30. (VI, 41.) Χαλκὸν ἀροτρητὴν, κλασιβώλακα, νειοτομῆα, καὶ τὴν ταυροδέτιν βύρσαν ὑπαυχενίην, καὶ βούπληκτρον ἄκαιναν, ἐχετλήεντα τε γόμφον Δῃοῖ Καλλιμένης ἄνθετο γειοπόνος, τμήξας εὐαρότου ῥάχιν ὀργάδος· εἰ δ’ ἐπινεύσεις τὸν στάχυν ἀμῆσαι, καὶ δρεπάνην κομίσω. 31. (VI, 59.) Τῇ Παφίῃ στεφάνους, τῇ Παλλάδι τὴν πλοκαμῖδα, Ἀρτέμιδι ζώνην ἄνθετο Καλλιρόη. εὕρετο γὰρ μνηστῆρα τὸν ἤθελε, καὶ λάχεν ἥβην σώφρονα, καὶ τεκέων ἄρσεν ἔτικτε γένος. 32. (VI, 72.) Εἰδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρης βακχιάδος, πουλὺν βότρυν ἀμεργόμενον. ἀγρονόμῳ δ’ ἀγόρευσα, καὶ ἔδρακεν· ἀπροιδὴς δὲ ἐγκέφαλον πλήξας ἐξεκύλισε λίθῳ. εἶπε δὲ καὶ χαίρων ὁ γεωπόνος· ἆ τάχα Βάκχῳ λοιβῆς καὶ θυέων μικτὸν ἔδωκα γέρας. 33. (VI, 74.) Βασσαρὶς Εὐρυνόμη σκοπελοδρόμος, ἥ ποτε ταύρων πολλὰ τανυκραίρων στέρνα χαραξαμένη, ἥ μέγα καγχάζουσα λεοντοφόνοις ἐπὶ νίκαις, παίγνιον ἀτλήτου θηρὸς ἔχουσα κάρη, ἱλήκοις Διόνυσε, τεῆς ἀμέλησα χορείης, Κύπριδι βακχεύειν μᾶλλον ἐπειγομένη. θῆκα δέ σοι τάδε ῥόπτρα· παραῤῥίψασα δὲ κισσὸν χεῖρα περισφίγξω χρυσοδέτῳ σπατάλῃ. 34. (VI, 76.) Σὸς πόσις Ἀγχίσης, τοῦ εἵνεκα πολλάκι, Κύπρι, τὸ πρὶν ἐς Ἰδαίην ἔτρεχες ἠϊόνα, νῦν μόλις εὗρε μέλαιναν ἀπὸ κροτάφων τρίχα κόψαι, θῆκε δὲ σοι προτέρης λείψανον ἡλικίης. ἀλλὰ θεὰ, δύνασαι γὰρ, ἢ ἡβητῆρά με τεῦξον, ἢ καὶ τὴν πολιὴν ὡς νεότητα δέχου.