37. (VI, 167) Σοὶ, μάκαρ αἰγίκναμε, παράκτιον ἐς περιωπὰν τὸν τράγον, ὠ δισσᾶς ἁγέτα θηροσύνας — σοὶ γὰρ καστορίδων ὑλακὰ καὶ τρίστομος αἰχμὴ εὔαδε, καὶ ταχινῆς ἔργα λαγωσφαγίης, δίκτυά τ’ ἐν ῥοθίοις ἁπλούμενα, καὶ καλαμευτὰς κάμνων, καὶ μογερῶν πεῖσμα σαγηνοβόλων — ἄνθετο δὲ Κλεόνικος, ἐπεὶ καὶ πόντιον ἄγραν ἄνυε, καὶ πτῶκας πολλάκις ἐξεσόβει. 38. (VI, 172.) Sine auctoris nomine in cod. Palatino; Agathiae tributum in Anth. Planudea. Πορφυρὶς ἡ Κνιδίη τὰ στέμματα, καὶ τὸ δίθυρσον τοῦτο τὸ λογχωτὸν, καὶ τὸ περισφύριον, οἷς ἀνέδην βάκχευεν, ὅτ’ ἐς Διόνυσον ἐφοίτα, κισσωτὴν στέρνοις νεβρίδ’’ ἀναπτομένη, ἁβροκόμη Διόνυσε, πρὸ παστάδος ᾐώρησεν ταῦτα τὰ τοῦ κάλλευς κόσμια καὶ μανίης. ΕΠΙΓΡΑΜΜΑΤΑ ΕΠΙΤΥΜΒΙΑ. 39. (VII, 204.) Οὐκέτι που τλῆμον, σκοπέλων μετανάστρια πέρδιξι πλεκτὸς λεπταλέαις οἶκος ἔχει σε λύγοις, οὐδ’ ὑπὸ μαρμαρυγῇ θαλερώπιδος Ἠριγενείης ἄκρα παραιθύσσεις θαλπομένων πτερύγων. σὴν κεφαλὴν αἴλουρος ἀπέθρισε· τἄλλα δὲ πάντα ἥρπασα, καὶ φθονερὴν οὐκ ἐκόρεσσε γένυν. νῦν δέ σε μὴ κούφη κρύπτοι κόνις, ἀλλὰ βαρεῖα, μὴ τὸ τεὸν κείνη λείψανον ἔξερύσῃ. 40. (VII, 205.) Οἰκογενὴς αἴλουρος ἐμὴν πέρδικα φαγοῦσα ζώειν ἡμετέροις ἔλπεται ἐν μεγάροις. οὐ σὲ, πέρδιξ, πέρδιξ, φθιμένην ἀγέραστον ἐάσω, ἀλλ’ ἔπι σοι κτενέω τὴν σέθεν ἀντιβίην. ψυχὴ γὰρ σέο μᾶλλον ὀρίνεται, εἰσόκε ῥέξω ὅσσ’ ἐπ’ Ἀχιλλῆος Πύρρος ἔτευξε τάφῳ.