53. (VII, 593.) Τὰν πάρος ἀνθήσασαν ἐν ἀγλαίᾳ καὶ ἀοιδᾷ, τὰν πολυκυδίστου μνάμονα θεσμοσύνας, Εὐγενίαν κρύπτει χθονία κόνις· αἱ δ’ ἐπὶ κείραντο πλοκάμους Μοῦσα, Θέμις, Παφίη. 54. (VII, 596.) Ἐπὶ Θεοδότῳ τῷ γαμβρῷ, ἐπ᾿ ἐχθρὰ τῆς ἰδίας γαμέτης. Ναὶ μὰ τὸν ἐν γαίη πύματον δρόμον, οὕτ᾿ ἔμ’ ἔστυγεν, οὔτ’ αὐτὸς Θεόδοτος Εὐγενίης ἐχθρὸς ἑκὼν γενόμην. ἀλλὰ φθόνος ἠέ τις ἄτη ἡμέας ἐς τόσσην ἤγαγεν ἀμπλακίην. νῦν δ’ ἐπὶ Μινῴην καθαρὴν κρηπῖδα μολόντες, ἀμφότεροι λευκὴν ψῆφον ἐδεξάμεθα. 55. (VII, 602.) Εὐστάθιε, γλυκερὸν μὲν ἔχεις τύπον· ἀλλά σε κηρὸν δέρκομαι, οὐδ’ ἔτι σοι κεῖνο τὸ λαρὸν ἔπος ἔζεται ἐν στομάτεσσι· τεὴ δ’ εὐάνθεμος ἥβη αἲ αἰ, μαψιδίη νῦν χθονός ἐστι κόνις. πέμπτου καὶ δεκάτου γὰρ ἐπιψαύσας ἐνιαυτοῦ, τετράκις ἓξ μούνους ἔδρακες ἠελίους οὐδὲ τεοῦ πάππου θρόνος ἤρκεσεν, οὐ γενετῆρος ὄλβος· πᾶς δὲ τεὴν εἰκόνα δερκόμενος τὴν ἄδικον Μοῖραν καταμέμφεται, οὕνεκα τοίην, ἆμέγα νηλειὴς, ἔσβεσεν ἀγλαΐην. 56. (VII, 612.) Φεῦ, φεῦ, τὴν δεκάτην Ἑλικωνίδα, τὴν λυραοιδὸν Ῥώμης καὶ Φαρίης, ἥδε κέκευθε κόνις. ὤλετο φορμίχχων τερετίσματα, λῆξαν ἀοιδᾶι; ὥσπερ Ἰωάννη πάντα συνολλύμενα. καὶ τάχα θωμὸν ἔθηκαν ἐπάξιον ἐννέα Μοῦσαι, τύμβον Ἰωάννης ἀνθ᾿ Ἑλικῶνος ἔχειν.