2.* (Ibid.) Tοῦ αὐτοῦ Ἀγαθίου. Στῆλαι καὶ γραφίδες καὶ κύρβιες, εὐφροσύνης μὲν αἴτια τοῖς ταῦτα κτησαμένοις μεγάλης· ἀλλ᾿ ἐς ὅσον ζώουσι· τὰ γὰρ κενὰ κύδεα φωτῶν ψυχαῖς οἰχομένων οὐ μάλα συμφέρεται· ἡ δ᾿ ἀρετὴ σοφίης τε χάρις καὶ κεῖθι συνέρπει, κἀνθάδε μιμνάζει μνῆστιν ἐφελκομένη. οὕτως οὔτε Πλατῶν βρενθύεται, οὔτ’ ἄρ’ Ὅμηρος, χρώμασιν ἢ στήλαις, ἀλλὰ μόνῃ σοφίη. ὄλβιοι ὧν μνήμη πινυτῶν ἐνὶ τεύχεσι βίβλων, ἀλλ᾿ οὐκ ἐς κενεὰς εἰκόνας ἐνδιάει.