55. (VII, 602.) Εὐστάθιε, γλυκερὸν μὲν ἔχεις τύπον· ἀλλά σε κηρὸν δέρκομαι, οὐδ’ ἔτι σοι κεῖνο τὸ λαρὸν ἔπος ἔζεται ἐν στομάτεσσι· τεὴ δ’ εὐάνθεμος ἥβη αἲ αἰ, μαψιδίη νῦν χθονός ἐστι κόνις. πέμπτου καὶ δεκάτου γὰρ ἐπιψαύσας ἐνιαυτοῦ, τετράκις ἓξ μούνους ἔδρακες ἠελίους οὐδὲ τεοῦ πάππου θρόνος ἤρκεσεν, οὐ γενετῆρος ὄλβος· πᾶς δὲ τεὴν εἰκόνα δερκόμενος τὴν ἄδικον Μοῖραν καταμέμφεται, οὕνεκα τοίην, ἆμέγα νηλειὴς, ἔσβεσεν ἀγλαΐην. 56. (VII, 612.) Φεῦ, φεῦ, τὴν δεκάτην Ἑλικωνίδα, τὴν λυραοιδὸν Ῥώμης καὶ Φαρίης, ἥδε κέκευθε κόνις. ὤλετο φορμίχχων τερετίσματα, λῆξαν ἀοιδᾶι; ὥσπερ Ἰωάννη πάντα συνολλύμενα. καὶ τάχα θωμὸν ἔθηκαν ἐπάξιον ἐννέα Μοῦσαι, τύμβον Ἰωάννης ἀνθ᾿ Ἑλικῶνος ἔχειν. 57.* (VII, 614.) Ἑλλανὶς τριμάκαιρα, καἰ ἁ χαρίεσσα Λάμαξις ἤστην μὲν πάτρας φέγγεα Λεσβιάδος. ὅκκα δ’ Ἀθηναίῃσι σὺν ὁλκάσιν ἐνθάδε τὰν Μιτυληναίαν γᾶν ἀλάπαξε Πάχης, τᾶν κουρᾶν ἀδίκως ἠράσσατο, τὼς δὲ συνεύνως ἔκτανεν, ὡς τήνας τῇδε βιησόμενος. τὼ δὲ κατ’ Αἰγαίοιο ῥόου πλατὺ λαῖτμα φερέσθην, καὶ ποτὶ τὰν κραναὰν Μοψοπίαν δραμέτην· δάμῳ δ’ ἀγγελέτην ἀλιτήμονος ἔργα Πάχητος, μέσφα μιν εἰς ὀλοὴν κῆρα συνηλασάτην. τοῖα μὲν, ὠ κούρα, πεπονήκατον· ἂψ δ’ ἐπὶ πάτραν ἤκετον, ἐν δ’ αὐτᾷ κεῖσθον ἀποφθιμένα· εὖ δὲ πόνων ἀπόνασθον, ἐπεὶ ποτὶ σᾶμα συνεύνων εὕδετον, ἐς κλεινᾶς μνᾶμα σαοφροσύνας· ὑμνεῦσιν δ’ εντι πάντες ὁμόφρονας ἡρωίνας, πάτρας καὶ ποσίων πήματα τισαμένας. ΕΠΙΓΡΑΜΜΑΤΑ ΕΠΙΔΕΙΚΤΙΚΑ. 58. (IX, 152.) Ἅδε ποθ’ ἁ κλεινὰ Πριάμου πόλις, ἃν ἀλαπάξαι Ἑλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρης ἀμφαδὸν, ἀλλ’ ἵπποιο κακὸν ξύλον. αἴθε δ’ Ἐπειὸς κάτθανε, πρὶν τεῦξαι δουρατέαν παγίδα. οὐ γὰρ ἂν, Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ, οὕτω ἐφ’ ἁμετέροις λάεσιν ἠριπόμαν. 59. (IX, 153.) Ὡ πόλι, πῆ σέο κεῖνα τὰ τείχεα; πῆ νηοί; πῆ δὲ βοῶν κράατα τεμνομένων; πῆ Παφίης ἀλάβαστρα, καὶ ἡ πάγχρυσος ἐφεστρίς; πῆ δὲ Τριτογενοῦς δείκελον ἐνδαπίης; πάντα μόθος, χρονίη τε χύσις, καὶ Μοῖρα κραταιὴ ἥρπασεν, ἀλλοίην ἀμφιβαλοῦσα τύχην· καί σε τόσον νίκησε βαρὺς φθόνος. ἀλλ’ ἄρα μοῦνον οὔνομα σὸν κρύψαι καὶ κλέος οὐ δύναται.