29. (VI, 32.) Δικραίρῳ δικέρωτα, δασυκνάμῳ δασυχαίταν, ἴξαλον εὐσκάρθμῳ, λόχμιον ὑλοβάτᾳ, Πανὶ φιλοσκοπέλῳ λάσιον παρὰ πρῶνα Χαρικλῆς κνακὸν ὑπηνήταν τονδ’ ἀνέθηκε τράγον. 30. (VI, 41.) Χαλκὸν ἀροτρητὴν, κλασιβώλακα, νειοτομῆα, καὶ τὴν ταυροδέτιν βύρσαν ὑπαυχενίην, καὶ βούπληκτρον ἄκαιναν, ἐχετλήεντα τε γόμφον Δῃοῖ Καλλιμένης ἄνθετο γειοπόνος, τμήξας εὐαρότου ῥάχιν ὀργάδος· εἰ δ’ ἐπινεύσεις τὸν στάχυν ἀμῆσαι, καὶ δρεπάνην κομίσω. 31. (VI, 59.) Τῇ Παφίῃ στεφάνους, τῇ Παλλάδι τὴν πλοκαμῖδα, Ἀρτέμιδι ζώνην ἄνθετο Καλλιρόη. εὕρετο γὰρ μνηστῆρα τὸν ἤθελε, καὶ λάχεν ἥβην σώφρονα, καὶ τεκέων ἄρσεν ἔτικτε γένος. 32. (VI, 72.) Εἰδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρης βακχιάδος, πουλὺν βότρυν ἀμεργόμενον. ἀγρονόμῳ δ’ ἀγόρευσα, καὶ ἔδρακεν· ἀπροιδὴς δὲ ἐγκέφαλον πλήξας ἐξεκύλισε λίθῳ. εἶπε δὲ καὶ χαίρων ὁ γεωπόνος· ἆ τάχα Βάκχῳ λοιβῆς καὶ θυέων μικτὸν ἔδωκα γέρας.