57.* (VII, 614.) Ἑλλανὶς τριμάκαιρα, καἰ ἁ χαρίεσσα Λάμαξις ἤστην μὲν πάτρας φέγγεα Λεσβιάδος. ὅκκα δ’ Ἀθηναίῃσι σὺν ὁλκάσιν ἐνθάδε τὰν Μιτυληναίαν γᾶν ἀλάπαξε Πάχης, τᾶν κουρᾶν ἀδίκως ἠράσσατο, τὼς δὲ συνεύνως ἔκτανεν, ὡς τήνας τῇδε βιησόμενος. τὼ δὲ κατ’ Αἰγαίοιο ῥόου πλατὺ λαῖτμα φερέσθην, καὶ ποτὶ τὰν κραναὰν Μοψοπίαν δραμέτην· δάμῳ δ’ ἀγγελέτην ἀλιτήμονος ἔργα Πάχητος, μέσφα μιν εἰς ὀλοὴν κῆρα συνηλασάτην. τοῖα μὲν, ὠ κούρα, πεπονήκατον· ἂψ δ’ ἐπὶ πάτραν ἤκετον, ἐν δ’ αὐτᾷ κεῖσθον ἀποφθιμένα· εὖ δὲ πόνων ἀπόνασθον, ἐπεὶ ποτὶ σᾶμα συνεύνων εὕδετον, ἐς κλεινᾶς μνᾶμα σαοφροσύνας· ὑμνεῦσιν δ’ εντι πάντες ὁμόφρονας ἡρωίνας, πάτρας καὶ ποσίων πήματα τισαμένας. ΕΠΙΓΡΑΜΜΑΤΑ ΕΠΙΔΕΙΚΤΙΚΑ. 58. (IX, 152.) Ἅδε ποθ’ ἁ κλεινὰ Πριάμου πόλις, ἃν ἀλαπάξαι Ἑλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρης ἀμφαδὸν, ἀλλ’ ἵπποιο κακὸν ξύλον. αἴθε δ’ Ἐπειὸς κάτθανε, πρὶν τεῦξαι δουρατέαν παγίδα. οὐ γὰρ ἂν, Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ, οὕτω ἐφ’ ἁμετέροις λάεσιν ἠριπόμαν. 59. (IX, 153.) Ὡ πόλι, πῆ σέο κεῖνα τὰ τείχεα; πῆ νηοί; πῆ δὲ βοῶν κράατα τεμνομένων; πῆ Παφίης ἀλάβαστρα, καὶ ἡ πάγχρυσος ἐφεστρίς; πῆ δὲ Τριτογενοῦς δείκελον ἐνδαπίης; πάντα μόθος, χρονίη τε χύσις, καὶ Μοῖρα κραταιὴ ἥρπασεν, ἀλλοίην ἀμφιβαλοῦσα τύχην· καί σε τόσον νίκησε βαρὺς φθόνος. ἀλλ’ ἄρα μοῦνον οὔνομα σὸν κρύψαι καὶ κλέος οὐ δύναται. 60. (IX, 155.) Εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε, μή με γελάσσῃς· οὐ γὰρ ἐμοὶ μούνῃ ταῦτα τέλεσσε τύχη. εἰ δέ τις ἐξ Ασίης, μὴ πένθεε· Δαρδανικοῖς γὰρ σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις. εἰ δὲ θεῶν τεμένη, καὶ τείχεα, καὶ ναετῆρας ζηλήμων δηίων ἐξεκένωσεν ἄρης, εἰμὶ πάλιν βασίλεια· σὺ δ’, ὦ τέκος, ἄτρομε Ῥώμη, βάλλε γᾶν Ἑλλήνων σῆς ζυγόδεσμα δίκης.