35. (VI, 79.) Ἄσπορα, Πὰν λοφιῆτα, τάδε Στρατόνικος ἀφοτρεὺς ἀντ’ εὐεργεσίης ἄνθετο σοὶ τεμένη. „βόσκε δ’’’ ἔφη „χαίρων τὰ σὰ ποιμνία, καὶ σέο χώρην δέρκεο, τὴν χαλκῷ μηκέτι τεμνομένην. αἴσιον εὑρήσεις τὸ ἐπαύλιον· ἐνθάδε γάρ σοι Ἠχὼ τερπομένη καὶ γόμον ἐκτελέσει.’’ 36. (VI, 80.) Δαφνιακῶν βίβλων Ἀγαθίου ἐννεάς εἰμι· ἀλλὰ μ’ ὁ τεκτήνας ἄνθετο σοι, Παφίη. οὐ γὰρ Πιερίδεσσι τόσον μέλω, ὅσσον Ἔρωτι, οργια τοσσατίων ἀμφιέπουσα πόθων. αἰτεῖ δ’ ἀντὶ πόνων, ἵνα οἱ διὰ σεῖο παρείη ἢν τινα μὴ φιλέειν, ἢ ταχὺ πειθομένην. 37. (VI, 167) Σοὶ, μάκαρ αἰγίκναμε, παράκτιον ἐς περιωπὰν τὸν τράγον, ὠ δισσᾶς ἁγέτα θηροσύνας — σοὶ γὰρ καστορίδων ὑλακὰ καὶ τρίστομος αἰχμὴ εὔαδε, καὶ ταχινῆς ἔργα λαγωσφαγίης, δίκτυά τ’ ἐν ῥοθίοις ἁπλούμενα, καὶ καλαμευτὰς κάμνων, καὶ μογερῶν πεῖσμα σαγηνοβόλων — ἄνθετο δὲ Κλεόνικος, ἐπεὶ καὶ πόντιον ἄγραν ἄνυε, καὶ πτῶκας πολλάκις ἐξεσόβει. 38. (VI, 172.) Sine auctoris nomine in cod. Palatino; Agathiae tributum in Anth. Planudea. Πορφυρὶς ἡ Κνιδίη τὰ στέμματα, καὶ τὸ δίθυρσον τοῦτο τὸ λογχωτὸν, καὶ τὸ περισφύριον, οἷς ἀνέδην βάκχευεν, ὅτ’ ἐς Διόνυσον ἐφοίτα, κισσωτὴν στέρνοις νεβρίδ’’ ἀναπτομένη, ἁβροκόμη Διόνυσε, πρὸ παστάδος ᾐώρησεν ταῦτα τὰ τοῦ κάλλευς κόσμια καὶ μανίης. ΕΠΙΓΡΑΜΜΑΤΑ ΕΠΙΤΥΜΒΙΑ. 39. (VII, 204.) Οὐκέτι που τλῆμον, σκοπέλων μετανάστρια πέρδιξι πλεκτὸς λεπταλέαις οἶκος ἔχει σε λύγοις, οὐδ’ ὑπὸ μαρμαρυγῇ θαλερώπιδος Ἠριγενείης ἄκρα παραιθύσσεις θαλπομένων πτερύγων. σὴν κεφαλὴν αἴλουρος ἀπέθρισε· τἄλλα δὲ πάντα ἥρπασα, καὶ φθονερὴν οὐκ ἐκόρεσσε γένυν. νῦν δέ σε μὴ κούφη κρύπτοι κόνις, ἀλλὰ βαρεῖα, μὴ τὸ τεὸν κείνη λείψανον ἔξερύσῃ.