15. (V, 273.) Ἡ πάρος ἀγλαίῃσι μετάρσιος, ἡ πλοκαμῖδας σειομένη πλεκτὰς, καὶ σοβαρευομένη, ἥ μεγαλαυχήσασα καθ’ ἡμετέρης μελεδώνης, γήραι ῥικνώδης τὴν πρὶν ἀφῆκε χάριν. μαζὸς ὑπεκλίνθη, πέσον ὀφρύες, ὄμμα τέτηκται, χείλεα βαμβαίνει φθέγματι γηραλέῳ. τὴν πολιὴν καλέω Νέμεσιν Πόθου, ὅττι δικάζει ἔννομα, ταῖς σοβαραῖς θᾶσσον ἐπερχομένη. 16.* (V, 276.) Σοι τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, κομίζω, χρυσεοπηνήτῳ λαμπόμενον γραφίδι. βάλλε δὲ σοῖς πλοκάμοισιν· ἐφεσσαμένη δ’ ὑπὲρ ὤμων στήθει παλλεύκῳ τήνδε δὸς ἀμπεχόνην. ναὶ ναὶ στήθει· μᾶλλον, ὅπως ἐπιμάζιον εἴη ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον. καὶ τόδε μὶν φορέοις ἅτε παρθένος· ἀλλὰ καὶ εὐνὴν λεύσσοις, καὶ τεκέων εὔσταχυν ἀνθοσύνην, ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην, καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων. 17. (V, 278.) Αὐτή μοι Κυθέρεια καὶ ἱμερόεντες Ἔρωτες τήξουσιν κενεὴν ἀχθόμενοι κραδίην, ἄρσενας εἰ σπεύσω φιλέειν ποτέ. μήτε τυχήσω, μήτ’ ἐπολισθήσω μείζοσιν ἀμπλακίαις. ἄρκια θηλυτέρων ἀλιτήματα, κεῖνα κομίσσω, καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκῳ. 18.* (V, 280.) Ἦ ῥά γε καὶ Φίλιννα, φέρεις πόθον, ἦ ῥα καὶ αὐτὴ κάμνεις, αὐαλέοις ὄμμασι τηκομένη; ἢ σὺ μὲν ὕπνον ἔχεις γλυκερώτατον, ἡμετέρης δὲ φροντίδος οὔτε λόγος γίγνεται, οὔτ’ ἀριθμός; εὑρήσεις τάχ’ ὅμοια, τεὴν δ’, ἀμέγαρτε, παρειὴν ἀθρήσω θαμινοῖς δάκρυσι τεγγομένην. Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος· έν δέ τι καλὸν ἔλλαχεν, ἐχθαίρειν τὰς σοβαρευομένας. 19. (V, 282.) Ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῷ τὴν ἀπὸ τῆς ἥβης οὐκ ἀπέθηκε χάριν, ἀλλ’ ἔτι μαρμαίρουσι παρηίδες, ὄμμα δὲ θέλγειν οὐ λάθε· τῶν δ’ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη. μίμνει καὶ τὸ φρύαγμα τὸ παιδικόν· ἐνθάδε δ’ ἔγνων ὅττι φύσιν νικᾷν ὁ χρόνος οὐ δύναται.