50. (VII, 583.) Ἄβαλε μηδ’ ἐγένοντο γάμοι, μὴ νυμφία λέκτρα, οὐ γὰρ ἂν ὠδίνων ἐξεφάνη πρόφασις. νῦν δ’ ἡ μὲν τριτάλαινα γυνὴ τίκτουσα κάθηται, γαστρὶ δὲ δυσκόλπῳ νεκρὸν ἔνεστι τέκος· τρισσὴ δ’ ἀμφιλύκη δρόμον ἤνυσεν, ἐξότε μίμνει τὸ βρέφος ἀπρήκτοις ἐλπίσι τικτόμενον. κούφη σοὶ τελέθει γαστὴρ, τέκος, ἀντὶ κονίης· αὑτὴ γάρ σε φέρει, καὶ χθονὸς οὐ χατέεις. 51. (VII, 589.) Μηδὲν ἀπαγγείλειας ἐς Ἀντιόχειαν, ὁδῖτα, μὴ πάλιν οἰμώξῃ χεύματα Κασταλίης. οὕνεκεν ἐξαπίνης Εὐστόργιος ἔλλιπε μοῦσαν, θεσμῶν τ’ Αὐσονίων ἐλπίδα μαψιδίην, ἑβδόματον δέκατόν τε λαχὼν ἔτος· ἐς δὲ κονίην ἠμείφθη κενεὴν εὔσταχυς ἡλικίη. χαἰ τὸν μὲν κατέχει χθόνιος τάφος, ἀντὶ δ’ ἐκείνου οὔνομα καὶ γραφίδων χρώματα δερκόμεθα. 52.* (VII, 592.) Α Brunckio inter luliani epigrammata editum. Αὐτὸς ἄναξ νεμέσησε πολυφλοίσβοισι θαλάσσης κύμασιν, ῾Υπατίου σῶμα καλυψαμένοις· ἤθελε γάρ μιν ἔχειν γέρας ὕστατον, οἷα θανόντα, καὶ μεγαλοφροσύνης κρύψε θάλασσα χάριν. ἔνθεν, πρηϋνόου κραδίης μέγα δεῖγμα, φαεινὸν τίμησεν κενεῷ σήματι τῷδε νέκυν. 53. (VII, 593.) Τὰν πάρος ἀνθήσασαν ἐν ἀγλαίᾳ καὶ ἀοιδᾷ, τὰν πολυκυδίστου μνάμονα θεσμοσύνας, Εὐγενίαν κρύπτει χθονία κόνις· αἱ δ’ ἐπὶ κείραντο πλοκάμους Μοῦσα, Θέμις, Παφίη. 54. (VII, 596.) Ἐπὶ Θεοδότῳ τῷ γαμβρῷ, ἐπ᾿ ἐχθρὰ τῆς ἰδίας γαμέτης. Ναὶ μὰ τὸν ἐν γαίη πύματον δρόμον, οὕτ᾿ ἔμ’ ἔστυγεν, οὔτ’ αὐτὸς Θεόδοτος Εὐγενίης ἐχθρὸς ἑκὼν γενόμην. ἀλλὰ φθόνος ἠέ τις ἄτη ἡμέας ἐς τόσσην ἤγαγεν ἀμπλακίην. νῦν δ’ ἐπὶ Μινῴην καθαρὴν κρηπῖδα μολόντες, ἀμφότεροι λευκὴν ψῆφον ἐδεξάμεθα.