5.* (I, 36.) Εἰς εἰκόνα Θεοδώρου Ἰλλουστρίου καὶ δὶς ἀνθυπάτου, έν ᾗ γέγραπται παρὰ τοῦ ἀρχαγγέλου δεχόμενος τὰς ἀξίας ἐν Ἐφέσῳ. Ἵλαθι μορφωθεὶς, ἀρχάγγελε· σὴ γὰρ ἄσκοπος· ἀλλὰ βροτῶν δῶρα πέλουσι τάδε. ἐκ σέο γὰρ Θεόδωρος ἔχει ζωστῆρα μαγίστρου καὶ δὶς ἀεθλεύει πρὸς θρόνον ἀνθυπάτων τῆς δ’ εὐγνωμοσύνης μάρτυς γραφὶς· ὑμετέρην γὰρ χρώμασι μιμηλὴν ἀντετύπωσε χάριν. ΕΠΙΓΡ ΑΜΜΑΤΑ ΕΡΩΤΙΚΑ. 6. (V, 216.) Εἰ φιλέεις, μὴ πάμπαν ὑποκλασθέντα χαλάσσῃς θυμὸν ὀλισθηρῆς ἔμπλεον ἱκεσίης. ἀλλά τι καὶ φρονέοις στεγανώτερον, ὅσσον ἐρύσσαι ὀφρύας, ὅσσον ἰδεῖν βλέμματι φειδομένῳ. ἔργον γάρ τι γυναιξὶν ὑπερφιάλους ἀθερίζειν, καὶ κατακαγχάζειν τῶν ἄγαν οἰκτροτάτων. κεῖνος δ’ έστιν ἄριστος ἐρωτικὸς ὃς τάδε μίξει, οἶκτον ἔχων ὀλίγῃ ξυνὸν ἀγηνορίῃ. 7. (V, 218.) Τὸν σοβαρὸν Πολέμωνα, τὸν ἐν θυμέλῃσι Μενάνδρου κείραντα Γλυκερὰς τῆς ἀλόχου πλοκάμους, ὁπλότερος πολέμων μιμήσατο, καὶ τὰ Ῥοδάνθης βόστρυχα παντόλμοις χερσὶν ἐληίσατο, καὶ τραγικοῖς ἀχέεσσι τὸ κωμικὸν ἔργον ἀμείψας μάστιξεν ῥαδινῆς ἅψεα θηλυτέρης. ζηλομανὲς τὸ κόλασμα· τί γὰρ τόσον ἤλιτε κούρη, εἰ με κατοικτείρειν ἤθελε τειρόμενον; σχέτλιος, ἀμφοτέρους δὲ διέτμαγε, μέχρι καὶ αὐτοί βλέμματος ἐνστήσας αἴθοπα βασκανίην. ἀλλ’ ἔμπης τελέθει μισούμενος· αὐτὰρ ἔγωγε δύσκολος, οὐχ ὁρόων τὴν περικειρομένην. 8. (V, 220.) Εἰ καὶ νὺν πολιή σε κατεύνασε, καὶ τὸ θαλυκρὸν κεῖνο κατημβλύνθη κέντρον ἐρωμανίης, ὤφελες, ὦ Κλεόβουλε, πόθους νεότητος ἐπιγνοὺς, νῦν καὶ ἐποικτείρειν ὁπλοτέρων ὀδύνας, μηδ’ ἐπὶ τοῖς ξυνοῖς κοτέειν μέγα, μηδὲ κομάων τὴν ῥαδινὴν κούρην πάμπαν ἀπαγλαίσαι. ἀντίπατρος τῇ παιδὶ πάρος μεμέλησο ταλαίνῃ, καὶ νῦν ἐξαπίνης ἀντίπαλος γέγονας. 9. (V, 222.) Εἰς Ἀριάδνην Εἴ ποτε μὲν κιθάρης ἐπαφήσατο πλῆκτρον ἐλοῦσα κούρη, Τερψιχόρης ἀντεμέλιζε μίτοις· εἰ ποτε δὲ τραγικῷ ῥοιζήματι ῥήξατο φωνὴν, αὐτῆς Μελπομένης βόμβον ἀπεπλάσατο· εἰ δὲ καὶ ἀγλαίης κρίσις ἵστατο, μᾶλλον ἂν αὐτὴ Κύπρις ἐνικήθη, κἂν ἐδίκαζε Πάρις. σιγῇ ἐφ’ ἡμείων, ἵνα μὴ Διόνυσος ἀκούσας τῶν Ἀριαδνείων ζῆλον ἔχοι λεχέων.