33. (VI, 74.) Βασσαρὶς Εὐρυνόμη σκοπελοδρόμος, ἥ ποτε ταύρων πολλὰ τανυκραίρων στέρνα χαραξαμένη, ἥ μέγα καγχάζουσα λεοντοφόνοις ἐπὶ νίκαις, παίγνιον ἀτλήτου θηρὸς ἔχουσα κάρη, ἱλήκοις Διόνυσε, τεῆς ἀμέλησα χορείης, Κύπριδι βακχεύειν μᾶλλον ἐπειγομένη. θῆκα δέ σοι τάδε ῥόπτρα· παραῤῥίψασα δὲ κισσὸν χεῖρα περισφίγξω χρυσοδέτῳ σπατάλῃ. 34. (VI, 76.) Σὸς πόσις Ἀγχίσης, τοῦ εἵνεκα πολλάκι, Κύπρι, τὸ πρὶν ἐς Ἰδαίην ἔτρεχες ἠϊόνα, νῦν μόλις εὗρε μέλαιναν ἀπὸ κροτάφων τρίχα κόψαι, θῆκε δὲ σοι προτέρης λείψανον ἡλικίης. ἀλλὰ θεὰ, δύνασαι γὰρ, ἢ ἡβητῆρά με τεῦξον, ἢ καὶ τὴν πολιὴν ὡς νεότητα δέχου. 35. (VI, 79.) Ἄσπορα, Πὰν λοφιῆτα, τάδε Στρατόνικος ἀφοτρεὺς ἀντ’ εὐεργεσίης ἄνθετο σοὶ τεμένη. „βόσκε δ’’’ ἔφη „χαίρων τὰ σὰ ποιμνία, καὶ σέο χώρην δέρκεο, τὴν χαλκῷ μηκέτι τεμνομένην. αἴσιον εὑρήσεις τὸ ἐπαύλιον· ἐνθάδε γάρ σοι Ἠχὼ τερπομένη καὶ γόμον ἐκτελέσει.’’ 36. (VI, 80.) Δαφνιακῶν βίβλων Ἀγαθίου ἐννεάς εἰμι· ἀλλὰ μ’ ὁ τεκτήνας ἄνθετο σοι, Παφίη. οὐ γὰρ Πιερίδεσσι τόσον μέλω, ὅσσον Ἔρωτι, οργια τοσσατίων ἀμφιέπουσα πόθων. αἰτεῖ δ’ ἀντὶ πόνων, ἵνα οἱ διὰ σεῖο παρείη ἢν τινα μὴ φιλέειν, ἢ ταχὺ πειθομένην.