12. (V, 263.) Μήποτε λύχνε μύκητα φέροις, μηδ’ ὄμβρον ἐγείροις, μὴ τὸν ἐμὸν παύσῃς νυμφίον ἐρχόμενον. αἰεὶ σὺ φθονέεις τῇ Κύπριδι, κὼ γὰρ ὅθ’ Ἥρω ἥρμοσε Λειάνδρῳ... θυμὲ, τὸ λοιπὸν ἔα. Ἡφαίστου τελέθεις, καἰ πείθομαι, ὅττι χαλέπτων Κύπριδα, θωπεύεις δεσποτικὴν ὀδύνην.