25.* (V, 296.) Ἐξότε τηλεφίλου πλαταγήματος ἠχέτα βόμβος γαστέρα μαντῴου μάξατο κισσυβίου, ἔγνων, ὡς φιλέεις με· τὸ δ’ ἀτρεκὲς αὐτίκα πείσεις εὐνῆς ἡμετέρης πάννυχος ἁπτομένη. τοῦτό σε γὰρ δείξει παναληθέα· τοὺς δὲ μεθυστὰς καλλείψω λατάγων παίγμασι τερπομένους. 26. (V, 297.) Ἠϊθέοις οὐκ ἐστι τόσος πόνος, ὁππόσος ἡμῖν ταῖς ἀταλοψύχοις ἔχραε θηλυτέραις. τοῖς μὲν γὰρ παρέασιν ὁμήλικες, οἶς τὰ μερίμνης ἄλγεα μυθεῦνται φθέγματι θαρσαλέῳ· παίγνιά τ’ ἀμφιέπουσι παρήγορα, καὶ κατ’ ἀγυιὰς πλάζονται γραφίδων χρώμασι ῥεμβόμενοι. ἡμῖν δ’ οὐδὲ φάος λεύσσειν θέμις, ἀλλὰ μελάθροις κρυπτόμεθα, ζοφεραῖς φροντίσι τηκόμεναι. 27. (V, 299.) „Μηδὲν ἄγαν” σοφὸς εἶπεν· ἐγὼ δέ τις ὡς ὡς καλὸς, ἠέρθην ταῖς μεγαλοφροσύναις, καὶ ψυχὴν δοκέεσκον ὅλην ἐπὶ χερσὶν ἐμεῖο χεῖσθαι τῆς κούρης, τῆς τάχα κερδαλέης. ἡ δ’ ὑπερηέρθη, σοβαρήν θ’ ὑπερέσχεθεν ὀφρὺν, ὥσπερ τοῖς προτέροις ἤθεσι μεμφομένη. καὶ νῦν ὁ βλοσυρωπὸς, ὁ χάλκεος, ὁ βραδυπειθὴς, ὁ πρὶν ἀερσιπότης, ἤριπον εζαπινης· πάντα δ’ ἔναλλα γένοντο· πεσὼν δ’ ἐπὶ γούνασι κούρης ἴαχον· „ίλήκοις, ἤλιτεν 1) νεότης.” 28. (V, 302.) Ποίην τις πρὸς ἔρωτας ἴοι τρίβον; ἐν μὲν ἀγυιαῖς μαχλάδος οἰμώζεις χρυσομανεῖ σπατάλῃ. εἰ δ’ ἔπι παρθενικῆς πελάσοις λέχος, ἐς γάμον ἥξεις ἔννομον, ἢ ποινὰς τὰς περὶ τῶν φθορέων. κουριδίαις οἱ γυναιξὶν ἀτερπέα Κύπριν ἐγείρειν τις κεν ὑποτλαίη, πρὸς χρέος ἑλκόμενος, μοίχια λέκτρα κάκιστα καὶ ἔκτοθέν εἰσιν ἐρώτων ὦν μέτα παιδομανὴς κείσθω ἀλιτροσύνη. χήρη δ’, ἡ μὲν ἄκοσμος ἔχει πάνδημον ἐραστὴν, καὶ πάντα φρονέει δήνεα μαχλοσύνης· ἡ δὲ σαοφρονέουσα μόλις φιλότητι μιγεῖσα δέχνυται ἀστόργου κέντρα παλιμβολίης, καὶ στυγέει τὸ τελεσθέν· ἔχουσα δὲ λείψανον αἰδοῦς, ἂψ ἐπὶ λυσιγάμους χάζεται ἀμβολίας. ἢν δὲ μιγῇς ἰδίῃ θεραπαινίδι, τλῆθι καὶ αὐτὸς δοῦλος ἐναλλάγδην δμωίδι γιγνόμενος· εἰ δὲ καὶ ὀθνείῃ, τότε σοι νόμος αἶσχος ἀνάψει, ὕβριν ἀνιχνεύων δώματος ἀλλοτρίου. πάντ’ ἄρα Διογένης ἔφυγεν τάδε, τὸν δ’ ἤειδεν παλάμῃ, Λαΐδος οὐ χατέων. ΕΠΙΓΡΑΜΜΑΤΑ ΑΝΑΘΗΜΑΤΙΚΑ. 29. (VI, 32.) Δικραίρῳ δικέρωτα, δασυκνάμῳ δασυχαίταν, ἴξαλον εὐσκάρθμῳ, λόχμιον ὑλοβάτᾳ, Πανὶ φιλοσκοπέλῳ λάσιον παρὰ πρῶνα Χαρικλῆς κνακὸν ὑπηνήταν τονδ’ ἀνέθηκε τράγον.