60. (IX, 155.) Εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε, μή με γελάσσῃς· οὐ γὰρ ἐμοὶ μούνῃ ταῦτα τέλεσσε τύχη. εἰ δέ τις ἐξ Ασίης, μὴ πένθεε· Δαρδανικοῖς γὰρ σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις. εἰ δὲ θεῶν τεμένη, καὶ τείχεα, καὶ ναετῆρας ζηλήμων δηίων ἐξεκένωσεν ἄρης, εἰμὶ πάλιν βασίλεια· σὺ δ’, ὦ τέκος, ἄτρομε Ῥώμη, βάλλε γᾶν Ἑλλήνων σῆς ζυγόδεσμα δίκης. 61. (IX, 154.) Ἱλήκοις, πολιοῦχε, σὲ μὶν χρυσαυγέι· νηῷ, ὡς θέμις, ἡ τλήμων Ἴλιος ἠγασάμην. ἀλλὰ σύ με προλέλοιπας ἑλώριον· ἀντὶ δὲ μήλου πᾶσαν ἀπεδρέψω τείχεος ἀγλαίην. ἄρκιον ἦν θνήσκειν τὸν βουκόλον· εἰ γὰρ ἄθεσμος ἔπλετο, τῆς πάτρης οὐκ ἀλίτημα τόδε. 62. ΙΧ, 204.) Μή με τὸν Αἰάντειον ἀνοχμάσσειας, ὁδῖτα, πέτρον, ἀκοντιστὴν στήθεος Ἑκτορέου. εἰμὶ μέλας τρηχύς τε· σὺ δ’ εἴρεο θεῖον Ὅμηρον, πῶς τὸν Πριαμίδην ἐξεκύλισα πέδῳ, νῦν δὲ μόλις βαιόν με παροχλίζουσιν ἀρούρης ἄνθρωποι, γενεῆς αἴσχεα λευγαλέης· ἀλλά μέ τις κρύψειεν ὑπὸ χθονός· αἰδέομαι γὰρ παίγνιον οὐτιδανοῖς ἀνδράσι γιγνόμενος. 63. (IX, 442.) Γριπεύς τις μογέεσκεν ἐπ’ ἰχθύσι· τὸν δ’ ἐσιδοῦσα εὐκτέανος κούρη θυμὸν ἔκαμνε πόθῳ, καί μιν θῆγε σύνευνον. ὁ δ’ ἐκ βιότοιο πενιχροῦ δέξατο παντοίης ὄγκον ἀγηνορίης. ἡ δὲ Τύχη γελόωσα παρίστατο, καὶ ποτὶ Κύπριν, „οὐ τεὸς οὗτος ἀγὼν, ἀλλ’ ἐμός ἐστιν” ἔφη. 64. (IX, 432.) Εἰς τὰ λυτὰ Ζήνωνος τοῦ βασιλέως. Οὐτιδανοὶ μερόπων, εἰ καὶ μέγα ῥέξαμεν ἔργον, οὔτινος εἰς μνήμην δηρὸν ἐπερχόμεθα· οἱ δ’ ἀγαθοὶ, κἠν μηδὲν, ἀναπνεύσωσι δὲ μοῦνον, ὡς Λίβυς εἶπεν ἀνὴρ, τοῦτ’ ἀδάμαντι δήποτε γὰρ Ζήνωνα πολισσοῦχον βασιλῆα παίγνιον ἀφράστων ἐκτελέοντα κύβων, τοίη ποικιλότευκτος ἕλεν θέσις, εὖτ’ ἀπὸ λευκοῦ, τοῦ καὶ ὀπισθιδίην εἰς ὁδὸν ἐρχομένου. ἑπτὰ μὲν ἕντος ἔχεν, μίαν εἴνατος· αὐτὰρ ὁ σουμμος δισσὰς ἀμφιέπων ἶσος ἔην δεκάτῳ· ὅς τε πέλει μετὰ σοῦμμον ἔχεν δύο, μουνάδα δ’ ἄλλην ψῆφον τὴν πυμάτην ἀμφιέπεσκε δίβος· ἀλλὰ μέλας δισσὰς μὲν ἐν ὀγδοάτῳ λίπε χώρῳ, καὶ τόσσας ἑτέρας ἐς θέσιν ἑνδεκάτην. ἀμφὶ δυωδέκατον δὲ διέπρεπον εἴκελοι ἄλλαι, καὶ τρισκαιδεκάτῳ ψῆφος ἔκειτο μία· δίζυγες Ἀντίγονον διεκόσμεον· ἀλλὰ καὶ αὐτῶ ἶσος ἔμιμνε τύπος πεντεπικαιδεκάτῳ, ὀκτωκαιδεκάτω πανομοίιος· εἰσέτι δ’ ἄλλας εἶχεν διχθαδίας τέτρατος ἐκ πυμάτου. αὐτὰρ ἄναξ λευκοῖο λαχὼν σημήϊα πεσσοῦ, καὶ τὴν ἐσσομένην οὐ νοέων παγίδα, τριχθαδίας ἀδόκητα βαλὼν ψηφῖδας ἀπ’ ἠθμοῦ πύργου δουρατέου κλίμακι κευθομένῃ, δοιὰ καὶ ἲξ καὶ πέντε κατήγαγεν· αὐτίκα δ’ ὀκτὼ ἄζυγας εἶχεν ὅλας πρόσθε μεριζομένας. τάβλην φεύγετε πάντες, ἐπεὶ καὶ κοίρανος αὐτὸς κείνης τὰς ἀλόγους οὐχ ὑπάλυξε τύχας.