ δὲ γιγνώσκει τις, ὅτ’ ἄφρονα μῆτιν ἀείρων χρυσοῦ τοσσατίου τὴν κόνιν ἐπρίατο. 69. (IX, 643.) Εἰς τὸ αὐτό. Τι στενάχεις κεφαλὴν κεκακωμένος; ἐς τι δὲ παρὰ οἰμώζεις, μελέων πάγχυ βαρυνομένων; ἐς τι δὲ γαστέρα σεῖο ῥαπίσμασιν ἀμφιπατάσσεις, ἐκθλίψαι δοκέων μάστακος ἐργασίην; μόχθων τοσσατίων οὔ σοι χρέος, εἰ παρὰ δαιτὶ μὴ τοῦ ἀναγκαίου πουλὺ παρεξετάθης, ἀλλ’ ἐπὶ μὲν στιβάδος φρονέεις μέγα, καὶ στόμα τέρπεις βρώμασιν, εὐτυχίην κεῖνα λογιζόμενος· ἐνθάδε δ’ ἀσχάλλεις· μούνη δ’ ἀλιτήματα λαιμοῦ ἡ γαστὴρ τίνει πολλάκι τυπτομένη.