45.* (VII, 568.) In Anth. Planudea P. 262. HSt. ἄδηλον. Ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων, ἣν μούνην Διδύμῳ πατρὶ Θάλεια τέκεν. ἆ Μοῖραι, τι τοσοῦτον ἀπηνέες, οὐδ’ ἐπὶ παστοὺς ἠγάγετ’, οὐδ’ ἐρατῆς ἔργα τεκνοσπορίης; οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ἱμέναιον μέλλον ἄγειν· στυγεροῦ δ’ εἰς Ἀχέροντος ἔβην. ἀλλὰ θεοὶ λίτομαι, μητρός γε γόους πατέρος παύσατε, τηκομένων εἵνεκ’ ἐμεῦ φθιμένης. 46. (VII, 569.) Ναὶ λίτομαι, παροδῖτα, φίλῳ κατάλεξον ἀκοίτῃ, εὖτ’ ἂν ἐμὴν ἐμὴν λεύσῃς πατρίδα Θεσσαλίην· κάτθανε σὴ παράκοιτις, ἔχει δέ μιν ἐν χθονὶ τύμβος, αἲ αἰ, βοσπορίης ἐγγύθεν ἠιόνος· ἀλλά μοι αὐτόθι τεῦχε κενήριον ἐγγύθι σεῖο, ὄφρ’ ἀναμιμνήσκῃ τῆς ποτε κουριδίης. 47. (VII, 572.) Οὐχ ὁσίοις λεχέεσσιν ἐτέρπετο λάθριος ἀνὴρ, λέκτρον ὑποκλέπτων ἀλλοτρίης ἀλόχου· ἐξαπίνης δὲ δόμων ὀροφὴ πέσε, τοὺς δὲ κακούργους ἔσκεπεν, ἀλλήλοις εἰσέτι μισγομένους. ξυνὴ δ’ ἀμφοτέρους κατέχει παγίς· εἰν ἑνὶ δ’ ἄμφω κεῖνται, συζυγίης οὐκέτι παυόμενοι. 48. (VII, 574.) Θεσμοὶ μὲν μεμέληντο συνήθεες Ἀγαθονίκῳ· Μοῖρα δὲ δειμαίνειν οὐ δεδάηκε νόμους· ἀλλά μιν ἁρπάξασα σοφῶν ἤμερσε θεμίστων, οὔπω τῆς νομίμης ἔμπλεον ἡλικίης. οἰκτρὰ δ’ ὑπὲρ τύμβοιο κατεστονάχησαν ἑταῖροι κείμενον, οὖ θιάσου κόσμον ὀδυρόμενοι. ἡ δὲ κόμην τίλλουσα γόῳ πληκτίζετο μήτηρ, αἲ αἲ, τῶν λαγόνων μόχθον ἐπισταμένη. ἔμπης ὄλβιος οὗτος, ὃς ἐν νεότητι μαρανθεὶς ἔκφυγε τὴν βιότου θᾶσσον ἀλιτροσύνην. 49.* (VII, 578.) Τὸν κρατερὸν Πανοπῆα, τὸν ἀγρευτῆρα λεόντων, τὸν λασιοστέρνων κέντορα παρδαλίων, τύμβος ἔχει· γλαφυρῆς γὰρ ἀπὸ χθονὸς ἔκτανε σκορπίος, οὐτήσας ταρσὸν ὀρεσσιβάτην. αἰγανέη δὲ τάλαινα, σίγυνά τε πὰρ χθονὶ κεῖται, αἲ αἰ, θαρσαλέων παιγνία δορκαλίδων.