13. (V, 267.) ἁ Τί στενάχεις; βφιλέω. ατίνα; βπαρθένον· ἁ ἦ ῥά γε καλήν,. β καλὴν ἡμετέροις ὄμμασι φαινομένην. ἁ ποῦ δέ μιν εἰσενόησας; βἐκεῖ ποτὶ δεῖπνον ἐπελθὼν ξυνῇ κεκλιμένην ἔδρακον ἐν στιβάδι. ἁ ἐλπίζεις δὲ τυχεῖν; βναὶ ναὶ φίλος· ἀμφαδίην δὲ οὐ ζητῶ φιλίην, ἀλλ’ ὑποκλεπτομένην. ἆτόν νόμιμον μᾶλλον φεύγεις γάμον· ἀτρεκὲς ἔγνων ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον. βἔγνως. αοὐ φιλέεις, ἐψεύσαο· πῶς δύναται γὰρ ψυχὴ ἐρωμανέειν ὀρθὰ λογιζομένη; 14.* (V, 269.) Δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην, τῆς μὲν ἐφιμείρων, τῇ δὲ χαριζόμενος. εἷλκε δέ μ’ ἡ φιλέουσα· πάλιν δ’ ἐγὼ, οἶά τέ τις φὼρ, χείλεϊ φειδομένῳ τὴν ἑτέρην ἐφίλουν, ζῆλον ὑποκλέπτων τῆς γείτονος, ἧς τὸν ἔλεγχον καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας. ὀχθήσας δ’ ἄρ’ ἔειπον· ἐμοὶ τάχα καὶ τὸ ὡς τὸ φιλεῖν χαλεπὸν, δισσὰ κολαζομένῳ. 15. (V, 273.) Ἡ πάρος ἀγλαίῃσι μετάρσιος, ἡ πλοκαμῖδας σειομένη πλεκτὰς, καὶ σοβαρευομένη, ἥ μεγαλαυχήσασα καθ’ ἡμετέρης μελεδώνης, γήραι ῥικνώδης τὴν πρὶν ἀφῆκε χάριν. μαζὸς ὑπεκλίνθη, πέσον ὀφρύες, ὄμμα τέτηκται, χείλεα βαμβαίνει φθέγματι γηραλέῳ. τὴν πολιὴν καλέω Νέμεσιν Πόθου, ὅττι δικάζει ἔννομα, ταῖς σοβαραῖς θᾶσσον ἐπερχομένη. 16.* (V, 276.) Σοι τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, κομίζω, χρυσεοπηνήτῳ λαμπόμενον γραφίδι. βάλλε δὲ σοῖς πλοκάμοισιν· ἐφεσσαμένη δ’ ὑπὲρ ὤμων στήθει παλλεύκῳ τήνδε δὸς ἀμπεχόνην. ναὶ ναὶ στήθει· μᾶλλον, ὅπως ἐπιμάζιον εἴη ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον. καὶ τόδε μὶν φορέοις ἅτε παρθένος· ἀλλὰ καὶ εὐνὴν λεύσσοις, καὶ τεκέων εὔσταχυν ἀνθοσύνην, ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην, καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων.