ΕΠΙΓΡ ΑΜΜΑΤΑ ΧΡΙΣΤΙΑΝΙΚΑ. 3.* (I, 34.) Εἰς εἰκόνα τοῦ ἀρχαγγέλου ἐν Πλάτῃ. Ασκοπον ἀγγελίαρχον, ἀσώματον εἴδει· μορφῆς, ἀ μέγα τολμήεις, κηρὸς ἀπεπλάσατο· ἔμπης οὐκ ἀχάριστον, ἐπεὶ βροτὸς εἰκόνα λεύσσων θυμὸν ἀπιθύνει κρείσσονι φαντασίῃ· οὐκέτι δ᾿ ἀλλοπρόσαλλον ἔχει σέβας, ἀλλ᾿ ἐν ἑαυτῷ τὸν τύπον ἐγγράψας ὡς παρεόντα τρέμει· ομματα δ᾿ ὀτρύνουσι βαθὺν νόον· οἶδε δὲ τέχνη χρώμασι πορθμεῦσαι τὴν φρενὸς ἱκεσίην.